Humanitext Reader

吕西亚斯 · 国葬演说 §39-49

萨拉米斯海战的胜利与确立希腊霸权

第 5 段,共 8 段 · 希腊语

内容简介

本段叙述了雅典人在萨拉米斯海战中的英勇表现、此后在普拉提亚战役中的关键贡献,以及他们在战后获得希腊世界的领导权,并开始与埃吉纳、科林斯发生早期冲突的过程。

§39ἦ που διὰ τὸν παρόντα φόβον πολλὰ μὲν ᾠήθησαν ἰδεῖν ὧν οὐκ εἶδον, πολλὰ δʼ ἀκοῦσαι ὧν οὐκ ἤκουσαν.
想必是因为眼前的恐惧,他们以为看到了许多未曾看到的事物,听到了许多未曾听到声音。
ποῖαι δʼ οὐχ ἱκετεῖαι θεῶν ἐγένοντο ἢ θυσιῶν ἀναμνήσεις, ἔλεός τε παίδων καὶ γυναικῶν πόθος οἶκτός τε πατέρων καὶ μητέρων, λογισμὸς δʼ, εἰ δυστυχήσειαν, τῶν μελλόντων ἔσεσθαι κακῶν;
对神明的何种恳求未曾发生? 对祭祀的何种重温未曾进行? 对孩子的怜悯、对妻子的思念、对父母的哀怜,以及一旦失败对未来将要发生的灾难的预想,又有何者未曾涌上心头?
§40τίς οὐκ ἂν θεῶν ἠλέησεν αὐτοὺς ὑπὲρ τοῦ μεγέθους τοῦ κινδύνου;
面对如此巨大的危险,神明中有谁不会怜悯他们?
ἢ τίς ἀνθρώπων οὐκ ἂν ἐδάκρυσεν;
人类中有谁不会落泪?
ἢ τίς τῆς τόλμης αὐτοὺς οὐκ ἂν ἠγάσθη;
又有谁不钦佩他们的英勇?
ἦ πολὺ πλεῖστον ἐκεῖνοι κατὰ τὴν ἀρετὴν ἁπάντων ἀνθρώπων διήνεγκαν καὶ ἐν τοῖς βουλεύμασι καὶ ἐν τοῖς τοῦ πολέμου κινδύνοις, ἐκλιπόντες μὲν τὴν πόλιν, εἰς τὰς ναῦς δʼ ἐμβάντες, τὰς δʼ αὑτῶν ψυχὰς ὀλίγας οὔσας ἀντιτάξαντες τῷ πλήθει τῷ τῆς Ἀσίας ἐπέδειξαν δὲ πᾶσιν ἀνθρώποις, §41νικήσαντες τῇ ναυμαχίᾳ, ὅτι κρεῖττον μετʼ ὀλίγων ὑπὲρ τῆς ἐλευθερίας κινδυνεύειν ἢ μετὰ πολλῶν βασιλευομένων ὑπὲρ τῆς αὑτῶν δουλείας.
确实,他们在谋略和战争的危险中,都以美德远远超越了全人类:他们放弃了城市,登上了战船,以自己寡弱的生命去对抗亚洲的大军;他们向全人类证明了,并在海战中获得胜利,证明了与其与众多受奴役之人一同为了自己的奴役而冒险,不如与少数人一同为了自由而面对危险。
§42πλεῖστα δὲ καὶ κάλλιστα ἐκεῖνοι ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας συνεβάλοντο, στρατηγὸν μὲν Θεμιστοκλέα, ἱκανώτατον εἰπεῖν καὶ γνῶναι καὶ πρᾶξαι, ναῦς δὲ πλείους τῶν ἄλλων συμμάχων, ἄνδρας δʼ ἐμπειροτάτους.
他们为了希腊人的自由做出了最多且最卓越的贡献:推举了最擅于言辞、智谋和行动的将军地米斯托克利;提供了比其他盟友更多的战船;以及派出了经验最丰富的人员。
καὶ γὰρ τίνες ἂν τούτοις τῶν ἄλλων Ἑλλήνων ἤρισαν γνώμῃ καὶ πλήθει καὶ ἀρετῇ;
因为在其他希腊人中,又有谁能在智谋、数量和美德上与他们竞争呢?
§43ὥστε δικαίως μὲν ἀναμφισβήτητα τἀριστεῖα τῆς ναυμαχίας ἔλαβον παρὰ τῆς Ἑλλάδος, εἰκότως δὲ τὴν εὐτυχίαν ὁμονοοῦσαν τοῖς κινδύνοις ἐκτήσαντο, γνησίαν δὲ καὶ αὐτόχθονα τοῖς ἐκ τῆς Ἀσίας βαρβάροις τὴν αὑτῶν ἀρετὴν ἐπεδείξαντο.
因此,他们理所当然地从希腊那里获得了无可争议的海战首功,也理所应当得地获得了与所历危险相称的幸运,并向来自亚洲的蛮族展示了他们自身的美德是纯正而土生土长的。
§44ἐν μὲν οὖν τῇ ναυμαχίᾳ τοιούτους αὑτοὺς παρασχόντες καὶ πολὺ πλεῖστον τῶν κινδύνων μετασχόντες τῇ ἰδίᾳ ἀρετῇ κοινὴν τὴν ἐλευθερίαν καὶ τοῖς ἄλλοις ἐκτήσαντο·
因此,他们在海战中表现出如此的品质,并分担了最多的危险,以自身的美德也为他人赢得了共同的自由。
ὕστερον δὲ Πελοποννησίων διατειχιζόντων τὸν Ἰσθμόν, καὶ ἀγαπώντων μὲν τῇ σωτηρίᾳ, νομιζόντων δʼ ἀπηλλάχθαι τοῦ κατὰ θάλατταν κινδύνου, καὶ διανοουμένων τοὺς ἄλλους Ἕλληνας περιιδεῖν ὑπὸ τοῖς βαρβάροις γενομένους, §45ὀργισθέντες Ἀθηναῖοι συνεβούλευον αὐτοῖς, εἰ ταύτην τὴν γνώμην ἕξουσι, περὶ ἅπασαν τὴν Πελοπόννησον τεῖχος περιβαλεῖν· εἰ γὰρ αὐτοὶ ὑπὸ τῶν Ἑλλήνων προδιδόμενοι μετὰ τῶν βαρβάρων ἔσονται, οὔτʼ ἐκείνοις δεήσειν χιλίων νεῶν οὔτε τούτους ὠφελήσειν τὸ ἐν Ἰσθμῷ τεῖχος· ἀκινδύνως γὰρ ἔσεσθαι τὴν τῆς θαλάττης ἀρχὴν βασιλέως.
然而此后,当伯罗奔尼撒人正在地峡筑墙防守,并满足于自身的安全,认为已免受来自海上的危险,且意图听任其他希腊人落入蛮族之手时,感到愤怒的雅典人劝告他们,如果他们持有这种想法,就应当在整个伯罗奔尼撒半岛周围筑起围墙;因为如果雅典人自己被希腊人背叛而投靠蛮族,那么那些人既不需要一千艘船,这道地峡的围墙也无法保护这些人;因为海洋的统治权将毫无悬念地属于国王。
§46διδασκόμενοι δὲ καὶ νομίζοντες αὐτοὶ μὲν ἄδικά τε ποιεῖν καὶ κακῶς βουλεύεσθαι, Ἀθηναίους δὲ δίκαιά τε λέγειν καὶ τὰ βέλτιστα αὐτοῖς παραινεῖν, ἐβοήθησαν εἰς Πλαταιάς·
他们受到教导并认识到自己正在做出不义之事且谋划不当,而雅典人所言极是且给予了他们最好的建议,于是他们前往普拉提亚支援。
ἀποδράντων δὲ ὑπὸ νύκτα τῶν πλείστων συμμάχων ἐκ τῶν τάξεων διὰ τὸ πλῆθος τῶν πολεμίων, Λακεδαιμόνιοι μὲν καὶ Τεγεᾶται τοὺς βαρβάρους ἐτρέψαντο, Ἀθηναῖοι δὲ καὶ Πλαταιεῖς πάντας τοὺς Ἕλληνας ἐνίκων μαχόμενοι τοὺς ἀπογνόντας τῆς ἐλευθερίας καὶ ὑπομείναντας τὴν δουλείαν.
在夜间,由于敌人数量众多,大部分盟友从阵地中逃跑,拉刻代蒙人和特革亚人击退了蛮族,而雅典人和普拉提亚人则与所有放弃自由、甘受奴役的希腊人作战并战胜了他们。
§47ἐν ἐκείνῃ δὲ τῇ ἡμέρᾳ καλλίστην τελευτὴν τοῖς προτέροις κινδύνοις ἐπιθέντες, βέβαιον μὲν τὴν ἐλευθερίαν τῇ Εὐρώπῃ κατειργάσαντο, ἐν ἅπασι δὲ τοῖς κινδύνοις δόντες ἔλεγχον τῆς ἑαυτῶν ἀρετῆς, καὶ μόνοι καὶ μεθʼ ἑτέρων, καὶ πεζομαχοῦντες καὶ ναυμαχοῦντες, καὶ πρὸς τοὺς βαρβάρους καὶ πρὸς τοὺς Ἕλληνας, ὑπὸ πάντων ἠξιώθησαν, καὶ μεθʼ ὧν ἐκινδύνευον καὶ πρὸς οὓς ἐπολέμουν, ἡγεμόνες γενέσθαι τῆς Ἑλλάδος.
在那一天,他们为先前的危险画上了最完美的句号,确立了欧洲的自由;并在所有的危险中,无论是以一己之力还是与他人协力,无论是在陆战还是在海战中,无论是对抗蛮族还是对抗希腊人,他们都证明了自己的美德,因而被所有人——无论是与他们共担危险的人,还是与他们交战的人——一致认为配得上成为希腊的领袖。
§48ὑστέρῳ δὲ χρόνῳ Ἑλληνικοῦ πολέμου καταστάντος διὰ ζῆλον τῶν γεγενημένων καὶ φθόνον τῶν πεπραγμένων, μέγα μὲν ἅπαντες φρονοῦντες, μικρῶν δʼ ἐγκλημάτων ἕκαστοι δεόμενοι, ναυμαχίας Ἀθηναίοις πρὸς Αἰγινήτας καὶ τοὺς ἐκείνων συμμάχους γενομένης ἑβδομήκοντα τριήρεις αὐτῶν ἐλάμβανον.
后来,由于对过去发生之事的竞争之心和对已成之功的嫉妒,希腊人内部爆发了战争。 所有人都心高气傲,每个人只需要微小的借口。 在雅典人与埃吉纳人及其盟友发生海战时,雅典人捕获了他们七十艘三段桨船。
§49πολιορκούντων δὲ κατὰ τὸν αὐτὸν χρόνον Αἴγυπτόν τε καὶ Αἴγιναν, καὶ τῆς ἡλικίας ἀπούσης ἔν τε ταῖς ναυσὶ καὶ ἐν τῷ πεζῷ στρατεύματι, Κορίνθιοι καὶ οἱ ἐκείνων σύμμαχοι, ἡγούμενοι ἢ εἰς ἔρημον τὴν χώραν ἐμβαλεῖν ἢ ἐξ Αἰγίνης ἄξειν τὸ στρατόπεδον, ἐξελθόντες πανδημεὶ Γεράνειαν κατέλαβον·
与此同时,雅典人正同时围攻埃及和埃吉纳,适龄服役的男子都在战船上或陆军中外出征战,科林斯人及其盟友认为,他们要么能侵入空虚的雅典国土,要么能迫使雅典从埃吉纳撤军,于是倾巢出动,占领了格拉内亚。

词汇与语法注释

  1. 39ἔλεός τε παίδων — 属格 παίδων、γυναικῶν、πατέρων καὶ μητέρων 均为宾格性属格(客观属格),表示表示情感的名词 ἔλεος(怜悯)、πόθος(思念)、οἶκτος(哀怜)的对象,即“对孩子的怜悯”等。
  2. 42στρατηγὸν μὲν Θεμιστοκλέα — 这些宾格词(στρατηγὸν, ναῦς, ἄνδρας)作为同位语或直接宾语,具体化了由动词 συνεβάλοντο(贡献)所支配的前文中的中性复数宾格形容词 πλεῖστα δὲ καὶ κάλλιστα。地米斯托克利将军、战船以及经验丰富的人员即是其具体贡献的内容。
  3. 45οὔτʼ ἐκείνοις δεήσειν — δεήσειν 和 ὠφελήσειν 为间接引语中的不定式,表示条件句的归结部。指示代词 ἐκείνοις 结合上下文指代“伯罗奔尼撒人”:如果雅典人背叛并投靠蛮族,那些人(伯罗奔尼撒人)既不需要一千艘船(因为雅典船只已变成敌对力量,防守已无意义),地峡的围墙也无法保护这些人(τούτους,同样指代伯罗奔尼撒人)。
  4. 46τοὺς ἀπογνόντας — 此分词短语修饰并限定前文的 πάντας τοὺς Ἕλληνας(所有希腊人)。它指明,雅典人和普拉提亚人所交战并战胜的,是那些“放弃了自由并甘受奴役”的希腊人(即投靠波斯的希腊人),而非全体希腊人。
  5. 49τῆς ἡλικίας ἀπούσης — 属格独立结构(genitive absolute)。名词 ἡλικία(字面意为“年龄”)在此处作换喻,指代适合服兵役的适龄男子(即“主力部队”),他们当时正外出征战。

引用这一段

吕西亚斯, 国葬演说 §39-49. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0540.tlg002.humanitext-grc2:39-49

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。