Humanitext Reader

リュシアス · 第二弁論 コリントス戦争の援軍として斃れた戦士への葬礼弁論 §28-38

クセルクセスの侵攻とサラミス海戦の決意

4 / 8 箇所 · ギリシア語

要旨

クセルクセス率いるペルシア大軍のギリシア侵攻に対し、アテナイはアルテミシオン海戦へ、スパルタはテルモピュライの戦いへと赴き、スパルタが全滅した後にアテナイは祖国を空にしてサラミスへと避難し、不退転の決意でサラミス海戦に臨む。

§28ἂν ἔργον εἴη καταλέξαι·
[すべてを]列挙することは大仕事であろう。
ὃ δὲ μέγιστον σημεῖον τοῦ πλήθους·
だが、彼らの数の多さの最大の証拠はこれである。
ἐξὸν γὰρ αὐτῷ χιλίαις ναυσὶ διαβιβάσαι κατὰ τὸ στενότατον τοῦ Ἑλλησπόντου τὴν πεζὴν στρατιὰν ἐκ τῆς Ἀσίας εἰς τὴν Εὐρώπην, οὐκ ἠθέλησεν, ἡγούμενος τὴν διατριβὴν αὑτῷ §29πολλὴν ἔσεσθαι·
すなわち、彼(クセルクセス)は千隻の船でヘレスポントスの最も狭い場所を通って歩兵軍をアジアからヨーロッパへと渡らせることができたのに、それを望まず、自らにとっての引き延ばしが大きくなるだろうと考えた。
ἀλλʼ ὑπεριδὼν καὶ τὰ φύσει πεφυκότα καὶ τὰ θεῖα πράγματα καὶ τὰς ἀνθρωπίνας διανοίας ὁδὸν μὲν διὰ τῆς θαλάττης ἐποιήσατο, πλοῦν δὲ διὰ τῆς γῆς ἠνάγκασε γενέσθαι, ζεύξας μὲν τὸν Ἑλλήσποντον, διορύξας δὲ τὸν Ἄθω, ὑφισταμένου οὐδενός, ἀλλὰ τῶν μὲν ἀκόντων ὑπακουόντων, τῶν δὲ ἑκόντων προδιδόντων.
そうして、自然の法則も神の営みも人間の思慮をも軽んじ、海を通る道路を作り、陸を通る航海を余儀なくさせた。 すなわち、ヘレスポントスに橋を架け、アトス山に運河を掘ることであったが、これには誰も抵抗せず、ある者たちは不本意ながらも従い、他の者たちは自発的に裏切った。
οἱ μὲν γὰρ οὐχ ἱκανοὶ ἦσαν ἀμύνασθαι, οἱ δʼ ὑπὸ χρημάτων διεφθαρμένοι·
というのも、ある者たちは抵抗する力がなく、他の者たちは金銭によって買収されていたからである。
ἀμφότερα δʼ ἦν αὐτοὺς τὰ πείθοντα, §30κέρδος καὶ δέος.
彼らを従わせたのは、利益と恐怖という両方の要素であった。
Ἀθηναῖοι δʼ οὕτω διακειμένης τῆς Ἑλλάδος αὐτοὶ μὲν εἰς τὰς ναῦς ἐμβάντες ἐπʼ Ἀρτεμίσιον ἐβοήθησαν, Λακεδαιμόνιοι δὲ καὶ τῶν συμμάχων ἔνιοι εἰς Θερμοπύλας ἀπήντησαν, ἡγούμενοι διὰ τὴν στενότητα τῶν χωρίων τὴν πάροδον οἷοί τʼ ἔσεσθαι διαφυλάξαι.
ギリシアがこのような状態にある中で、アテナイ人自身は船に乗り込んでアルテミシオンへ救援に赴き、ラケダイモン人と同盟軍の一部はテルモピュライで敵を迎え撃った。 地勢の狭さによって通路を守り抜くことができるだろうと考えたからである。
§31γενομένου δὲ τοῦ κινδύνου κατὰ τὸν αὐτὸν χρόνον Ἀθηναῖοι μὲν ἐνίκων τῇ ναυμαχίᾳ, Λακεδαιμόνιοι δέ, οὐ ταῖς ψυχαῖς ἐνδεεῖς γενόμενοι, ἀλλὰ τοῦ πλήθους ψευσθέντες καὶ οὓς φυλάξειν ᾤοντο καὶ πρὸς οὓς κινδυνεύσειν ἔμελλον, διεφθάρησαν οὐχ ἡττηθέντες τῶν ἐναντίων, ἀλλʼ ἀποθανόντες §32οὗπερ ἐτάχθησαν μάχεσθαι·
同じ時期に戦闘が起きると、アテナイ人は海戦において勝利したが、ラケダイモン人は気概において劣っていたからではなく、敵の多さと、自分たちが守るべきだと考えていた人々、そして自分たちが立ち向かうはずであった人々とに欺かれたために、敵に敗北したからではなく、戦うように配置されたまさにその場所で討ち死にしたことによって、全滅したのである。
τούτῳ δὲ τῷ τρόπῳ τῶν μὲν δυστυχησάντων, τῶν δὲ τῆς παρόδου κρατησάντων, οἱ μὲν ἐπορεύοντο ἐπὶ τήνδε τὴν πόλιν, οἱ δʼ ἡμέτεροι πρόγονοι πυθόμενοι μὲν τὴν γεγενημένην Λακεδαιμονίοις συμφοράν, ἀποροῦντες δὲ τοῖς περιεστηκόσι πράγμασιν, εἰδότες δʼ ὅτι, εἰ μὲν κατὰ γῆν τοῖς βαρβάροις ἀπαντήσονται, ἐπιπλεύσαντες χιλίαις ναυσὶν ἐρήμην τὴν πόλιν λήψονται, εἰ δὲ εἰς τὰς τριήρεις ἐμβήσονται, ὑπὸ τῆς πεζῆς στρατιᾶς ἁλώσονται, ἀμφότερα δὲ οὐ δυνήσονται, ἀμύνασθαί τε καὶ φυλακὴν ἱκανὴν καταλιπεῖν,
このようにして、一方が不運に見舞われ、他方が通路を確保したため、敵はこの都市へと進軍した。 我々の祖先は、ラケダイモン人に起きた惨事を知り、自分たちを取り巻く状況に窮しながらも、次のことを自覚していた。 すなわち、もし陸上でバルバロイを迎え撃てば、敵は千隻の船で押し寄せて、もぬけの殻となった都市を占領するだろうし、もし三段櫂船に乗り込めば、陸軍によって都市は攻略されるだろう、そして、防衛することと十分な守備隊を残すことの両方はできないだろうということを。
§33δυοῖν δὲ προκειμένοιν, πότερον χρὴ τὴν πατρίδα ἐκλιπεῖν ἢ μετὰ τῶν βαρβάρων γενομένους καταδουλώσασθαι τοὺς Ἕλληνας, ἡγησάμενοι κρεῖττον εἶναι μετʼ ἀρετῆς καὶ πενίας καὶ φυγῆς ἐλευθερίαν ἢ μετʼ ὀνείδους καὶ πλούτου δουλείαν τῆς πατρίδος, ἐξέλιπον ὑπὲρ τῆς Ἑλλάδος τὴν πόλιν, ἵνʼ ἐν μέρει πρὸς ἑκατέραν ἀλλὰ μὴ πρὸς ἀμφοτέρας ἅμα τὰς δυνάμεις κινδυνεύσωσιν·
そして、祖国を捨てるべきか、それともバルバロイの側についてギリシア人を奴隷化するのを手伝うべきかという、二つの選択肢が目の前にある中で、彼らは、徳と貧困と亡命を伴う自由の方が、恥辱と富を伴う祖国の奴隷状態よりも優れていると考え、ギリシアのために都市を離れた。 それは、両方の軍勢と同時に戦うのではなく、それぞれと別々に戦うためであった。
§34ὑπεκθέμενοι δὲ παῖδας καὶ γυναῖκας καὶ μητέρας εἰς Σαλαμῖνα, συνήθροιζον καὶ τὸ τῶν ἄλλων συμμάχων ναυτικόν.
彼らは子供たち、妻たち、そして母親たちをサラミスへ避難させて、他の同盟軍の海軍をも集結させた。
οὐ πολλαῖς δʼ ὕστερον ἡμέραις ἦλθε καὶ ἡ πεζὴ στρατιὰ καὶ τὸ ναυτικὸν τὸ τῶν βαρβάρων, ὃ τίς οὐκ ἂν ἰδὼν ἐφοβήθη, ὡς μέγας καὶ δεινὸς τῇδε τῇ πόλει κίνδυνος ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἠγωνίσθη;
それから数日も経たないうちに、バルバロイの陸軍と海軍が到着した。 それを見て恐れない者がいただろうか。 この都市のために、ギリシア人の自由をめぐっていかに大きく凄まじい決戦が戦い抜かれたことか。
§35ποίαν δὲ γνώμην εἶχον ἢ οἱ θεώμενοι τοὺς ἐν ταῖς ναυσὶν ἐκείναις, οὔσης καὶ τῆς αὑτῶν σωτηρίας ἀπίστου καὶ τοῦ προσιόντος κινδύνου, ἢ οἱ μέλλοντες ναυμαχήσειν ὑπὲρ τῆς φιλότητος, ὑπὲρ τῶν ἄθλων τῶν ἐν Σαλαμῖνι;
あの船の中にいる者たちを見守っていた人々も、自分たちの救済も迫り来る危険も予測できない中で、どのような気持ちであっただろうか。 また、親しい人々のために、サラミスでの決戦という恩賞のために、海戦を戦おうとしていた人々は、どのような気持ちであっただろうか。
§36οἷς τοσοῦτον πανταχόθεν περιειστήκει πλῆθος πολεμίων, ὥστε ἐλάχιστον μὲν αὐτοῖς εἶναι τῶν παρόντων κακῶν τὸ θάνατον τὸν αὑτῶν προειδέναι, μεγίστην δὲ συμφοράν, ἃ ὑπὸ τῶν βαρβάρων εὐτυχησάντων τοὺς ὑπεκτεθέντας ἤλπιζον πείσεσθαι.
彼らの周りには、四方からあまりにも多くの敵が取り囲んでいたので、彼らにとって目の前の不条理の中で自らの死を予見することなどは最も小さなことであり、もしバルバロイが勝利した場合に避難させた人々が被るであろうと彼らが予期していた事柄こそが、最大の惨事であった。
§37ἦ που διὰ τὴν ὑπάρχουσαν ἀπορίαν πολλάκις μὲν ἐδεξιώσαντο ἀλλήλους, εἰκότως δὲ σφᾶς αὐτοὺς ὠλοφύραντο, εἰδότες μὲν τὰς σφετέρας ναῦς ὀλίγας οὔσας, ὁρῶντες δὲ πολλὰς τὰς τῶν πολεμίων, ἐπιστάμενοι δὲ τὴν μὲν πόλιν ἠρημωμένην, τὴν δὲ χώραν πορθουμένην καὶ μεστὴν τῶν βαρβάρων, ἱερῶν δὲ καιομένων, ἁπάντων δʼ ἐγγὺς ὄντων τῶν δεινῶν,
おそらく、その差し迫った窮状のために、彼らは何度も互いに右手を取り合い、当然のことながら自らの運命を嘆き悲しんだ。 自分たちの船がわずかであることを知り、敵の船が多数あるのを見、都市は荒廃し、領土は蹂躙されてバルバロイで満ちており、神殿は焼かれ、あらゆる恐ろしい事態が間近に迫っていることを自覚しながら。
§38ἀκούοντες δʼ ἐν ταὐτῷ συμμεμειγμένου Ἑλληνικοῦ καὶ βαρβαρικοῦ παιῶνος, παρακελευσμοῦ δʼ ἀμφοτέρων καὶ κραυγῆς τῶν διαφθειρομένων, καὶ τῆς θαλάττης μεστῆς τῶν νεκρῶν, καὶ πολλῶν μὲν συμπιπτόντων καὶ φιλίων καὶ πολεμίων ναυαγίων, ἀντιπάλου δὲ πολὺν χρόνον οὔσης τῆς ναυμαχίας δοκοῦντες τοτὲ μὲν νενικηκέναι καὶ σεσῶσθαι, τοτὲ δʼ ἡττῆσθαι καὶ ἀπολωλέναι.
同時に、ギリシア語とバルバロイの言葉の入り混じった勝鬨の歌を聞き、双方の励まし合いの声と滅びゆく者たちの叫び声を聞き、海が死体で満ち、味方の船も敵の船も多くの難破船が衝突し合う中で、海戦が長い間互角であったため、ある時には勝利して救われたと思い、またある時には敗北して滅びたと思いながら。

語釈・文法注

  1. 28ἐξὸν γὰρ αὐτῷ — 非人称動詞 ἔξεστι(可能である、許されている)の現在分詞対格中性単数形 ἐξόν が、対格絶対(accusative absolute)として用いられている。「〜することができたのにもかかわらず」という譲歩の意味を表す。
  2. 31τοῦ πλήθους ψευσθέντες — 受動態(または中動態)の分詞 ψευσθέντες(欺かれて、見誤って)は属格支配であり、ここでは敵の多さ(τοῦ πλήθους)と、続く関係代名詞 οὕς および πρός οὕς の先行詞に係っている。客観的事実について誤認したことを示す。
  3. 33δυοῖν δὲ προκειμένοιν — 両数(双数)形を用いた属格絶対構文。「二つの選択肢が提示されている中で」の意であり、具体的内容は πότερον... 以下の間接疑問節によって説明される。
  4. 36ἃ ὑπὸ τῶν βαρβάρων εὐτυχησάντων τοὺς ὑπεκτεθέντας ἤλπιζον πείσεσθαι — ἤλπιζον(彼らは予期していた)に導かれた対格不定詞(A.C.I.)構文。不定詞 πείσεσθαι(πάσχω「被る」の未来)の意味上の主語は τοὺς ὑπεκτεθέντας(避難させられた人々)、対格の目的語は関係代名詞 ἃ、動作主は前置詞句 ὑπὸ τῶν βαρβάρων εὐτυχησάντων(勝利したバルバロイによって)である。

この箇所を引用する

リュシアス, 第二弁論 コリントス戦争の援軍として斃れた戦士への葬礼弁論 §28-38. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0540.tlg002.humanitext-grc2:28-38

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。