§34φέρε πρὸς θεῶν Ὀλυμπίων·
さあ、オリンポスの神々に免じて考えてみてください。
οὕτω γὰρ σκοπεῖτε, ὦ ἄνδρες δικασταί.
裁判員諸君、こういうふうに見てほしいのです。
εἴ τις ὑμῶν ἔτυχε δοὺς Τιμοθέῳ τῷ Κόνωνος τὴν θυγατέρα ἢ τὴν ἀδελφήν, καὶ ἐκείνου ἀποδημήσαντος καὶ ἐν διαβολῇ γενομένου ἐδημεύθη ἡ οὐσία, καὶ μὴ ἐγένετο τῇ πόλει πραθέντων ἁπάντων τέτταρα τάλαντα ἀργυρίου, διὰ τοῦτο ἠξιοῦτε ἂν τοὺς ἐκείνου καὶ τοὺς προσήκοντας ἀπολέσθαι, ὅτι οὐδὲ πολλοστὸν μέρος τῆς δόξης τῆς παρʼ ὑμῖν ἐφάνη τὰ χρήματα;
もしあなた方のうちの誰かが、コノンの息子ティモテオスに娘か姉妹を嫁がせていたとして、彼が外国へ旅立ち、弾劾されたことでその財産が没収され、すべてが売却された後に市(ポリス)に四タラントの銀すら入らなかったとしたら、その財産があなた方の間で噂されていた評判のほんのわずかな一部にすぎないことが判明したという理由で、彼の親族や関係者たちが破滅させられるべきだとあなた方はお思いになるでしょうか。
§35ἀλλὰ μὴν τοῦτο πάντες ἐπίστασθε Κόνωνα μὲν ἄρχοντα, Νικόφημον δὲ ποιοῦντα ὅ τι ἐκεῖνος προστάττοι.
それどころか、コノンが指揮官であり、ニコフェモスは彼が命じることは何でも実行していたということを、あなた方は皆知っています。
τῶν οὖν ὠφελειῶν Κόνωνα εἰκὸς πολλοστὸν μέρος ἄλλῳ τινὶ μεταδιδόναι, ὥστʼ εἰ οἴονται πολλὰ γενέσθαι Νικοφήμῳ, ὁμολογήσειαν ἂν τὰ Κόνωνος εἶναι πλεῖν ἢ δεκαπλάσια.
それゆえ、得られた利益のうち、コノンが他の誰かに分け与えたのはほんのわずかな一部にすぎないと考えるのが自然であり、したがって、もし人々がニコフェモスが多くの財産を得たと思うのであれば、コノンの財産はその十倍以上であったと認めることになるでしょう。
§36ἔτι δὲ φαίνονται οὐδὲν πώποτε διενεχθέντες, ὥστʼ εἰκὸς καὶ περὶ τῶν χρημάτων ταὐτὰ γνῶναι, ἱκανὰ μὲν ἐνθάδε τῷ ὑεῖ ἑκάτερον καταλιπεῖν, τὰ δὲ ἄλλα παρʼ αὑτοῖς ἔχειν·
さらに、彼らは一度も意見が対立したことがないように見えます。 ですから、財産に関しても同じ考えを持っており、それぞれがここにいる息子に十分なものを残し、残りは自分たちのもとに置いておいたと考えるのが自然です。
ἦν γὰρ Κόνωνι μὲν ὑὸς ἐν Κύπρῳ καὶ γυνή, Νικοφήμῳ δὲ γυνὴ καὶ θυγάτηρ, ἡγοῦντο δὲ καὶ τὰ ἐκεῖ ὁμοίως σφίσιν εἶναι σᾶ ὥσπερ καὶ τὰ ἐνθάδε.
というのも、コノンにはキプロスに息子と妻がおり、ニコフェモスには妻と娘がいたため、彼らはあちらにある財産も、ここにあるものと同様に自分たちにとって安全なものであると考えていたからです。
§37πρὸς δὲ τούτοις ἐνθυμεῖσθε ὅτι καὶ εἴ τις μὴ κτησάμενος ἀλλὰ παρὰ τοῦ πατρὸς παραλαβὼν τοῖς παισὶ διένειμεν, οὐκ ἐλάχιστα ἂν αὑτῷ ὑπέλιπε·
これに加えて、たとえ自分で築いたのではなく父親から財産を受け継いで子供たちに分配した者であっても、自分自身には決して少なくない分を残したはずであることを考慮してください。
βούλονται γὰρ πάντες ὑπὸ τῶν παίδων θεραπεύεσθαι ἔχοντες χρήματα μᾶλλον ἢ ἐκείνων δεῖσθαι ἀποροῦντες.
なぜなら、誰もが自分が困窮して子供たちを頼るようになるよりは、財産を持って子供たちから世話をされたいと願うものだからです。
§38νῦν τοίνυν εἰ δημεύσαιτε τὰ τοῦ Τιμοθέου, —— ὃ μὴ γένοιτο, εἰ μή τι μέλλει μέγα ἀγαθὸν ἔσεσθαι τῇ πόλει, —— ἐλάττω δὲ ἐξ αὐτῶν λάβοιτʼ ἢ ἃ ἐκ τῶν Ἀριστοφάνους γεγένηται, τούτου ἕνεκα ἠξιοῦτε ἂν τοὺς ἀναγκαίους τοὺς ἐκείνου τὰ σφέτερʼ αὐτῶν ἀπολέσαι;
さて、それゆえに、もしあなた方がティモテオスの財産を没収し(――市にとって何か大きな利益になるのでない限り、そのようなことが起こりませんように――)、そこから得られたものがアリストファネスの財産から得られたものよりも少なかったとしたら、そのことを理由に、彼の親族が自らの財産を失うべきだとあなた方はお思いになるでしょうか。
ἀλλʼ οὐκ εἰκός, ὦ ἄνδρες δικασταί·
しかし、それはあり得ないことです、裁判員諸君。
ὁ γὰρ Κόνωνος θάνατος καὶ αἱ διαθῆκαι, §39ἃς διέθετο ἐν Κύπρῳ, σαφῶς ἐδήλωσαν ὅτι πολλοστὸν μέρος ἦν τὰ χρήματα ὧν ὑμεῖς προσεδοκᾶτε·
なぜなら、コノンの死と彼の遺言が、 ――彼がキプロスで遺した遺言ですが――それらは、その財産があなた方の期待していたもののほんのわずかな一部にすぎなかったことをはっきりと示しました。
τῇ μὲν γὰρ Ἀθηναίᾳ καθιέρωσεν εἰς ἀναθήματα καὶ τῷ Ἀπόλλωνι εἰς Δελφοὺς πεντακισχιλίους στατῆρας· τῷ δὲ ἀδελφιδῷ τῷ ἑαυτοῦ,
というのも、彼はアテナ女神に奉納品として、またデルポイのアポロン神に五千スタテルを捧げ、自らの甥には、キプロスにおけるすべての財産を監視し管理していた者ですが、約一万ドラクマを与え、兄弟には三タラントを与えました。
§40ὃς ἐφύλαττεν αὐτῷ καὶ ἐταμίευε πάντα τὰ ἐν Κύπρῳ, ἔδωκεν ὡς μυρίας δραχμάς, τῷ δὲ ἀδελφῷ τρία τάλαντα· τὰ δὲ λοιπὰ τῷ ὑεῖ κατέλιπε, τάλαντα ἑπτακαίδεκα.
そして残りを息子に残しましたが、それは十七タラントでした。
τούτων δὲ κεφάλαιόν τι γίγνεται περὶ τετταράκοντα τάλαντα.
これらの総額は約四十タラントになります。
§41καὶ οὐδενὶ οἷόν τε εἰπεῖν ὅτι διηρπάσθη ἢ ὡς οὐ δικαίως ἀπεφάνθη·
そして、それが略奪されたとか、正しく申告されなかったなどとは誰にも言えません。
αὐτὸς γὰρ ἐν τῇ νόσῳ ὢν εὖ φρονῶν διέθετο.
なぜなら、彼自身が病床にありながらも、健全な意識のもとで遺言を作成したからです。
καί μοι κάλει τούτων μάρτυρας.
私にこれらの証人を呼んでください。
§42Μάρτυρες
ἀλλὰ μὴν ὁστισοῦν, ὦ ἄνδρες δικασταί, πρὶν ἀμφότερα δῆλα γενέσθαι, πολλοστὸν μέρος τὰ Νικοφήμου τῶν Κόνωνος χρημάτων ᾠήθη ἂν εἶναι.
証人しかしながら、裁判員諸君、両方の事実が明らかになる前には、誰もがニコフェモスの財産はコノンの財産のほんのわずかな一部にすぎないと考えたことでしょう。
Ἀριστοφάνης τοίνυν γῆν μὲν καὶ οἰκίαν ἐκτήσατο πλεῖν ἢ πέντε ταλάντων, κατεχορήγησε δὲ ὑπὲρ αὑτοῦ καὶ τοῦ πατρὸς πεντακισχιλίας δραχμάς, τριηραρχῶν δὲ ἀνήλωσεν ὀγδοήκοντα μνᾶς.
ところがアリストファネスは、五タラント以上の土地と家を購入し、自分と父親のために五千ドラクマを合唱隊奉仕に費やし、三段櫂船艤装奉仕では八十ミナを支出しました。
§43εἰσενήνεκται δὲ ὑπὲρ ἀμφοτέρων οὐκ ἔλαττον μνῶν τετταράκοντα.
また、双方のために納めた非常税は四十ミナを下りません。
εἰς δὲ τὸν ἐπὶ Σικελίας πλοῦν ἀνήλωσεν ἑκατὸν μνᾶς.
シケリアへの遠征には百ミナを費やしました。
εἰς δὲ τὸν ἀπόστολον τῶν τριήρων, ὅτε οἱ Κύπριοι ἦλθον καὶ ἔδοτε αὐτοῖς τὰς δέκα ναῦς, καὶ τῶν πελταστῶν τὴν μίσθωσιν καὶ τῶν ὅπλων τὴν ὠνὴν παρέσχε τρισμυρίας δραχμάς.
さらに、キプロス人たちがやって来てあなた方が十隻の船を与えた際、三段櫂船の派遣のために、軽装歩兵(ペルタステス)の雇い賃と武器の購入費用として、三万ドラクマを提供しました。
καὶ τούτων κεφάλαιον πάντων γίγνεται μικροῦ λείποντος πεντεκαίδεκα τάλαντα.
これらすべての総額は、十五タラントにわずかに及ばない額になります。
§44ὥστε οὐκ ἂν εἰκότως ἡμᾶς αἰτιῷσθε, ἐπεὶ τῶν Κόνωνος, τῶν ὁμολογουμένων δικαίως ἀποφανθῆναι ὑπʼ αὐτοῦ ἐκείνου, πολλαπλασίων δοκούντων πλεῖν ἢ τρίτον μέρος φαίνεται τὰ Ἀριστοφάνους.
したがって、あなた方が私たちを非難するのは不当なことでしょう。 なぜなら、コノン自身によって正しく申告されたと誰もが認める彼の財産が、アリストファネスのそれより何倍も多いと考えられていたにもかかわらず、実際にはアリストファネスの財産がその三分の一以上であることが判明したからです。
καὶ οὐ προσλογιζόμεθα ὅσα αὐτὸς ἐν Κύπρῳ ἔσχε Νικόφημος, οὔσης αὐτῷ ἐκεῖ γυναικὸς καὶ θυγατρός.
しかも私たちは、ニコフェモス自身がキプロスに妻と娘を置いてそこに関連して所有していた財産を、この計算には算入していません。