Humanitext Reader

吕西亚斯 · 国葬演说 §28-38

薛西斯入侵与萨拉米斯海战的决意

第 4 段,共 8 段 · 希腊语

内容简介

面对薛西斯率领的波斯大军入侵,雅典与斯巴达分别在阿提密西乌姆和温泉关迎敌;斯巴达战败后,雅典人背水一战,将家眷疏散至萨拉米斯,准备迎接决定性的萨拉米斯海战。

§28ἂν ἔργον εἴη καταλέξαι·
要一一列举恐非易事。
ὃ δὲ μέγιστον σημεῖον τοῦ πλήθους· ἐξὸν γὰρ αὐτῷ χιλίαις ναυσὶ διαβιβάσαι κατὰ τὸ στενότατον τοῦ Ἑλλησπόντου τὴν πεζὴν στρατιὰν ἐκ τῆς Ἀσίας εἰς τὴν Εὐρώπην, οὐκ ἠθέλησεν, ἡγούμενος τὴν διατριβὴν αὑτῷ §29πολλὴν ἔσεσθαι·
但其数量之多,最大的证据莫过于此:他(薛西斯)本可以用一千艘船在赫勒斯滂最狭窄处将步兵军从亚洲渡运到欧洲,但他却不愿这样做,认为这对他而言耽搁太久。
ἀλλʼ ὑπεριδὼν καὶ τὰ φύσει πεφυκότα καὶ τὰ θεῖα πράγματα καὶ τὰς ἀνθρωπίνας διανοίας ὁδὸν μὲν διὰ τῆς θαλάττης ἐποιήσατο, πλοῦν δὲ διὰ τῆς γῆς ἠνάγκασε γενέσθαι, ζεύξας μὲν τὸν Ἑλλήσποντον, διορύξας δὲ τὸν Ἄθω, ὑφισταμένου οὐδενός, ἀλλὰ τῶν μὲν ἀκόντων ὑπακουόντων, τῶν δὲ ἑκόντων προδιδόντων.
相反,他藐视自然法则、神明之事以及人类的思虑,在海上开辟道路,在陆上强行通航,他架桥于赫勒斯滂,凿通阿索斯山。 其间无人抵抗,而是有人不情愿地顺从,有人则心甘情愿地叛变。
οἱ μὲν γὰρ οὐχ ἱκανοὶ ἦσαν ἀμύνασθαι, οἱ δʼ ὑπὸ χρημάτων διεφθαρμένοι· ἀμφότερα δʼ ἦν αὐτοὺς τὰ πείθοντα, §30κέρδος καὶ δέος.
因为一些人无力抵抗,另一些人则被金钱腐蚀;而使他们屈服的,正是这两个因素:利益与恐惧。
Ἀθηναῖοι δʼ οὕτω διακειμένης τῆς Ἑλλάδος αὐτοὶ μὲν εἰς τὰς ναῦς ἐμβάντες ἐπʼ Ἀρτεμίσιον ἐβοήθησαν, Λακεδαιμόνιοι δὲ καὶ τῶν συμμάχων ἔνιοι εἰς Θερμοπύλας ἀπήντησαν, ἡγούμενοι διὰ τὴν στενότητα τῶν χωρίων τὴν πάροδον οἷοί τʼ ἔσεσθαι διαφυλάξαι.
在希腊处于如此境地之时,雅典人自己登上战船,前往阿提密西乌姆支援,而拉刻代蒙人及部分盟友则在温泉关迎敌,他们认为凭借地势的狭窄,能够守住通道。
§31γενομένου δὲ τοῦ κινδύνου κατὰ τὸν αὐτὸν χρόνον Ἀθηναῖοι μὲν ἐνίκων τῇ ναυμαχίᾳ, Λακεδαιμόνιοι δέ, οὐ ταῖς ψυχαῖς ἐνδεεῖς γενόμενοι, ἀλλὰ τοῦ πλήθους ψευσθέντες καὶ οὓς φυλάξειν ᾤοντο καὶ πρὸς οὓς κινδυνεύσειν ἔμελλον, διεφθάρησαν οὐχ ἡττηθέντες τῶν ἐναντίων, ἀλλʼ ἀποθανόντες §32οὗπερ ἐτάχθησαν μάχεσθαι·
当战斗在同一时间发生时,雅典人确实在海战中获胜,但拉刻代蒙人并非因为在气概上有所欠缺,而是因为误判了敌人的数量,并被他们以为要守护的人以及他们要面对的敌人所欺骗,他们全军覆没,并非因为被对手击败,而是战死在他们奉命战斗的地方。
τούτῳ δὲ τῷ τρόπῳ τῶν μὲν δυστυχησάντων, τῶν δὲ τῆς παρόδου κρατησάντων, οἱ μὲν ἐπορεύοντο ἐπὶ τήνδε τὴν πόλιν, οἱ δʼ ἡμέτεροι πρόγονοι πυθόμενοι μὲν τὴν γεγενημένην Λακεδαιμονίοις συμφοράν, ἀποροῦντες δὲ τοῖς περιεστηκόσι πράγμασιν, εἰδότες δʼ ὅτι, εἰ μὲν κατὰ γῆν τοῖς βαρβάροις ἀπαντήσονται, ἐπιπλεύσαντες χιλίαις ναυσὶν ἐρήμην τὴν πόλιν λήψονται, εἰ δὲ εἰς τὰς τριήρεις ἐμβήσονται, ὑπὸ τῆς πεζῆς στρατιᾶς ἁλώσονται, ἀμφότερα δὲ οὐ δυνήσονται, ἀμύνασθαί τε καὶ φυλακὴν ἱκανὴν καταλιπεῖν,
就这样,由于一方遭遇不幸,另一方控制了通道,敌人便向这座城市(雅典)进军。 而我们的祖先在得知拉刻代蒙人遭遇的惨剧后,虽对周围的处境感到困促,但也深知:如果他们在陆上迎击蛮族,敌人将率一千艘船袭来并占领空虚的城市;如果他们登上三段桨船,城市又将被其陆军攻陷;而他们无法兼顾两者,即既进行防御又留下足够的守军。
§33δυοῖν δὲ προκειμένοιν, πότερον χρὴ τὴν πατρίδα ἐκλιπεῖν ἢ μετὰ τῶν βαρβάρων γενομένους καταδουλώσασθαι τοὺς Ἕλληνας, ἡγησάμενοι κρεῖττον εἶναι μετʼ ἀρετῆς καὶ πενίας καὶ φυγῆς ἐλευθερίαν ἢ μετʼ ὀνείδους καὶ πλούτου δουλείαν τῆς πατρίδος, ἐξέλιπον ὑπὲρ τῆς Ἑλλάδος τὴν πόλιν, ἵνʼ ἐν μέρει πρὸς ἑκατέραν ἀλλὰ μὴ πρὸς ἀμφοτέρας ἅμα τὰς δυνάμεις κινδυνεύσωσιν·
在两个抉择摆在面前时,究竟是应当背井离乡,还是与蛮族沆瀣一气去奴役希腊人,他们认为,伴随着美德、贫穷与流亡的自由,胜过伴随着耻辱、财富和祖国被奴役的状态,于是为了希腊而撤离了城市,以便能够依次与这两股力量交战,而不是同时应对两者。
§34ὑπεκθέμενοι δὲ παῖδας καὶ γυναῖκας καὶ μητέρας εἰς Σαλαμῖνα, συνήθροιζον καὶ τὸ τῶν ἄλλων συμμάχων ναυτικόν.
他们将孩子、妻子和母亲疏散到萨拉米斯,并集结了其他盟友的舰队。
οὐ πολλαῖς δʼ ὕστερον ἡμέραις ἦλθε καὶ ἡ πεζὴ στρατιὰ καὶ τὸ ναυτικὸν τὸ τῶν βαρβάρων, ὃ τίς οὐκ ἂν ἰδὼν ἐφοβήθη, ὡς μέγας καὶ δεινὸς τῇδε τῇ πόλει κίνδυνος ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἠγωνίσθη;
没过几天,蛮族的陆军和舰队便接踵而至。 见此情景,谁能不感到恐惧? 为了希腊人的自由,这座城市承受了何等巨大而可怕的决战风险!
§35ποίαν δὲ γνώμην εἶχον ἢ οἱ θεώμενοι τοὺς ἐν ταῖς ναυσὶν ἐκείναις, οὔσης καὶ τῆς αὑτῶν σωτηρίας ἀπίστου καὶ τοῦ προσιόντος κινδύνου, ἢ οἱ μέλλοντες ναυμαχήσειν ὑπὲρ τῆς φιλότητος, ὑπὲρ τῶν ἄθλων τῶν ἐν Σαλαμῖνι;
那些望着船上之人的人们,在自身的得救毫无把握且危险步步逼近时,怀着怎样的心情? 而那些为了挚爱、为了在萨拉米斯的决战而即将进行海战的人们,又怀着怎样的心情?
§36οἷς τοσοῦτον πανταχόθεν περιειστήκει πλῆθος πολεμίων, ὥστε ἐλάχιστον μὲν αὐτοῖς εἶναι τῶν παρόντων κακῶν τὸ θάνατον τὸν αὑτῶν προειδέναι, μεγίστην δὲ συμφοράν, ἃ ὑπὸ τῶν βαρβάρων εὐτυχησάντων τοὺς ὑπεκτεθέντας ἤλπιζον πείσεσθαι.
他们的四周被如此众多的敌人包围,以至于在眼前的苦难中,预见自己的死亡对他们而言反倒是最小的痛苦,而最大的灾难则是他们料想到一旦蛮族获胜,那些被疏散的家眷所将遭受的境遇。
§37ἦ που διὰ τὴν ὑπάρχουσαν ἀπορίαν πολλάκις μὲν ἐδεξιώσαντο ἀλλήλους, εἰκότως δὲ σφᾶς αὐτοὺς ὠλοφύραντο, εἰδότες μὲν τὰς σφετέρας ναῦς ὀλίγας οὔσας, ὁρῶντες δὲ πολλὰς τὰς τῶν πολεμίων, ἐπιστάμενοι δὲ τὴν μὲν πόλιν ἠρημωμένην, τὴν δὲ χώραν πορθουμένην καὶ μεστὴν τῶν βαρβάρων, ἱερῶν δὲ καιομένων, ἁπάντων δʼ ἐγγὺς ὄντων τῶν δεινῶν, §38ἀκούοντες δʼ ἐν ταὐτῷ συμμεμειγμένου Ἑλληνικοῦ καὶ βαρβαρικοῦ παιῶνος, παρακελευσμοῦ δʼ ἀμφοτέρων καὶ κραυγῆς τῶν διαφθειρομένων, καὶ τῆς θαλάττης μεστῆς τῶν νεκρῶν, καὶ πολλῶν μὲν συμπιπτόντων καὶ φιλίων καὶ πολεμίων ναυαγίων, ἀντιπάλου δὲ πολὺν χρόνον οὔσης τῆς ναυμαχίας δοκοῦντες τοτὲ μὲν νενικηκέναι καὶ σεσῶσθαι, τοτὲ δʼ ἡττῆσθαι καὶ ἀπολωλέναι.
想必是因为处于眼前的绝境,他们多次互执双手,并理所当然地为自己的命运哀叹,他们深知自己的船只稀少,目睹敌人的船只众多,明白城市已成空城,国土被蹂躏且塞满蛮族,神庙在燃烧,所有可怕的事都已迫在眉睫,同时,他们耳中听着希腊与蛮族混杂的战歌,听着双方的鼓噪与濒死者的惨叫,看着海面上漂满尸体,大批敌我的战船残骸相互碰撞,海战在长时间内胜负难分,让他们时而以为已经获胜并得救,时而又以为已经战败并毁灭。

词汇与语法注释

  1. 28ἐξὸν γὰρ αὐτῷ — 无人称动词 ἔξεστι(可以、允许)的现在分词宾格中性单数形式 ἐξόν 被用作宾格绝对(accusative absolute),表示让步(‘虽然他本可以……’)。
  2. 31τοῦ πλήθους ψευσθέντες — 被动分词 ψευσθέντες(被欺骗、误判)支配属格,在此处它支配了敌人的数量(τοῦ πλήθους)以及接下来的关系代词的先行词,表示对客观事实的误判。
  3. 33δυοῖν δὲ προκειμένοιν — 使用双数形式的属格绝对结构,意为‘在两个抉择摆在面前时’。具体内容由接下来的 πότερον 引导的间接疑问句加以阐释。
  4. 36ἃ ὑπὸ τῶν βαρβάρων εὐτυχησάντων τοὺς ὑπεκτεθέντας ἤλπιζον πείσεσθαι — 这是由 ἤλπιζον(他们料想)引导的带宾格的不定式(A.C.I.)结构。不定式 πείσεσθαι(πάσχω‘遭受’的将来不定式)的逻辑主语是 τοὺς ὑπεκτεθέντας(被疏散的人们),宾格宾语是关系代词 ἃ,而施动者则是介词短语 ὑπὸ τῶν βαρβάρων εὐτυχησάντων(一旦获胜的蛮族)。

引用这一段

吕西亚斯, 国葬演说 §28-38. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0540.tlg002.humanitext-grc2:28-38

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。