§1.10.1οἱ δὲ Μαμερτῖνοι πρότερον μὲν ἐστερημένοι τῆς ἐπικουρίας τῆς ἐκ τοῦ Ῥηγίου, καθάπερ ἀνώτερον εἶπον, τότε δὲ τοῖς ἰδίοις πράγμασιν ἐπταικότες ὁλοσχερῶς διὰ τὰς νῦν ῥηθείσας αἰτίας, οἱ μὲν ἐπὶ Καρχηδονίους κατέφευγον καὶ τούτοις ἐνεχείριζον σφᾶς αὐτοὺς καὶ τὴν ἄκραν, §1.10.2οἱ δὲ πρὸς Ῥωμαίους ἐπρέσβευον, παραδιδόντες τὴν πόλιν καὶ δεόμενοι βοηθήσειν σφίσιν αὐτοῖς ὁμοφύλοις ὑπάρχουσιν.
而马麦丁人,此前如我上面所说,已被剥夺了来自雷吉乌姆的援助,此时又因刚刚所述的原因在自身事务中彻底陷于绝境,其中一部分人便投奔迦太基人,并将自身及卫城拱手相让,另一部分人则遣使前往罗马,交出城市,并请求罗马人援助他们这些同族之人。
§1.10.3Ῥωμαῖοι δὲ πολὺν μὲν χρόνον ἠπόρησαν διὰ τὸ δοκεῖν ἐξόφθαλμον εἶναι τὴν ἀλογίαν τῆς βοηθείας.
罗马人为此焦虑了很长时间,因为提供援助的荒谬性似乎是显而易见的。
§1.10.4τὸ γὰρ μικρῷ πρότερον τοὺς ἰδίους πολίτας μετὰ τῆς μεγίστης ἀνῃρηκότας τιμωρίας, ὅτι Ῥηγίνους παρεσπόνδησαν, παραχρῆμα Μαμερτίνοις βοηθεῖν ζητεῖν τοῖς τὰ παραπλήσια πεποιηκόσιν οὐ μόνον εἰς τὴν Μεσσηνίων, ἀλλὰ καὶ τὴν Ῥηγίνων πόλιν, δυσαπολόγητον εἶχε τὴν ἁμαρτίαν.
因为就在不久前,他们刚以背叛雷吉乌姆人为由,用最严厉的刑罚处决了自家的公民,而如今却要立即去援助那些不仅对美塞拿、而且对雷吉乌姆城做出了几乎相同勾当的马麦丁人,这包含着难以辩解的过失。
§1.10.5οὐ μὴν ἀγνοοῦντές γε τούτων οὐδέν, θεωροῦντες δὲ τοὺς Καρχηδονίους οὐ μόνον τὰ κατὰ τὴν Λιβύην, ἀλλὰ καὶ τῆς Ἰβηρίας ὑπήκοα πολλὰ μέρη πεποιημένους, ἔτι δὲ τῶν νήσων ἁπασῶν ἐγκρατεῖς ὑπάρχοντας τῶν κατὰ τὸ Σαρδόνιον καὶ Τυρρηνικὸν πέλαγος, ἠγωνίων, εἰ Σικελίας ἔτι κυριεύσαιεν, §1.10.6μὴ λίαν βαρεῖς καὶ φοβεροὶ γείτονες αὐτοῖς ὑπάρχοιεν, κύκλῳ σφᾶς περιέχοντες καὶ πᾶσι τοῖς τῆς Ἰταλίας μέρεσιν ἐπικείμενοι.
然而,他们绝非对此一无所知,但看到迦太基人不仅使利比亚、而且使伊比利亚的许多地方都臣服于他们,并且还控制了撒丁海和第勒尼安海的所有岛屿,他们便感到焦虑,担心如果迦太基人再占领西西里,对方就会成为过于沉重和可怕的邻居,将他们合围并威胁到意大利的所有地区。
§1.10.7διότι δὲ ταχέως ὑφʼ αὑτοὺς ποιήσονται τὴν Σικελίαν, μὴ τυχόντων ἐπικουρίας τῶν Μαμερτίνων, προφανὲς ἦν.
显然,如果马麦丁人得不到援助,迦太基人很快就会将西西里收入囊中。
§1.10.8κρατήσαντες γὰρ ἐγχειριζομένης αὐτοῖς τῆς Μεσσήνης ἔμελλον ἐν ὀλίγῳ χρόνῳ τὰς Συρακούσας ἐπανελέσθαι διὰ τὸ πάσης σχεδὸν δεσπόζειν τῆς ἄλλης Σικελίας.
因为一旦得手送上门来的美塞拿,由于几乎统治了西西里的其余所有地方,他们势必在短时间内彻底灭亡叙拉古。
§1.10.9ὃ προορώμενοι Ῥωμαῖοι καὶ νομίζοντες ἀναγκαῖον εἶναι σφίσι τὸ μὴ προέσθαι τὴν Μεσσήνην μηδʼ ἐᾶσαι Καρχηδονίους οἱονεὶ γεφυρῶσαι τὴν εἰς Ἰταλίαν αὑτοῖς διάβασιν,
罗马人预见到了这一点,并认为绝不能放弃美塞拿,也不能任由迦太基人为自己架起通往意大利的渡海桥梁,这是对他们而言必不可少的事情,