§90τὴν προσδοχὴν δύναται ποιεῖσθαι.
耐えることができる限り、存続の期待を可能にします。
οὐ γὰρ ἀθροισμὸν δεῖ μόνον γενέσθαι οὐδὲ δῖνον ἐν ᾧ ἐνδέχεται κόσμον γίνεσθαι κενῷ κατὰ τὸ δοξαζόμενον ἐξ ἀνάγκης, αὔξεσθαί τε, ἕως ἂν ἑτέρῳ προσκρούσῃ, καθάπερ τῶν φυσικῶν καλουμένων φησί τις.
というのも、世界の生成が可能な虚空の中で、いわゆる自然学者たちのうちの一人が言うように、単に[原子の]集積が生じたり、あるいは考えられているように必然的に生じる旋回が生じたりし、それが別のものと衝突するまで成長するだけであってはならないからです。
τοῦτο γὰρ μαχόμενόν ἐστι τοῖς φαινομένοις.
このような考えは現象と矛盾するからです。
Ἥλιός τε καὶ σελήνη καὶ τὰ λοιπὰ ἄστρα 〈οὐ〉 καθ’ ἑαυτὰ γενόμενα ὕστερον ἐμπεριελαμβάνετο ὑπὸ τοῦ κόσμου καὶ ὅσα γε δὴ σῴζει, ἀλλ’ εὐθὺς διεπλάττετο καὶ αὔξησιν ἐλάμβανεν (ὁμοίως δὲ καὶ γῆ καὶ θάλαττα) κατὰ προσκρίσεις καὶ δινήσεις λεπτομερῶν τινων φύσεων, ἤτοι πνευματικῶν ἢ πυροειδῶν ἢ τὸ συναμφότερον·
太陽や月、その他の天体は、それ自体が独立して生成した後に世界に取り込まれ、その中にある安全を守るすべてのものが取り込まれたのではなく、最初から、呼吸的な、あるいは火のような、あるいはその両方の性質を持ったいくつかの微細な部分の集積と旋回によって、ただちに形作られ、成長したのです(地球や海も同様です)。
καὶ γὰρ ταῦτα οὕτως ἡ αἴσθησις ὑπο βάλλει.
というのも、感覚もまたそのように示しているからです。
§91Τὸ δὲ μέγεθος ἡλίου τε 〈καὶ σελήνης〉 καὶ τῶν λοιπῶν ἄστρων κατὰ μὲν τὸ πρὸς ἡμᾶς τηλικοῦτόν ἐστιν ἡλίκον φαίνεται.
太陽(と月)およびその他の天体の大きさは、私たちに対する関係においては、現に見えている通りの大きさです。
(τοῦτο καὶ ἐν τῇ ιᾱ Περὶ φύσεως· εἰ γάρ
, φησί,
τὸ μέγεθος διὰ τὸ διάστημα ἀποβεβλήκει, πολλῷ μᾶλλον ἂν τὴν χρόαν
.
(このことは『自然について』第十一巻でも述べられており、「もし」と彼は言っています、「距離のために大きさを失ったのだとしたら、色を失うことはなおさらであるはずだ」と。
) ἄλλο γὰρ τούτῳ συμμετρότερον διάστημα οὐθέν ἐστι·
)なぜなら、これより調和した距離は他に存在しないからです。
κατὰ δὲ τὸ καθ’ αὑτὸ ἤτοι μεῖζον τοῦ ὁρωμένου ἢ μικρῷ ἔλαττον ἢ τηλικοῦτον (οὐχ ἅμα).
しかし、それ自体における大きさとしては、見えているものより大きいか、わずかに小さいか、同じ大きさです(これらが同時に成り立つわけではありません)。
οὕτω γὰρ καὶ τὰ παρ’ ἡμῖν πυρὰ ἐξ ἀποστήματος θεωρούμενα κατὰ τὴν αἴσθησιν θεωρεῖται.
というのも、私たちの身の回りにある火も、離れた場所から観察されるとき、感覚によってそのように観察されるからです。
καὶ πᾶν δὲ τὸ εἰς τοῦτο τὸ μέρος ἔνστημα ῥᾳδίως διαλυθήσεται, ἐάν τις τοῖς ἐναργήμασι προσέχῃ, ὅπερ ἐν τοῖς περὶ φύσεως βιβλίοις δείκνυμεν.
そして、この点に関するすべての異論は、現実に明らかなことに注意を払うなら、容易に解消されるでしょう。 このことは『自然について』の諸書で私たちが示している通りです。
§92Ἀνατολὰς καὶ δύσεις ἡλίου καὶ σελήνης καὶ τῶν λοιπῶν ἄστρων καὶ κατὰ ἄναψιν γίνεσθαι δυνατὸν καὶ κατὰ σβέσιν, τοιαύτης οὔσης περιστάσεως (καὶ καθ’ ἑκατέρους τοὺς τρόπους), ὥστε τὰ προειρημένα ἀποτελεῖσθαι·
太陽、月、その他の天体の出没は、点火と消火によって生じることも可能です。 そのような状況が(両方の方法において)存在し、その結果、前述のことが引き起こされるのです。
οὐδὲν γὰρ τῶν φαινομένων ἀντιμαρτυρεῖ.
現象の何ものもこれに反証を挙げないからです。
〈καὶ〉 κατ’ ἐκφάνειάν τε ὑπὲρ γῆς καὶ πάλιν ἐπιπρόσθησιν τὸ προειρημένον δύναιτ’ ἂν συντελεῖσθαι·
また、地上の上への出現と、再び遮られることによっても、前述のことは完了しえます。
οὐδὲ γάρ τι τῶν φαινομένων ἀντιμαρτυρεῖ.
これについても、現象の何ものも反証を挙げないからです。
Τάς τε κινήσεις αὐτῶν οὐκ ἀδύνατον μὲν γίνεσθαι κατὰ τὴν τοῦ ὅλου οὐρανοῦ δίνην, ἢ τούτου μὲν στάσιν, §93αὐτῶν δὲ δίνην κατὰ τὴν ἐξ ἀρχῆς ἐν τῇ γενέσει τοῦ κόσμου ἀνάγκην ἀπογεννηθεῖσαν (ἐπ’ ἀνατολῇ τὰ τῇ θερμασίᾳ. . . ) 〈ἢ καὶ〉 κατά τινα ἐπινέμησιν τοῦ πυρὸς ἀεὶ ἐπὶ τοὺς ἑξῆς τόπους ἰόντος.
それらの運動については、全天の旋回によって生じることも不可能ではありませんし、あるいは、全天は静止している一方で、天体自身が、世界の生成において最初から生じた必然性に従って旋回することによって(東においては熱によって...)、あるいはまた、隣接する場所へと次々に進んでいく火の何らかの延焼によっても不可能です。
Τροπὰς ἡλίου καὶ σελήνης ἐνδέχεται μὲν γίνεσθαι κατὰ λόξωσιν οὐρανοῦ οὕτω τοῖς χρόνοις κατηναγκασμένου·
太陽と月の回帰は、時期によってそのように余儀なくされた天の傾きによって生じることもありえます。
ὁμοίως δὲ καὶ κατὰ ἀέρος ἀντέξωσιν ἢ καὶ ὕλης ἀεὶ ἐπιτηδείας ἐχομένης ἐμπιπραμένης, τῆς δὲ καταλειπομένης· ἢ καὶ ἐξ ἀρχῆς τοιαύτην δίνην κατειληθῆναι τοῖς ἄστροις τούτοις, ὥσθ’ οἷόν τιν’ ἕλικα κινεῖσθαι.
同様に、空気の抵抗や、常に燃えやすい適切な物質が供給され、他方が残されることによっても、あるいはまた、これらの天体が最初かららせんのように動くような旋回に取り囲まれていることによってもありえます。
πάντα γὰρ τὰ τοιαῦτα καὶ τὰ τούτοις συγγενῆ οὐθενὶ τῶν ἐναργημάτων διαφωνεῖ, ἐάν τις ἀεὶ ἐπὶ τῶν τοιούτων μερῶν ἐχόμενος τοῦ δυνατοῦ εἰς τὸ σύμφωνον τοῖς φαινομένοις ἕκαστον τούτων δύνηται ἐπανάγειν, μὴ φοβούμενος τὰς ἀνδραποδώδεις ἀστρολόγων τεχνιτείας.
というのも、このようなことやこれらに類似することのすべては、感覚に明らかなことの何ひとつとも矛盾しないからです。 もし人が、このような分野において常に可能であることに固執し、現象と調和するものへとこれらを一つ一つ還元することができ、占星術師たちの奴隷的な技術を恐れないならば。
§94Κένωσίς τε σελήνης καὶ πάλιν πλήρωσις καὶ κατὰ στροφὴν τοῦ σώματος τούτου δύναιτ’ ἂν γίνεσθαι καὶ κατὰ σχηματισμοὺς ἀέρος ὁμοίως, ἔτι τε καὶ κατ’ ἐπιπροσθήσεις καὶ κατὰ πάντας τρόπους, καθ’ οὓς καὶ τὰ παρ’ ἡμῖν φαινόμενα ἐκκαλεῖται εἰς τὰς τούτου τοῦ εἴδους ἀποδόσεις, ἐὰν μή τις τὸν μοναχῇ τρόπον κατηγαπηκὼς τοὺς ἄλλους κενῶς ἀποδοκιμάζῃ, οὐ τεθεωρηκὼς τί δυνατὸν ἀνθρώπῳ θεωρῆσαι καὶ τί ἀδύνατον, καὶ διὰ τοῦτο ἀδύνατα θεωρεῖν ἐπιθυμῶν.
月の欠けと再び満ちることは、この天体自体の回転によっても生じえますし、同様に空気の配置の変化によっても、さらに遮蔽によっても、私たちの身の回りで見られる現象がこの種の解釈を要求するあらゆる方法によっても生じえます。 ただし、ある人が唯一の方法のみを偏愛して、他の方法を空虚なものとして退けない限りです。 そのような人は、人間に何が観察可能で何が不可能であるかを考察しておらず、それゆえに不可能なことを観察したいと望んでいるのです。
Ἔτι τε ἐνδέχεται 〈μὲν〉 τὴν σελήνην ἐξ ἑαυτῆς ἔχειν τὸ φῶς, ἐνδέχεται δὲ ἀπὸ τοῦ ἡλίου.
また、月が自ら光を持っていることもありえますし、太陽から得ていることもありえます。