Humanitext Reader

エピクロス · ピュトクレス宛の手紙 §101-105

稲妻と落雷や竜巻および地震の自然的原因

4 / 6 箇所 · ギリシア語

要旨

稲妻、雷鳴に先立つ理由、落雷、竜巻、地震といった気象や地質現象について、迷信を排除し、現象との適合性を保ちながら複数の自然科学的原因を同時に考察する。

§101Καὶ ἀστραπαὶ δ’ ὡσαύτως γίνονται κατὰ πλείους τρόπους·
また、稲妻も同様に複数の方法で生じます。
καὶ γὰρ κατὰ παράτριψιν καὶ σύγκρουσιν νεφῶν ὁ πυρὸς ἀποτελεστικὸς σχηματισμὸς ἐξολισθαίνων ἀστραπὴν γεννᾷ·
というのも、雲の摩擦と衝突によって、火を形成する配置の原子群が滑り出ることで稲妻を生み出すからです。
καὶ κατ’ ἐκριπισμὸν ἐκ τῶν νεφῶν ὑπὸ πνευμάτων τῶν τοιούτων σωμάτων ἃ τὴν λαμπηδόνα ταύτην παρασκευάζει·
また、この輝きをもたらすような物体が、風によって雲から吹き出されることによっても生じます。
καὶ κατ’ ἐκπιασμόν, θλίψεως τῶν νεφῶν γινομένης εἴθ’ ὑπ’ ἀλλήλων εἴθ’ ὑπὸ πνευμάτων·
また、互いによってであれ風によってであれ、雲が圧縮されることによる、押し出しによっても生じます。
καὶ κατ’ ἐμπερίληψιν δὲ τοῦ ἀπὸ τῶν ἄστρων κατεσπαρμένου φωτός, εἶτα συνελαυνομένου ὑπὸ τῆς κινήσεως νεφῶν τε καὶ πνευμάτων καὶ διεκπίπτοντος διὰ τῶν νεφῶν·
また、星々から散布された光が閉じ込められ、次いで雲や風の運動によって集められて雲を突き抜けて飛び出すことによっても生じます。
ἢ κατὰ διήθησιν 〈διὰ〉 τῶν νεφῶν τοῦ λεπτομερεστάτου φωτὸς (ἢ ἀπὸ τοῦ πυρὸς νέφη συνειλέχθαι καὶ τὰς βροντὰς ἀποτελεῖσθαι) καὶ κατὰ τὴν τούτου κίνησιν·
あるいは、最も微細な光が雲を透して濾過されること(あるいは、火から雲が集積されて雷鳴が引き起こされること)と、その光の運動によっても生じます。
καὶ κατὰ τὴν τοῦ πνεύματος ἐκπύρωσιν τὴν γινομένην διά τε συντονίαν φορᾶς καὶ διὰ σφοδρὰν κατείλησιν·
また、運動の激しさと強い閉じ込めによって生じる、風の発火によっても生じます。
§102καὶ κατὰ ῥήξεις δὲ νεφῶν ὑπὸ πνευμάτων 〈καὶ〉 ἔκπτωσιν τῶν πυρὸς ἀποτελεστικῶν ἀτόμων καὶ τὸ τῆς ἀστραπῆς φάντασμα ἀποτελουσῶν·
また、風による雲の破裂と、火を形成し稲妻の現象を作り出す原子たちの飛び出しによっても生じます。
καὶ κατ’ ἄλλους δὲ πλείους τρόπους ῥᾳδίως ἔσται καθορᾶν ἐχόμενον ἀεὶ τῶν φαινομένων καὶ τὸ τούτοις ὅμοιον δυνάμενον συνθεωρεῖν.
また、常に現象にしがみつき、これらに類似したものを同時に考察できる人には、他のさらに多くの方法によっても[生じることが]容易に見て取れるでしょう。
Προτερεῖ δὲ ἀστραπὴ βροντῆς ἐν τοιᾷδέ τινι περιστάσει νεφῶν καὶ διὰ τὸ ἅμα τῷ τὸ πνεῦμα ἐμπίπτειν ἐξωθεῖσθαι τὸν ἀστραπῆς ἀποτελεστικὸν σχηματισμόν, ὕστερον δὲ τὸ πνεῦμα ἀνειλούμενον τὸν βόμβον ἀποτελεῖν τοῦτον·
稲妻が雷鳴に先立つのは、雲が以下のような状況にある場合であり、風が吹き込むと同時に稲妻を形成する配置が押し出される一方で、後から風が閉じ込められてこの轟音を作り出すからでもあります。
καὶ κατ’ ἔμπτωσιν δὲ ἀμφοτέρων ἅμα, τῷ τάχει συντονωτέρῳ κεχρῆσθαι πρὸς ἡμᾶς τὴν
また、両者が同時に到来するものの、稲妻の方が私たちに対してより速い速度を持っており、雷鳴が遅れるためでもあります。
§103ἀστραπήν, ὑστερεῖν δὲ τὴν βροντήν, καθάπερ ἐπ’ ἐνίων ἐξ ἀποστήματος θεωρουμένων καὶ πληγάς τινας ποιουμένων.
これは、離れたところから観察され、何らかの打撃を加えるある種の現象において見られるのと同様です。
Κεραυνοὺς ἐνδέχεται γίνεσθαι καὶ κατὰ πλείονας πνευμάτων συλλογὰς καὶ κατείλησιν ἰσχυράν τε ἐκπύρωσιν καὶ κατάρρηξιν μέρους καὶ ἔκπτωσιν ἰσχυροτέραν αὐτοῦ ἐπὶ τοὺς κάτω τόπους, τῆς ῥήξεως γινομένης διὰ τὸ τοὺς ἑξῆς τόπους πυκνοτέρους εἶναι διὰ πίλησιν νεφῶν·
落雷は、風がより多く集まり、強く閉じ込められて激しく発火し、一部を破裂させて、それが下の場所へとより強力に飛び出すことによっても生じ得ます。 その破裂は、隣接する場所が雲の圧縮によってより濃密になっているために生じるのです。
καὶ κατ’ αὐτὴν δὲ τὴν τοῦ πυρὸς ἔκπτωσιν ἀνειλουμένου, καθὰ καὶ βροντὴν ἐνδέχεται γίνεσθαι, πλείονος γενομένου καὶ πνευματωθέντος ἰσχυρότερον καὶ ῥήξαντος τὸ νέφος διὰ τὸ μὴ δύνασθαι ὑποχωρεῖν εἰς τὰ ἑξῆς, τῷ πίλησιν γίνεσθαι (τὸ μὲν πολὺ πρὸς ὄρος τι ὑψηλόν, ἐν ᾧ μάλιστα κεραυνοὶ πίπτουσιν) ἀεὶ πρὸς ἄλληλα.
また、閉じ込められた火自体の飛び出しによっても[生じ得ます]。 それは雷鳴が生じ得るのと同様ですが、[火が]より多くなり、より強力に風を帯びて、隣接する場所へと退避できないために雲を破裂させることによります。 なぜなら、(大半は、落雷が最も多く発生する高い山に向かって)常に互いに向かって圧縮が生じるからです。
§104καὶ κατ’ ἄλλους δὲ τρόπους πλείονας ἐνδέχεται κεραυνοὺς ἀποτελεῖσθαι·
また、他のさらに多くの方法によっても落雷が生じることは可能です。
μόνον ὁ μῦθος ἀπέστω·
ただ、神話が排除されていなければなりません。
ἀπέσται δέ, ἐάν τις καλῶς τοῖς φαινομένοις ἀκολουθῶν περὶ τῶν ἀφανῶν σημειῶται.
もし人が現象にうまく従いながら、目に見えない事柄について推論するならば、神話は排除されるでしょう。
Πρηστῆρας ἐνδέχεται γίνεσθαι καὶ κατὰ κάθεσιν νέφους εἰς τοὺς κάτω τόπους στυλοειδῶς ὑπὸ πνεύματος ἀθρόου ὠσθέντος (καὶ διὰ τοῦ πνεύματος πολλοῦ φερομένου), ἅμα καὶ τὸ νέφος εἰς τὸ πλάγιον ὠθοῦντος τοῦ ἐκτὸς πνεύματος·
竜巻は、一挙に押し出された風(そして大量に運ばれる風を通じて)によって、雲が柱状に下の場所へと下垂することによっても生じ得ます。 このとき同時に、外側の風が雲を横方向へと押し出すのです。
καὶ κατὰ περίστασιν δὲ πνεύματος εἰς κύκλον, ἀέρος τινὸς ἐπισυνωθουμένου ἄνωθεν, καὶ ῥύσεως πολλῆς πνευμάτων γινομένης καὶ οὐ δυναμένης εἰς τὰ πλάγια διαρρυῆναι διὰ τὴν §105πέριξ τοῦ ἀέρος πίλησιν.
また、風が円状に巡ることによっても[生じ得ます]。 このとき、いくらかの空気が上方から押し下げられ、大量の風の流れが生じますが、周囲の空気が圧縮されているために横方向へと散逸することができないのです。
καὶ ἕως μὲν γῆς τοῦ πρηστῆρος καθιεμένου στρόβιλοι γίνονται, ὡς ἂν καὶ ἡ ἀπογέννησις κατὰ τὴν κίνησιν τοῦ πνεύματος γίνηται· ἕως δὲ θαλάττης δῖνοι ἀποτελοῦνται.
そして、竜巻が陸地にまで下るあいだは、風の運動に応じて発生するように旋風が生じ、海にまで下るあいだは渦巻きが形成されます。
Σεισμοὺς ἐνδέχεται γίνεσθαι καὶ κατὰ πνεύματος ἐν τῇ γῇ ἀπόληψιν καὶ παρὰ μικροὺς ὄγκους αὐτῆς παράθεσιν καὶ συνεχῆ κίνησιν, ὃ τὸν κραδασμὸν τῇ γῇ παρασκευάζει.
地震は、地中に風が閉じ込められることによっても、また、地の小さな粒子が並置されて連続的に運動し、それが地に震動をもたらすことによっても生じ得ます。
καὶ τὸ πνεῦμα τοῦτο ἢ ἔξωθεν ἐμπεριλαμβάνει 〈ἢ〉 ἐκ τοῦ πίπτειν [εἰς] ἐδάφη εἰς ἀντροειδεῖς τόπους τῆς γῆς ἐκπνευματοῦντα τὸν πεπιλημένον ἀέρα.
そしてこの風は、外部から取り込まれるか、あるいは、地面が地中の洞窟のような場所に落下することによって、圧縮された空気を風に変化させることによります。
〈καὶ〉 κατ’ αὐτὴν δὲ τὴν διάδοσιν τῆς κινήσεως ἐκ τῶν πτώσεων ἐδαφῶν πολλῶν καὶ πάλιν ἀνταπόδοσιν, ὅταν πυκνώμασι σφοδροτέροις τῆς γῆς ἀπαντήσῃ, ἐνδέχεται σεισμοὺς ἀποτελεῖσθαι.
また、多くの地面の崩落による運動そのものの伝播と、それが地のより濃密な圧密部分に突き当たったときの反発によっても、地震が生じ得ます。

語釈・文法注

  1. §101ὁ πυρὸς ἀποτελεστικὸς σχηματισμὸς — 「火を形成する(作り出す)構成・配置」という意味。エピクロスの物理学において、熱や火そのものの実体ではなく、特定の原子の配置(σχηματισμός)が火の性質や現象を生み出すことを指す表現である。
  2. §102ἐχόμενον ἀεὶ τῶν φαινομένων — 分詞 ἐχόμενον は中性主格単数形で、非人称的な不定詞句や文全体の文脈に係る。中間態 ἔχομαι +属格で「〜に固執する、しがみつく」の意。「常に現象にしがみつきながら(現象を離れずに)」と訳される。
  3. §102διὰ τὸ ἅμα τῷ τὸ πνεῦμα ἐμπίπτειν ἐξωθεῖσθαι τὸν ἀστραπῆς ἀποτελεστικὸν σχηματισμόν — 二重の冠詞付き不定詞(単名詞化不定詞)の構造。全体が原因を表す διὰ τὸ ἐξωθεῖσθαι ...(...が押し出されることによって)であり、その内部に同時性を示す ἅμα τῷ ... ἐμπίπτειν(風が吹き込むと同時に)が挿入されている。
  4. §103τῷ πίλησιν γίνεσθαι ... ἀεὶ πρὸς ἄλληλα — 与格の冠詞付き不定詞 τῷ γίνεσθαι は原因(〜によって、〜であるから)を表す。挿入句(τὸ μὲν πολὺ...)が間に入り込み文構造が複雑になっているが、πρὸς ἄλληλα は γίνεσθαι に係る。

この箇所を引用する

エピクロス, ピュトクレス宛の手紙 §101-105. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0537.tlg011.humanitext-grc1:101-105

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。