§19νόμῳ τοὺς ἀγαθοὺς τιμῶντες καὶ τοὺς κακοὺς κολάζοντες, ἡγησάμενοι θηρίων μὲν ἔργον εἶναι ὑπʼ ἀλλήλων βίᾳ κρατεῖσθαι, ἀνθρώποις δὲ προσήκειν νόμῳ μὲν ὁρίσαι τὸ δίκαιον, λόγῳ δὲ πεῖσαι, ἔργῳ δὲ τούτοις ὑπηρετεῖν, ὑπὸ νόμου μὲν βασιλευομένους, ὑπὸ λόγου δὲ διδασκομένους.
法によって善き人々を称え、悪しき人々を懲らしめ、互いに暴力によって支配されることは獣のなすこと(業)であり、人間にとっては、法によって正義を規定し、言論によって説得し、行動によってこれらに仕えることがふさわしいと考えたからである。 すなわち、法によって統治され、言論によって教え導かれながら。
§20καὶ γάρ τοι καὶ φύντες καλῶς καὶ γνόντες ὅμοια, πολλὰ μὲν καλὰ καὶ θαυμαστὰ οἱ πρόγονοι τῶν ἐνθάδε κειμένων εἰργάσαντο, ἀείμνηστα δὲ καὶ μεγάλα καὶ πανταχοῦ οἱ ἐξ ἐκείνων γεγονότες τρόπαια διὰ τὴν αὑτῶν ἀρετὴν κατέλιπον.
それゆえにこそ、生まれも良く、志も同じくして、ここに横たわる人々の祖先は多くの美しく驚嘆すべき業績を成し遂げ、彼らの子孫もまた、自らの徳によって、不朽にして偉大な戦勝記念碑をいたるところに残した。
μόνοι γὰρ ὑπὲρ ἁπάσης τῆς Ἑλλάδος πρὸς πολλὰς μυριάδας τῶν βαρβάρων διεκινδύνευσαν.
彼らこそは、ギリシア全土のために、バルバロイの何万という大軍に対して、単独で危険に立ち向かったからである。
§21ὁ γὰρ τῆς Ἀσίας βασιλεὺς οὐκ ἀγαπῶν τοῖς ὑπάρχουσιν ἀγαθοῖς, ἀλλʼ ἐλπίζων καὶ τὴν Εὐρώπην δουλώσεσθαι, ἔστειλε πεντήκοντα μυριάδας στρατιάν.
アジアの王は、手元にある富に満足せず、ヨーロッパをも奴隷にすることを望んで、50万の軍勢を派遣した。
ἡγησάμενοι δέ, εἰ τήνδε τὴν πόλιν ἢ ἑκοῦσαν φίλην ποιήσαιντο ἢ ἄκουσαν καταστρέψαιντο, ῥαδίως τῶν πολλῶν Ἑλλήνων ἄρξειν, ἀπέβησαν εἰς Μαραθῶνα, νομίσαντες οὕτως ἂν ἐρημοτάτους εἶναι συμμάχων, εἰ ἔτι στασιαζούσης τῆς Ἑλλάδος ᾧ τινι χρὴ τρόπῳ τοὺς ἐπιόντας ἀμύνασθαι, τὸν κίνδυνον ποιήσαιντο.
そして彼らは、もしこの都市を自発的に友とするか、さもなくば不本意ながらも屈服させるならば、他のギリシア人たちを容易に支配できると考え、マラトンに上陸した。 ギリシアが、侵略してくる者たちをいかなる方法で防ぐべきかについて、いまだ内紛を続けているうちに戦端を開けば、アテナイ人が同盟軍から最も見放された状態になるだろうと考えたからである。
§22ἔτι δʼ αὐτοῖς ἐκ τῶν προτέρων ἔργων περὶ τῆς πόλεως τοιαύτη δόξα παρειστήκει, ὡς εἰ μὲν πρότερον ἐπʼ ἄλλην πόλιν ἴασιν, ἐκείνοις καὶ Ἀθηναίοις πολεμήσουσι· προθύμως γὰρ τοῖς ἀδικουμένοις ἥξουσι βοηθήσοντες·
さらに、彼らの心には、これまでの事績からこの都市について次のような評判が定着していた。 すなわち、もし自分たちが先に他の都市に進軍するならば、その都市の人々だけでなくアテナイ人とも戦うことになるだろう(なぜならアテナイ人は不正を被っている人々を熱心に助けに来るだろうから)。
εἰ δʼ ἐνθάδε πρῶτον ἀφίξονται, οὐδένας ἄλλους τῶν Ἑλλήνων τολμήσειν ἑτέρους σῴζοντας φανερὰν ἔχθραν πρὸς ἐκείνους ὑπὲρ αὐτῶν καταθέσθαι.
しかし、もし自分たちがまずここに到着するならば、他のギリシア人の誰も、他人を救おうとして、自分たちのためにアジアの王に対する明白な敵対関係を築くような大胆なことはしないだろう、ということである。
§23οἱ μὲν τοίνυν ταῦτα διενοοῦντο·
さて、彼らはそのように考えていた。
οἱ δʼ ἡμέτεροι πρόγονοι οὐ λογισμῷ εἰδότες τοὺς ἐν τῷ πολέμῳ κινδύνους, ἀλλὰ νομίζοντες τὸν εὐκλεᾶ θάνατον ἀθάνατον περὶ τῶν ἀγαθῶν καταλείπειν λόγον, οὐκ ἐφοβήθησαν τὸ πλῆθος τῶν ἐναντίων, ἀλλὰ τῇ αὑτῶν ἀρετῇ μᾶλλον ἐπίστευσαν.
しかし我々の祖先は、戦争における危険を理性的計算によって測るのではなく、名誉ある死こそが、善き人々について不滅の評判を残すものであると考えて、敵の多さを恐れず、むしろ自らの徳を信じた。
καὶ αἰσχυνόμενοι ὅτι ἦσαν οἱ βάρβαροι αὐτῶν ἐν τῇ χώρᾳ, οὐκ ἀνέμειναν πυθέσθαι οὐδὲ βοηθῆσαι τοὺς συμμάχους, οὐδʼ ᾠήθησαν δεῖν ἑτέροις τῆς σωτηρίας χάριν εἰδέναι, ἀλλὰ σφίσιν αὐτοῖς τοὺς ἄλλους Ἕλληνας.
そして、バルバロイが自分たちの領土に入っていることを恥じ、同盟軍が知らせを聞くのも、助けに来るのも待たず、自分たちの救済について他者に感謝すべきだとは考えず、むしろ他のギリシア人たちが自分たちに感謝すべきであると考えた。
§24ταῦτα μιᾷ γνώμῃ πάντες γνόντες ἀπήντων ὀλίγοι πρὸς πολλούς·
これらすべてを一致した決意のもとに確信し、少数の身で多数 of 敵に立ち向かった。
ἐνόμιζον γὰρ ἀποθανεῖν μὲν αὐτοῖς μετὰ πάντων προσήκειν, ἀγαθοὺς δʼ εἶναι μετʼ ὀλίγων, καὶ τὰς μὲν ψυχὰς ἀλλοτρίας διὰ τὸν θάνατον κεκτῆσθαι, τὴν δʼ ἐκ τῶν κινδύνων μνήμην ἰδίαν καταλείψειν.
なぜなら彼らは、死ぬことはすべての人とともに自分たちにも免れないことであるが、善くあることは少数の者とともに果たすべきことであり、自らの命は死によって他者のものとなるが、危険から生じる記憶は自分たち独自のものとして残るだろうと考えていたからである。
ἠξίουν δέ, οὓς μὴ μόνοι νικῷεν, οὐδʼ ἂν μετὰ τῶν συμμάχων δύνασθαι·
また、自分たちだけで打ち負かせないような相手には、同盟軍と一緒であっても勝てないだろうと考えた。
καὶ ἡττηθέντες μὲν ὀλίγῳ τῶν ἄλλων προαπολεῖσθαι, νικήσαντες δὲ καὶ τοὺς ἄλλους ἐλευθερώσειν.
そして、敗北すれば他の者たちよりも少し早く滅びるだけであり、勝利すれば他の者たちをも自由にするだろうと考えたのである。
§25ἄνδρες δʼ ἀγαθοὶ γενόμενοι, καὶ τῶν μὲν σωμάτων ἀφειδήσαντες, ὑπὲρ δὲ τῆς ἀρετῆς οὐ φιλοψυχήσαντες, καὶ μᾶλλον τοὺς παρʼ αὑτοῖς νόμους αἰσχυνόμενοι ἢ τὸν πρὸς τοὺς πολεμίους κίνδυνον φοβούμενοι, ἔστησαν μὲν τρόπαιον ὑπὲρ τῆς Ἑλλάδος τῶν βαρβάρων ἐν τῇ αὑτῶν, ὑπὲρ χρημάτων εἰς τὴν ἀλλοτρίαν ἐμβαλόντων,
そして彼らは勇士となり、自らの身体を惜しまず、徳のために命にしがみつこうとはせず、敵に対する危険を恐れるよりも、自分たちの中にある法を重んじて恥じる心を抱き、富のために他国に侵入してきたバルバロイを相手に、自らの地において、ギリシア全土のための戦勝記念碑を打ち立てたのである、自らの領土の境界において。
§26παρὰ τοὺς ὅρους τῆς χώρας, οὕτω δὲ διὰ ταχέων τὸν κίνδυνον ἐποιήσαντο, ὥστε οἱ αὐτοὶ τοῖς ἄλλοις ἀπήγγειλαν τήν τʼ ἐνθάδε ἄφιξιν τῶν βαρβάρων καὶ τὴν νίκην τῶν προγόνων.
そして彼らはこれほど迅速にその危険を処理したため、同一の者たちが他のギリシア人に対して、バルバロイの当地への到来と、我々の祖先の勝利とを同時に報告することとなった。
καὶ γάρ τοι οὐδεὶς τῶν ἄλλων ἔδεισεν ὑπὲρ τοῦ μέλλοντος κινδύνου, ἀλλʼ ἀκούσαντες ὑπὲρ τῆς αὑτῶν ἐλευθερίας ἥσθησαν.
それゆえ、他の人々の誰もが、迫り来る危険を恐れることなく、かえって自分たちの自由のために喜んだのである。
ὥστε οὐδὲν θαυμαστόν, πάλαι τῶν ἔργων γεγενημένων, ὥσπερ καινῶν ὄντων ἔτι καὶ νῦν τὴν ἀρετὴν αὐτῶν ὑπὸ πάντων ἀνθρώπων ζηλοῦσθαι.
したがって、それらの業績がはるか昔のものであるにもかかわらず、まるで最近のことであるかのように、今なおその徳がすべての人々から称賛されているのは、何ら不思議なことではない。
§27μετὰ ταῦτα δὲ Ξέρξης ὁ τῆς Ἀσίας βασιλεύς, καταφρονήσας μὲν τῆς Ἑλλάδος, ἐψευσμένος δὲ τῆς ἐλπίδος, ἀτιμαζόμενος δὲ τῷ γεγενημένῳ, ἀχθόμενος δὲ τῇ συμφορᾷ, ὀργιζόμενος δὲ τοῖς αἰτίοις, ἀπαθὴς δʼ ὢν κακῶν καὶ ἄπειρος ἀνδρῶν ἀγαθῶν, δεκάτῳ ἔτει παρασκευασάμενος διακοσίαις μὲν καὶ χιλίαις ναυσὶν ἀφίκετο, τῆς δὲ πεζῆς στρατιᾶς οὕτως ἄπειρον τὸ πλῆθος ἦγεν, ὥστε καὶ τὰ ἔθνη τὰ μετʼ αὐτοῦ ἀκολουθήσαντα πολὺ
その後、アジアの王クセルクセスは、ギリシアを軽んじ、その期待を裏切られ、起きたことに不名誉を感じ、その災難に憤り、その原因となった者たちに怒りを募らせ、自らは災厄を経験したことがなく、勇敢な人々を知ることもないまま、10年目に準備を整えて、1200隻の軍船を率いてやって来た。 そして、率いてきた歩兵の軍勢は数え切れないほど多く、彼に従う諸民族すら極めて多く