← リュシアス

第十九弁論 アリストパネスの財産について

§34-44

コノンの遺産とアリストファネスの財産実態

コノンの実際の遺言に記された遺産額を引き合いに出し、事前の予想がいかに誇張されていたかを論じる。そして、アリストファネスの生前の多大な出費と実際の没収額を比較し、彼の隠し財産疑惑がいかに不当であるかを訴える。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§34

φέρε πρὸς θεῶν Ὀλυμπίων· οὕτω γὰρ σκοπεῖτε, ὦ ἄνδρες δικασταί. εἴ τις ὑμῶν ἔτυχε δοὺς1 Τιμοθέῳ τῷ Κόνωνος τὴν θυγατέρα ἢ τὴν ἀδελφήν, καὶ ἐκείνου ἀποδημήσαντος καὶ ἐν διαβολῇ γενομένου ἐδημεύθη ἡ οὐσία, καὶ μὴ ἐγένετο τῇ πόλει πραθέντων ἁπάντων τέτταρα τάλαντα ἀργυρίου, διὰ τοῦτο ἠξιοῦτε ἂν2 τοὺς ἐκείνου καὶ τοὺς προσήκοντας ἀπολέσθαι, ὅτι οὐδὲ πολλοστὸν μέρος τῆς δόξης τῆς παρʼ ὑμῖν ἐφάνη τὰ χρήματα;

さあ、オリンポスの神々に免じて考えてみてください。裁判員諸君、こういうふうに見てほしいのです。もしあなた方のうちの誰かが、コノンの息子ティモテオスに娘か姉妹を嫁がせていたとして、彼が外国へ旅立ち、弾劾されたことでその財産が没収され、すべてが売却された後に市(ポリス)に四タラントの銀すら入らなかったとしたら、その財産があなた方の間で噂されていた評判のほんのわずかな一部にすぎないことが判明したという理由で、彼の親族や関係者たちが破滅させられるべきだとあなた方はお思いになるでしょうか。

§35

ἀλλὰ μὴν τοῦτο πάντες ἐπίστασθε Κόνωνα μὲν ἄρχοντα, Νικόφημον δὲ ποιοῦντα ὅ τι ἐκεῖνος προστάττοι. τῶν οὖν ὠφελειῶν Κόνωνα εἰκὸς πολλοστὸν μέρος ἄλλῳ τινὶ μεταδιδόναι,3 ὥστʼ εἰ οἴονται πολλὰ γενέσθαι Νικοφήμῳ, ὁμολογήσειαν ἂν τὰ Κόνωνος εἶναι πλεῖν ἢ δεκαπλάσια.

それどころか、コノンが指揮官であり、ニコフェモスは彼が命じることは何でも実行していたということを、あなた方は皆知っています。それゆえ、得られた利益のうち、コノンが他の誰かに分け与えたのはほんのわずかな一部にすぎないと考えるのが自然であり、したがって、もし人々がニコフェモスが多くの財産を得たと思うのであれば、コノンの財産はその十倍以上であったと認めることになるでしょう。

§36

ἔτι δὲ φαίνονται οὐδὲν πώποτε διενεχθέντες, ὥστʼ εἰκὸς καὶ περὶ τῶν χρημάτων ταὐτὰ γνῶναι, ἱκανὰ μὲν ἐνθάδε τῷ ὑεῖ ἑκάτερον καταλιπεῖν,4 τὰ δὲ ἄλλα παρʼ αὑτοῖς ἔχειν· ἦν γὰρ Κόνωνι μὲν ὑὸς ἐν Κύπρῳ καὶ γυνή, Νικοφήμῳ δὲ γυνὴ καὶ θυγάτηρ, ἡγοῦντο δὲ καὶ τὰ ἐκεῖ ὁμοίως σφίσιν εἶναι σᾶ ὥσπερ καὶ τὰ ἐνθάδε.

さらに、彼らは一度も意見が対立したことがないように見えます。ですから、財産に関しても同じ考えを持っており、それぞれがここにいる息子に十分なものを残し、残りは自分たちのもとに置いておいたと考えるのが自然です。というのも、コノンにはキプロスに息子と妻がおり、ニコフェモスには妻と娘がいたため、彼らはあちらにある財産も、ここにあるものと同様に自分たちにとって安全なものであると考えていたからです。

§37

πρὸς δὲ τούτοις ἐνθυμεῖσθε ὅτι καὶ εἴ τις μὴ κτησάμενος ἀλλὰ παρὰ τοῦ πατρὸς παραλαβὼν τοῖς παισὶ διένειμεν, οὐκ ἐλάχιστα ἂν αὑτῷ ὑπέλιπε· βούλονται γὰρ πάντες ὑπὸ τῶν παίδων θεραπεύεσθαι ἔχοντες χρήματα μᾶλλον ἢ ἐκείνων δεῖσθαι ἀποροῦντες.

これに加えて、たとえ自分で築いたのではなく父親から財産を受け継いで子供たちに分配した者であっても、自分自身には決して少なくない分を残したはずであることを考慮してください。なぜなら、誰もが自分が困窮して子供たちを頼るようになるよりは、財産を持って子供たちから世話をされたいと願うものだからです。

§38

νῦν τοίνυν εἰ δημεύσαιτε τὰ τοῦ Τιμοθέου, —— ὃ μὴ γένοιτο, εἰ μή τι μέλλει μέγα ἀγαθὸν ἔσεσθαι τῇ πόλει, —— ἐλάττω δὲ ἐξ αὐτῶν λάβοιτʼ ἢ ἃ ἐκ τῶν Ἀριστοφάνους γεγένηται, τούτου ἕνεκα ἠξιοῦτε ἂν τοὺς ἀναγκαίους τοὺς ἐκείνου τὰ σφέτερʼ αὐτῶν ἀπολέσαι; ἀλλʼ οὐκ εἰκός, ὦ ἄνδρες δικασταί· ὁ γὰρ Κόνωνος θάνατος καὶ αἱ διαθῆκαι, ἃς διέθετο ἐν Κύπρῳ, σαφῶς ἐδήλωσαν ὅτι πολλοστὸν μέρος ἦν τὰ χρήματα ὧν ὑμεῖς προσεδοκᾶτε· τῇ μὲν γὰρ Ἀθηναίᾳ καθιέρωσεν εἰς ἀναθήματα καὶ τῷ Ἀπόλλωνι εἰς Δελφοὺς πεντακισχιλίους στατῆρας· τῷ δὲ ἀδελφιδῷ τῷ ἑαυτοῦ, ὃς ἐφύλαττεν αὐτῷ καὶ ἐταμίευε πάντα τὰ ἐν Κύπρῳ, ἔδωκεν ὡς μυρίας δραχμάς, τῷ δὲ ἀδελφῷ τρία τάλαντα· τὰ δὲ λοιπὰ τῷ ὑεῖ κατέλιπε, τάλαντα ἑπτακαίδεκα. τούτων δὲ κεφάλαιόν τι γίγνεται περὶ τετταράκοντα τάλαντα.

さて、それゆえに、もしあなた方がティモテオスの財産を没収し(――市にとって何か大きな利益になるのでない限り、そのようなことが起こりませんように――)、そこから得られたものがアリストファネスの財産から得られたものよりも少なかったとしたら、そのことを理由に、彼の親族が自らの財産を失うべきだとあなた方はお思いになるでしょうか。しかし、それはあり得ないことです、裁判員諸君。なぜなら、コノンの死と彼の遺言が、――彼がキプロスで遺した遺言ですが――それらは、その財産があなた方の期待していたもののほんのわずかな一部にすぎなかったことをはっきりと示しました。というのも、彼はアテナ女神に奉納品として、またデルポイのアポロン神に五千スタテルを捧げ、自らの甥には、キプロスにおけるすべての財産を監視し管理していた者ですが、約一万ドラクマを与え、兄弟には三タラントを与えました。そして残りを息子に残しましたが、それは十七タラントでした。これらの総額は約四十タラントになります。

§41

καὶ οὐδενὶ οἷόν τε εἰπεῖν ὅτι διηρπάσθη ἢ ὡς οὐ δικαίως ἀπεφάνθη· αὐτὸς γὰρ ἐν τῇ νόσῳ ὢν εὖ φρονῶν διέθετο. καί μοι κάλει τούτων μάρτυρας.

そして、それが略奪されたとか、正しく申告されなかったなどとは誰にも言えません。なぜなら、彼自身が病床にありながらも、健全な意識のもとで遺言を作成したからです。私にこれらの証人を呼んでください。

§42

Μάρτυρες ἀλλὰ μὴν ὁστισοῦν, ὦ ἄνδρες δικασταί, πρὶν ἀμφότερα δῆλα γενέσθαι, πολλοστὸν μέρος τὰ Νικοφήμου τῶν Κόνωνος χρημάτων ᾠήθη ἂν εἶναι. Ἀριστοφάνης τοίνυν γῆν μὲν καὶ οἰκίαν ἐκτήσατο πλεῖν ἢ πέντε ταλάντων, κατεχορήγησε δὲ ὑπὲρ αὑτοῦ καὶ τοῦ πατρὸς πεντακισχιλίας δραχμάς, τριηραρχῶν δὲ ἀνήλωσεν ὀγδοήκοντα μνᾶς.

証人 しかしながら、裁判員諸君、両方の事実が明らかになる前には、誰もがニコフェモスの財産はコノンの財産のほんのわずかな一部にすぎないと考えたことでしょう。ところがアリストファネスは、五タラント以上の土地と家を購入し、自分と父親のために五千ドラクマを合唱隊奉仕に費やし、三段櫂船艤装奉仕では八十ミナを支出しました。

§43

εἰσενήνεκται δὲ ὑπὲρ ἀμφοτέρων οὐκ ἔλαττον μνῶν τετταράκοντα. εἰς δὲ τὸν ἐπὶ Σικελίας πλοῦν ἀνήλωσεν ἑκατὸν μνᾶς. εἰς δὲ τὸν ἀπόστολον τῶν τριήρων, ὅτε οἱ Κύπριοι ἦλθον καὶ ἔδοτε αὐτοῖς τὰς δέκα ναῦς, καὶ τῶν πελταστῶν τὴν μίσθωσιν καὶ τῶν ὅπλων τὴν ὠνὴν παρέσχε τρισμυρίας δραχμάς. καὶ τούτων κεφάλαιον πάντων γίγνεται μικροῦ λείποντος5 πεντεκαίδεκα τάλαντα.

また、双方のために納めた非常税は四十ミナを下りません。シケリアへの遠征には百ミナを費やしました。さらに、キプロス人たちがやって来てあなた方が十隻の船を与えた際、三段櫂船の派遣のために、軽装歩兵(ペルタステス)の雇い賃と武器の購入費用として、三万ドラクマを提供しました。これらすべての総額は、十五タラントにわずかに及ばない額になります。

§44

ὥστε οὐκ ἂν εἰκότως ἡμᾶς αἰτιῷσθε, ἐπεὶ τῶν Κόνωνος, τῶν ὁμολογουμένων δικαίως ἀποφανθῆναι ὑπʼ αὐτοῦ ἐκείνου, πολλαπλασίων δοκούντων6 πλεῖν ἢ τρίτον μέρος φαίνεται τὰ Ἀριστοφάνους. καὶ οὐ προσλογιζόμεθα ὅσα αὐτὸς ἐν Κύπρῳ ἔσχε Νικόφημος, οὔσης αὐτῷ ἐκεῖ γυναικὸς καὶ θυγατρός.

したがって、あなた方が私たちを非難するのは不当なことでしょう。なぜなら、コノン自身によって正しく申告されたと誰もが認める彼の財産が、アリストファネスのそれより何倍も多いと考えられていたにもかかわらず、実際にはアリストファネスの財産がその三分の一以上であることが判明したからです。しかも私たちは、ニコフェモス自身がキプロスに妻と娘を置いてそこに関連して所有していた財産を、この計算には算入していません。

構文注6 件
  1. 34ἔτυχε δοὺς

    動詞 τυγχάνω と分詞の結合による「たまたま〜する」「〜するに至る」という構文。条件文 εἴ τις ὑμῶν ἔτυχε δοὺς 内で、過去の事実に基づいた仮定を形成している。

  2. 34ἠξιοῦτε ἂν

    接続詞 εἰ(条件節)に対する帰結節。過去直説法に小辞 ἄν が伴うことで、反実仮想の帰結(「〜したであろうか」)を示している。実際にはティモテオスの財産は没収されていないため、事実に反する仮定の帰結として機能する。

  3. 35τῶν οὖν ὠφελειῶν Κόνωνα εἰκὸς πολλοστὸν μέρος ἄλλῳ τινὶ μεταδιδόναι

    動詞 μεταδίδωμι(分け与える)は、分け与える対象を属格(τῶν ὠφελειῶν:部分属格)、与える相手を与格(ἄλλῳ τινί)で取る。不定詞の意味上の主語は対格 Κόνωνα。

  4. 36ἱκανὰ μὲν ἐνθάδε τῷ ὑεῖ ἑκάτερον καταλιπεῖν

    ἑκάτερον(めいめい)が不定詞 καταλιπεῖν の意味上の主語。ἱκανά(十分なもの、中性複数対格)は不定詞の目的語であり、先行する ταὐτὰ γνῶναι(同じ決定をする)の内容を詳細に説明する対格不定詞構文(同格節相当)を形成している。

  5. 43μικροῦ λείποντος

    属格独立分詞構文で、直訳すれば「少しだけ欠けている状態で」。「ほとんど」「〜にわずかに及ばない」という慣用的な数量修飾の表現として、続く数詞 πεντεκαίδεκα τάλαντα に掛かっている。

  6. 44τῶν Κόνωνος ... πολλαπλασίων δοκούντων

    接続詞 ἐπεί に導かれる節の中にある、主文との対比・譲歩を示す属格独立分詞構文。τῶν Κόνωνος(コノンの財産、中性複数属格)が主語で、πολλαπλασίων は述語(「何倍も多いと思われる」)。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0540.tlg019.humanitext-grc2:34-44