§34φέρε πρὸς θεῶν Ὀλυμπίων· οὕτω γὰρ σκοπεῖτε, ὦ ἄνδρες δικασταί.
看在奥林匹斯众神的份上,请诸位陪审员这样来考虑。
εἴ τις ὑμῶν ἔτυχε δοὺς Τιμοθέῳ τῷ Κόνωνος τὴν θυγατέρα ἢ τὴν ἀδελφήν, καὶ ἐκείνου ἀποδημήσαντος καὶ ἐν διαβολῇ γενομένου ἐδημεύθη ἡ οὐσία, καὶ μὴ ἐγένετο τῇ πόλει πραθέντων ἁπάντων τέτταρα τάλαντα ἀργυρίου, διὰ τοῦτο ἠξιοῦτε ἂν τοὺς ἐκείνου καὶ τοὺς προσήκοντας ἀπολέσθαι, ὅτι οὐδὲ πολλοστὸν μέρος τῆς δόξης τῆς παρʼ ὑμῖν ἐφάνη τὰ χρήματα;
如果你们中有人碰巧把自己的女儿或姐妹嫁给了科农之子蒂莫修斯,而当他出国并陷入诽谤时,他的财产被没收了,且在全部售出后甚至没有给城邦带来四塔兰托银子,你们会因为他的财产被发现甚至不及在你们中间所传名声的极小一部分,就认为应当毁灭他的亲属和关联之人吗?
§35ἀλλὰ μὴν τοῦτο πάντες ἐπίστασθε Κόνωνα μὲν ἄρχοντα, Νικόφημον δὲ ποιοῦντα ὅ τι ἐκεῖνος προστάττοι.
然而你们大家都知道,科农是指挥官,而尼科费莫斯执行科农所命令的一切。
τῶν οὖν ὠφελειῶν Κόνωνα εἰκὸς πολλοστὸν μέρος ἄλλῳ τινὶ μεταδιδόναι, ὥστʼ εἰ οἴονται πολλὰ γενέσθαι Νικοφήμῳ, ὁμολογήσειαν ἂν τὰ Κόνωνος εἶναι πλεῖν ἢ δεκαπλάσια.
因此,在获得的利益中,科农很可能只分给别人极小一部分;所以,如果人们认为尼科费莫斯得到了很多,他们就必须承认科农的财产是其十倍以上。
§36ἔτι δὲ φαίνονται οὐδὲν πώποτε διενεχθέντες, ὥστʼ εἰκὸς καὶ περὶ τῶν χρημάτων ταὐτὰ γνῶναι, ἱκανὰ μὲν ἐνθάδε τῷ ὑεῖ ἑκάτερον καταλιπεῖν, τὰ δὲ ἄλλα παρʼ αὑτοῖς ἔχειν· ἦν γὰρ Κόνωνι μὲν ὑὸς ἐν Κύπρῳ καὶ γυνή, Νικοφήμῳ δὲ γυνὴ καὶ θυγάτηρ, ἡγοῦντο δὲ καὶ τὰ ἐκεῖ ὁμοίως σφίσιν εἶναι σᾶ ὥσπερ καὶ τὰ ἐνθάδε.
此外,他们似乎从未有过分歧,因此很可能在财产方面也持有相同的看法,即各自在这里给儿子留下足够的财产,而将其余的留在自己身边;因为科农在塞浦路斯有儿子和妻子,尼科费莫斯也有妻子和女儿,他们认为那里的财产对他们来说和这里的财产一样安全。
§37πρὸς δὲ τούτοις ἐνθυμεῖσθε ὅτι καὶ εἴ τις μὴ κτησάμενος ἀλλὰ παρὰ τοῦ πατρὸς παραλαβὼν τοῖς παισὶ διένειμεν, οὐκ ἐλάχιστα ἂν αὑτῷ ὑπέλιπε· βούλονται γὰρ πάντες ὑπὸ τῶν παίδων θεραπεύεσθαι ἔχοντες χρήματα μᾶλλον ἢ ἐκείνων δεῖσθαι ἀποροῦντες.
除此之外,请考虑这一点,即使不是自己创业而是从父亲那里继承财产并分给子女的人,也不会给自己留下最少的部分;因为所有人都希望在自己有钱时受到子女的侍奉,而不是在贫困时去乞求他们。
§38νῦν τοίνυν εἰ δημεύσαιτε τὰ τοῦ Τιμοθέου, —— ὃ μὴ γένοιτο, εἰ μή τι μέλλει μέγα ἀγαθὸν ἔσεσθαι τῇ πόλει, —— ἐλάττω δὲ ἐξ αὐτῶν λάβοιτʼ ἢ ἃ ἐκ τῶν Ἀριστοφάνους γεγένηται, τούτου ἕνεκα ἠξιοῦτε ἂν τοὺς ἀναγκαίους τοὺς ἐκείνου τὰ σφέτερʼ αὐτῶν ἀπολέσαι; ἀλλʼ οὐκ εἰκός, ὦ ἄνδρες δικασταί·
那么,现在如果你们没收了蒂莫修斯的财产(——但愿不要发生这种事,除非这能给城邦带来巨大的利益——),而从中获得的财产比从阿里斯托芬的财产中获得的还要少,你们会因此认为他的亲属应当失去他们自己的财产吗?
ὁ γὰρ Κόνωνος θάνατος καὶ αἱ διαθῆκαι, §39ἃς διέθετο ἐν Κύπρῳ, σαφῶς ἐδήλωσαν ὅτι πολλοστὸν μέρος ἦν τὰ χρήματα ὧν ὑμεῖς προσεδοκᾶτε· τῇ μὲν γὰρ Ἀθηναίᾳ καθιέρωσεν εἰς ἀναθήματα καὶ τῷ Ἀπόλλωνι εἰς Δελφοὺς πεντακισχιλίους στατῆρας· τῷ δὲ ἀδελφιδῷ τῷ ἑαυτοῦ, §40ὃς ἐφύλαττεν αὐτῷ καὶ ἐταμίευε πάντα τὰ ἐν Κύπρῳ, ἔδωκεν ὡς μυρίας δραχμάς, τῷ δὲ ἀδελφῷ τρία τάλαντα·
但这绝非情理之中,诸位陪审员;因为科农的去世以及他的遗嘱, ——这是他在塞浦路斯立下的遗嘱——清楚地表明,其财产只是你们所期望的极小一部分;因为他向雅典娜女神献祭了贡品,并向德尔斐的白罗神献祭了五千斯塔特尔;而对自己的侄子, ——这个在塞浦路斯为他看守并掌管一切财产的人——他给了大约一万德拉克马,给兄弟三个塔兰托;其余的留给了儿子,共十七塔兰托。
τὰ δὲ λοιπὰ τῷ ὑεῖ κατέλιπε, τάλαντα ἑπτακαίδεκα. τούτων δὲ κεφάλαιόν τι γίγνεται περὶ τετταράκοντα τάλαντα.
这些财产的总额大约是四十塔兰托。
§41καὶ οὐδενὶ οἷόν τε εἰπεῖν ὅτι διηρπάσθη ἢ ὡς οὐ δικαίως ἀπεφάνθη· αὐτὸς γὰρ ἐν τῇ νόσῳ ὢν εὖ φρονῶν διέθετο.
而且任何人都不能说这些财产被掠夺了,或者没有被如实申报;因为是他自己在生病期间,在神志清醒的情况下立下遗嘱的。
καί μοι κάλει τούτων μάρτυρας.
请为我传唤这些事情的证人。
§42Μάρτυρες
ἀλλὰ μὴν ὁστισοῦν, ὦ ἄνδρες δικασταί, πρὶν ἀμφότερα δῆλα γενέσθαι, πολλοστὸν μέρος τὰ Νικοφήμου τῶν Κόνωνος χρημάτων ᾠήθη ἂν εἶναι.
证人然而,诸位陪审员,在两者的事实都明朗之前,任何人都一定会认为尼科费莫斯的财产只是科农财产的极小一部分。
Ἀριστοφάνης τοίνυν γῆν μὲν καὶ οἰκίαν ἐκτήσατο πλεῖν ἢ πέντε ταλάντων, κατεχορήγησε δὲ ὑπὲρ αὑτοῦ καὶ τοῦ πατρὸς πεντακισχιλίας δραχμάς, τριηραρχῶν δὲ ἀνήλωσεν ὀγδοήκοντα μνᾶς.
然而,阿里斯托芬购置了价值超过五塔兰托的土地和房屋,为自己和父亲在合唱队赞助上花费了五千德拉克马,并在担任三列桨战船船长时支出了八十米纳。
§43εἰσενήνεκται δὲ ὑπὲρ ἀμφοτέρων οὐκ ἔλαττον μνῶν τετταράκοντα.
并且他们代表双方缴纳的战争税不少于四十米纳。
εἰς δὲ τὸν ἐπὶ Σικελίας πλοῦν ἀνήλωσεν ἑκατὸν μνᾶς.
为了前往西西里的航行,他花费了一百米纳。
εἰς δὲ τὸν ἀπόστολον τῶν τριήρων, ὅτε οἱ Κύπριοι ἦλθον καὶ ἔδοτε αὐτοῖς τὰς δέκα ναῦς, καὶ τῶν πελταστῶν τὴν μίσθωσιν καὶ τῶν ὅπλων τὴν ὠνὴν παρέσχε τρισμυρίας δραχμάς.
此外,当塞浦路斯人到来且你们给予他们十艘战船时,为了派遣三列桨战船,他提供了三万德拉克马作为轻盾兵的雇金和武器的购买费用。
καὶ τούτων κεφάλαιον πάντων γίγνεται μικροῦ λείποντος πεντεκαίδεκα τάλαντα.
所有这些的总额,只比十五塔兰托少一点。
§44ὥστε οὐκ ἂν εἰκότως ἡμᾶς αἰτιῷσθε, ἐπεὶ τῶν Κόνωνος, τῶν ὁμολογουμένων δικαίως ἀποφανθῆναι ὑπʼ αὐτοῦ ἐκείνου, πολλαπλασίων δοκούντων πλεῖν ἢ τρίτον μέρος φαίνεται τὰ Ἀριστοφάνους.
因此,你们指责我们是不合理的。 因为虽然科农的财产——大家一致承认是由他本人如实申报的——被认为要多出许多倍,但实际上阿里斯托芬的财产显现出超过了其三分之一。
καὶ οὐ προσλογιζόμεθα ὅσα αὐτὸς ἐν Κύπρῳ ἔσχε Νικόφημος, οὔσης αὐτῷ ἐκεῖ γυναικὸς καὶ θυγατρός.
而且我们还没有把尼科费莫斯自己在塞浦路斯所拥有的财产算在内,他在那里也有妻子和女儿。