Humanitext Reader

リュシアス · 第二弁論 コリントス戦争の援軍として斃れた戦士への葬礼弁論 §39-49

サラミス海戦の勝利とギリシアの覇権掌握

5 / 8 箇所 · ギリシア語

要旨

サラミス海戦でのアテナイの驚異的な活躍と、その後のプラタイアイの戦いにおける彼らの貢献、さらに戦後のギリシア世界での覇権獲得とアイギナやコリントスとの戦いの始まりについて叙述されている。

§39ἦ που διὰ τὸν παρόντα φόβον πολλὰ μὲν ᾠήθησαν ἰδεῖν ὧν οὐκ εἶδον, πολλὰ δʼ ἀκοῦσαι ὧν οὐκ ἤκουσαν.
おそらく、彼らは目の前の恐怖のために、実際には見ていない多くのものを見たと思い、聞いていない多くのものを聞いたと思ったのだろう。
ποῖαι δʼ οὐχ ἱκετεῖαι θεῶν ἐγένοντο ἢ θυσιῶν ἀναμνήσεις, ἔλεός τε παίδων καὶ γυναικῶν πόθος οἶκτός τε πατέρων καὶ μητέρων, λογισμὸς δʼ, εἰ δυστυχήσειαν, τῶν μελλόντων ἔσεσθαι κακῶν;
神々へのいかなる懇願が行われず、あるいはいかなる生贄の想起がなされず、子供たちへの憐れみや妻たちへの慕情、父親たちや母親たちへの同情、そして、もし敗北したならば将来訪れるであろう災いへの懸念が[いかになされなかっただろうか]。
§40τίς οὐκ ἂν θεῶν ἠλέησεν αὐτοὺς ὑπὲρ τοῦ μεγέθους τοῦ κινδύνου;
危険の大きさゆえに、神々のうちの誰が彼らを憐れまずにいられただろうか。
ἢ τίς ἀνθρώπων οὐκ ἂν ἐδάκρυσεν;
あるいは、人間のうちの誰が涙を流さずにいられただろうか。
ἢ τίς τῆς τόλμης αὐτοὺς οὐκ ἂν ἠγάσθη;
あるいは、誰が彼らの勇気に感嘆せずにいられただろうか。
ἦ πολὺ πλεῖστον ἐκεῖνοι κατὰ τὴν ἀρετὴν ἁπάντων ἀνθρώπων διήνεγκαν καὶ ἐν τοῖς βουλεύμασι καὶ ἐν τοῖς τοῦ πολέμου κινδύνοις, ἐκλιπόντες μὲν τὴν πόλιν, εἰς τὰς ναῦς δʼ ἐμβάντες, τὰς δʼ αὑτῶν ψυχὰς ὀλίγας οὔσας ἀντιτάξαντες τῷ πλήθει τῷ τῆς Ἀσίας ἐπέδειξαν δὲ πᾶσιν ἀνθρώποις,
実に彼らは、都市を放棄し、船に乗り込み、数少ない自らの命をアジアの大軍に対抗させることによって、計画においても戦争の危険においても、卓越した徳によって全人類の中で遥かに傑出していた。 そして、彼らはすべての人々に示した。
§41νικήσαντες τῇ ναυμαχίᾳ, ὅτι κρεῖττον μετʼ ὀλίγων ὑπὲρ τῆς ἐλευθερίας κινδυνεύειν ἢ μετὰ πολλῶν βασιλευομένων ὑπὲρ τῆς αὑτῶν δουλείας.
海戦に勝利したことによって、奴隷状態にある多くの者たちと共に自らの隷属のために危険を冒すよりも、少数の者たちと共に自由のために危険を冒す方が優れているということを。
§42πλεῖστα δὲ καὶ κάλλιστα ἐκεῖνοι ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας συνεβάλοντο, στρατηγὸν μὲν Θεμιστοκλέα, ἱκανώτατον εἰπεῖν καὶ γνῶναι καὶ πρᾶξαι, ναῦς δὲ πλείους τῶν ἄλλων συμμάχων, ἄνδρας δʼ ἐμπειροτάτους.
彼らはギリシア人の自由のために、語ること、知ること、行うことに最も有能な将軍テミストクレスを、そして他のどの同盟国よりも多くの船を、そして最も経験豊かな人々を提供して、最も多く、最も優れた貢献をした。
καὶ γὰρ τίνες ἂν τούτοις τῶν ἄλλων Ἑλλήνων ἤρισαν γνώμῃ καὶ πλήθει καὶ ἀρετῇ;
というのも、他のギリシア人のうち誰が、思慮においても、数においても、徳においても、彼らと競うことができただろうか。
§43ὥστε δικαίως μὲν ἀναμφισβήτητα τἀριστεῖα τῆς ναυμαχίας ἔλαβον παρὰ τῆς Ἑλλάδος, εἰκότως δὲ τὴν εὐτυχίαν ὁμονοοῦσαν τοῖς κινδύνοις ἐκτήσαντο, γνησίαν δὲ καὶ αὐτόχθονα τοῖς ἐκ τῆς Ἀσίας βαρβάροις τὴν αὑτῶν ἀρετὴν ἐπεδείξαντο.
それゆえ彼らは、当然のこととしてギリシアから異議の余地なき海戦の最優秀の褒賞を受け取り、理にかなったこととして危険に見合った成功を手に入れ、アジアから来たバルバロイに対して、自らの徳が真正であり生粋のものであることを示した。
§44ἐν μὲν οὖν τῇ ναυμαχίᾳ τοιούτους αὑτοὺς παρασχόντες καὶ πολὺ πλεῖστον τῶν κινδύνων μετασχόντες τῇ ἰδίᾳ ἀρετῇ κοινὴν τὴν ἐλευθερίαν καὶ τοῖς ἄλλοις ἐκτήσαντο·
このように、彼らは海戦において自らをそのように示し、危険の大部分を分かち合うことによって、自らの徳によって他の人々にとっても共通の自由を獲得した。
ὕστερον δὲ Πελοποννησίων διατειχιζόντων τὸν Ἰσθμόν, καὶ ἀγαπώντων μὲν τῇ σωτηρίᾳ, νομιζόντων δʼ ἀπηλλάχθαι τοῦ κατὰ θάλατταν κινδύνου, καὶ διανοουμένων τοὺς ἄλλους Ἕλληνας περιιδεῖν ὑπὸ τοῖς βαρβάροις γενομένους,
しかしその後、ペロポネソス人たちが地峡に壁を築き、自らの安全に満足し、海での危険からは免れたと考え、他のギリシア人たちがバルバロイの配下に下るのを黙認しようと企てていたとき、怒ったアテナイ人は彼らに忠告した。
§45ὀργισθέντες Ἀθηναῖοι συνεβούλευον αὐτοῖς, εἰ ταύτην τὴν γνώμην ἕξουσι, περὶ ἅπασαν τὴν Πελοπόννησον τεῖχος περιβαλεῖν·
もしそのような考えを持つのなら、ペロポネソス半島全体を壁で囲むべきだと。
εἰ γὰρ αὐτοὶ ὑπὸ τῶν Ἑλλήνων προδιδόμενοι μετὰ τῶν βαρβάρων ἔσονται, οὔτʼ ἐκείνοις δεήσειν χιλίων νεῶν οὔτε τούτους ὠφελήσειν τὸ ἐν Ἰσθμῷ τεῖχος·
なぜなら、もしアテナイ人自身がギリシア人たちに裏切られてバルバロイ側につくならば、彼らにとって千隻の船も必要なくなり、地峡の壁が彼らを助けることもないだろうからである。
ἀκινδύνως γὰρ ἔσεσθαι τὴν τῆς θαλάττης ἀρχὴν βασιλέως.
海の支配権は王のものとなり、何の危険もなくなるからである。
§46διδασκόμενοι δὲ καὶ νομίζοντες αὐτοὶ μὲν ἄδικά τε ποιεῖν καὶ κακῶς βουλεύεσθαι, Ἀθηναίους δὲ δίκαιά τε λέγειν καὶ τὰ βέλτιστα αὐτοῖς παραινεῖν, ἐβοήθησαν εἰς Πλαταιάς·
彼らは教え諭され、自分たちが不正を行い、悪しき計画を立てているのに対し、アテナイ人は正しいことを語り、最善のことを自分たちに勧めていると考え、プラタイアイへと救援に向かった。
ἀποδράντων δὲ ὑπὸ νύκτα τῶν πλείστων συμμάχων ἐκ τῶν τάξεων διὰ τὸ πλῆθος τῶν πολεμίων, Λακεδαιμόνιοι μὲν καὶ Τεγεᾶται τοὺς βαρβάρους ἐτρέψαντο, Ἀθηναῖοι δὲ καὶ Πλαταιεῖς πάντας τοὺς Ἕλληνας ἐνίκων μαχόμενοι τοὺς ἀπογνόντας τῆς ἐλευθερίας καὶ ὑπομείναντας τὴν δουλείαν.
夜のうちに、敵の多さのために同盟軍の大部分が陣地から逃亡したが、ラケダイモン人とテゲア人はバルバロイを敗走させ、アテナイ人とプラタイアイ人は、自由を諦めて隷属を甘んじて受け入れたすべてのギリシア人と戦ってこれに勝利した。
§47ἐν ἐκείνῃ δὲ τῇ ἡμέρᾳ καλλίστην τελευτὴν τοῖς προτέροις κινδύνοις ἐπιθέντες, βέβαιον μὲν τὴν ἐλευθερίαν τῇ Εὐρώπῃ κατειργάσαντο, ἐν ἅπασι δὲ τοῖς κινδύνοις δόντες ἔλεγχον τῆς ἑαυτῶν ἀρετῆς, καὶ μόνοι καὶ μεθʼ ἑτέρων, καὶ πεζομαχοῦντες καὶ ναυμαχοῦντες, καὶ πρὸς τοὺς βαρβάρους καὶ πρὸς τοὺς Ἕλληνας, ὑπὸ πάντων ἠξιώθησαν, καὶ μεθʼ ὧν ἐκινδύνευον καὶ πρὸς οὓς ἐπολέμουν, ἡγεμόνες γενέσθαι τῆς Ἑλλάδος.
その日に、これまでの危険に最も美しい終わりをもたらし、彼らはヨーロッパの自由を確固たるものとした。 そしてすべての危険において、単独でも他者と一緒でも、陸戦でも海戦でも、バルバロイに対してもギリシア人に対しても、自らの徳の証明を示したことで、彼らと共に危険を冒した者たちからも、彼らが戦った相手からも、すべての者からギリシアの指導者となるにふさわしいと認められた。
§48ὑστέρῳ δὲ χρόνῳ Ἑλληνικοῦ πολέμου καταστάντος διὰ ζῆλον τῶν γεγενημένων καὶ φθόνον τῶν πεπραγμένων, μέγα μὲν ἅπαντες φρονοῦντες, μικρῶν δʼ ἐγκλημάτων ἕκαστοι δεόμενοι, ναυμαχίας Ἀθηναίοις πρὸς Αἰγινήτας καὶ τοὺς ἐκείνων συμμάχους γενομένης ἑβδομήκοντα τριήρεις αὐτῶν ἐλάμβανον.
後になって、それまでに起きたことへの対抗心と成し遂げられたことへの嫉妬のためにギリシア人同士の戦争が勃発した。 皆が誇りを高く持ち、誰もが小さな口実を求めていた。 アテナイ人とアイギナ人およびその同盟軍との間で海戦が起こり、アテナイ人は彼らの三段櫂船を七十隻拿捕した。
§49πολιορκούντων δὲ κατὰ τὸν αὐτὸν χρόνον Αἴγυπτόν τε καὶ Αἴγιναν, καὶ τῆς ἡλικίας ἀπούσης ἔν τε ταῖς ναυσὶ καὶ ἐν τῷ πεζῷ στρατεύματι, Κορίνθιοι καὶ οἱ ἐκείνων σύμμαχοι, ἡγούμενοι ἢ εἰς ἔρημον τὴν χώραν ἐμβαλεῖν ἢ ἐξ Αἰγίνης ἄξειν τὸ στρατόπεδον, ἐξελθόντες πανδημεὶ Γεράνειαν κατέλαβον·
同じ時期に彼らがエジプトとアイギナを包囲しており、主力部隊が船や陸軍として出征して不在であったため、コリントス人とその同盟軍は、もぬけの殻となった国土に侵入するか、あるいはアテナイがアイギナから軍を撤退させるだろうと考え、総出で出撃してゲラネイアを占領した。

語釈・文法注

  1. 39ἔλεός τε παίδων — παίδων, γυναικῶν, πατέρων καὶ μητέρων はすべて客観属格。感情を表す名詞 ἔλεος(憐れみ)、πόθος(切望)、οἶκτος(同情)の対象を示す。「子供たちに対する憐れみ」などと解釈される。
  2. 42στρατηγὸν μὲν Θεμιστοκλέα — 動詞 συνεβάλοντο(貢献した、持ち寄った)の直接目的語である中性複数対格の形容詞 πλεῖστα δὲ καὶ κάλλιστα を具体化する同格(あるいはその目的語部分の並置)として機能している。テミストクレス将軍、船、熟練した兵士たちがアテナイの「最も多く最も優れた貢献」の具体的内容である。
  3. 45οὔτʼ ἐκείνοις δεήσειν — δεήσειν と ὠφελήσειν は、条件文の帰帰部が間接話法によって不定詞(対格不定詞句)となったもの。指示代名詞 ἐκείνοις は、文脈上アテナイ人が裏切った場合の「ペロポネソス人」を指す。アテナイ人がバルバロイ側につけば、ペロポネソス人には1000隻の船も意味をなさなくなり、地峡の壁も彼ら(τούτους:これもペロポネソス人を指す)を救うことはできなくなる、という論理。
  4. 46τοὺς ἀπογνόντας — 先行する πάντας τοὺς Ἕλληνας(すべてのギリシア人)を限定する分詞句。アテナイ人とプラタイアイ人が戦って勝利した相手が、「ギリシア人全員」ではなく「(ペルシア側について)自由を諦め奴隷状態を受け入れたすべてのギリシア人」であることを示している。
  5. 49τῆς ἡλικίας ἀπούσης — 独立属格構文(genitive absolute)。ἡλικία は文字通りには「年齢」を意味するが、ここでは兵役に適した実戦部隊の年齢層(「軍齢の者たち」、「主力部隊」)を指す換喩(metonymy)として用いられている。

この箇所を引用する

リュシアス, 第二弁論 コリントス戦争の援軍として斃れた戦士への葬礼弁論 §39-49. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0540.tlg002.humanitext-grc2:39-49

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。