§74δῆλον οὖν ὡς καὶ * * (〈καὶ ἐν τῇ. . Περὶ φύσεως〉 φθαρτούς φησι τοὺς κόσμους, μεταβαλλόντων τῶν μερῶν.
したがって、世界(宇宙)は滅びるものであることも明らかである * *(〈また『自然について』第○巻において〉、彼は部分が変化することから、世界は滅びるものであると言っている。
καὶ ἐν ἄλλοις, τὴν γῆν τῷ ἀέρι ἐποχεῖσθαι.
また他の箇所では、地球は空気に乗っていると言っている)。
) Ἔτι δὲ τοὺς κόσμους οὔτε ἐξ ἀνάγκης δεῖ νομίζειν ἕνα σχηματισμὸν ἔχοντας, ἀλλὰ * * (καὶ διαφόρους αὐτοὺς ἐν τῇ ῑβ̄ Περὶ φύσεως φησιν·
さらにまた、世界は必ずしも単一の形状を持っていると見なしてはならず、むしろ * *(また『自然について』第12巻で、彼は世界が多様な形状をしていると言っている。
οὓς μὲν γὰρ σφαιροειδεῖς, καὶ ᾠοειδεῖς ἄλλους, καὶ ἀλλοιοσχήμονας ἑτέρους·
というのも、あるものは球体であり、他のものは卵形であり、さらに他のものは異なる形状をしているからである。
οὐ μέντοι πᾶν σχῆμα ἔχειν.
しかし、すべての形状を持っているわけではない。
οὐδὲ ζῷα εἶναι ἀποκριθέντα ἀπὸ τοῦ ἀπείρου.
また、世界は無限から分離された生き物ではないとも言っている) * *。
) * * οὐδὲ γὰρ ἂν ἀποδείξειεν οὐδείς, ὡς 〈ἐν〉 μὲν τῷ τοιούτῳ καὶ οὐκ ἂν ἐμπεριελήφθη τὰ τοιαῦτα σπέρματα, ἐξ ὧν ζῷά τε καὶ φυτὰ καὶ τὰ λοιπὰ πάντα 〈τὰ〉 θεωρούμενα συνίσταται, ἐν δὲ τῷ τοιούτῳ οὐκ ἂν ἐδυνήθη.
なぜなら、このような世界には動物や植物、および観察される他のすべてのものを構成するような種子が含まれ得なかったとか、あるいはあのような世界ではそれらが育つことができなかったとか、誰も証明できないからである。
(ὡσαύτως δὲ καὶ ἐντραφῆναι.
(同様に、育つことについても同じである)。
) τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ γῆς νομιστέον * * §75Ἀλλὰ μὴν ὑποληπτέον καὶ τὴν φύσιν πολλὰ καὶ παντοῖα ὑπὸ αὐτῶν τῶν πραγμάτων διδαχθῆναί τε καὶ ἀναγκασθῆναι, τὸν δὲ λογισμὸν τὰ ὑπὸ ταύτης παρεγγυηθέντα ὕστερον ἐπακριβοῦν καὶ προσεξευρίσκειν ἐν μέν τισι θᾶττον, ἐν δέ τισι βραδύτερον καὶ ἐν μέν τισι περιόδοις καὶ χρόνοις [ἀπὸ τῶν ἀπὸ τοῦ ἀπείρου] 〈κατὰ μείζους ἐπιδόσεις〉, ἐν δέ τισι κατ’ ἐλάττους.
そして同じように、地球についても見なすべきである * * さらにまた、人間の本性も、事物そのものによって多くの様々なことを教えられ、また強制されたのであり、理性が、この本性によって提示されたものを後に精密化し、さらに発見していったと想定せねばならない。 ある事柄においてはより速く、ある事柄においてはより遅く、またある周期や時間においては〈より大きな進歩を遂げながら〉、ある場合にはより小さな進歩を遂げながら。
Ὅθεν καὶ τὰ ὀνόματα ἐξ ἀρχῆς μὴ θέσει γενέσθαι, ἀλλ’ αὐτὰς τὰς φύσεις τῶν ἀνθρώπων καθ’ ἕκαστα ἔθνη ἴδια πασχούσας πάθη καὶ ἴδια λαμβανούσας φαντάσματα ἰδίως τὸν ἀέρα ἐκπέμπειν στελλόμενον ὑφ’ ἑκάστων τῶν παθῶν καὶ τῶν φαντασμάτων, ὡς ἄν ποτε καὶ ἡ παρὰ τοὺς τόπους τῶν ἐθνῶν διαφορὰ ᾖ·
それゆえ、言葉(名前)も最初は恣意的な制定によって生じたのではなく、人々自身の本性が、それぞれの民族ごとに固有の感情を被り、固有のイメージを受け取ることで、それらの感情やイメージのそれぞれによって送り出される空気を、民族の地域の相違に応じるかのように、それぞれ独自に排出したのである。
§76ὕστερον δὲ κοινῶς καθ’ ἕκαστα ἔθνη τὰ ἴδια τεθῆναι πρὸς τὸ τὰς δηλώσεις ἧττον ἀμφιβόλους γενέσθαι ἀλλήλοις καὶ συντομωτέρως δηλουμένας·
その後、それぞれの民族において、伝達が互いにとってより曖昧でなくなり、より簡潔に表されるように、固有の言葉が共通して制定された。
τινὰ δὲ καὶ οὐ συνορώμενα πράγματα εἰσφέροντας τοὺς συνειδότας παρεγγυῆσαί τινας φθόγγους τοὺς ἀναγκασθέντας ἀναφωνῆσαι, τοὺς δὲ τῷ λογισμῷ ἑλομένους κατὰ τὴν πλείστην αἰτίαν οὕτως ἑρμηνεῦσαι.
また、目に見えないいくつかの事物を導入するに際して、それを知る者たちが、自ら発せざるを得なかったいくつかの音を提示し、他の人々がそれを理性的に選択して、大部分の原因に基づいてそのように解釈したのである。
Καὶ μὴν ἐν τοῖς μετεώροις φορὰν καὶ τροπὴν καὶ ἔκλειψιν καὶ ἀνατολὴν καὶ δύσιν καὶ τὰ σύστοιχα τούτοις μήτε λειτουργοῦντός τινος νομίζειν δεῖ γίνεσθαι καὶ διατάττοντος ἢ διατάξοντος καὶ ἅμα τὴν πᾶσαν μακαριότητα ἔχοντος μετὰ ἀφθαρσίας
さらにまた、天上における運行、回転、食、日の出、日の入り、およびこれらに類する現象は、不滅性とともに完全な幸福を享受している何者かがそれを執り行い、整え、あるいは整えようとしているから生じている、と見なしてはならない。
§77— οὐ γὰρ συμφωνοῦσι πραγματεῖαι καὶ φροντίδες καὶ ὀργαὶ καὶ χάριτες μακαριότητι, ἀλλ’ ἐν ἀσθενεία καὶ φόβῳ καὶ προσδεήσει τῶν πλησίον ταῦτα γίνεται —, μήτε αὖ πῦρ ἅμα ὄντα συνεστραμμένον τὴν μακαριότητα κεκτημένα κατὰ βούλησιν τὰς κινήσεις ταύτας λαμβάνειν·
――というのも、多忙や心配、怒りや好意は、幸福とは調和せず、むしろこれらは弱さ、恐怖、隣人への依存において生じるからである――、また他方で、天体が集積した火でありながら幸福を保持し、自らの意志によってこれらの運動を行っていると考えてもならない。
ἀλλὰ πᾶν τὸ σέμνωμα τηρεῖν κατὰ πάντα ὀνόματα φερόμενα ἐπὶ τὰς τοιαύτας ἐννοίας, ἐὰν μηδὲν ὑπεναντίον ἐξ αὐτῶν τῷ σεμνώματι δόξῃ·
むしろ、神聖さの概念に関わるあらゆる言葉において、神聖さを完全に保つべきであり、それらの言葉から神聖さに反するようなことが生じないようにせねばならない。
εἰ δὲ μὴ, τὸν μέγιστον τάραχον ἐν ταῖς ψυχαῖς αὐτὴ ἡ ὑπεναντιότης παρασκευάσει.
さもなければ、まさにその矛盾が魂の中に最大の動揺を引き起こすであろう。
ὅθεν δὴ κατὰ τὰς ἐξ ἀρχῆς ἐναπολήψεις τῶν συστροφῶν τούτων ἐν τῇ τοῦ κόσμου γενέσει δεῖ δοξάζειν καὶ τὴν ἀνάγκην ταύτην καὶ περίοδον συντελεῖσθαι.
したがって、世界の生成において、これらの集積が最初から閉じ込められたことに基づいて、この必然性と周期が遂行されるのだと考えねばならない。
§78Καὶ μὴν καὶ τὴν ὑπὲρ τῶν κυριωτάτων αἰτίαν ἐξακριβῶσαι φυσιολογίας ἔργον εἶναι δεῖ νομίζειν, καὶ τὸ μακάριον ἐν τῇ περὶ μετεώρων γνώσει ἐνταῦθα πεπτωκέναι καὶ ἐν τῷ τίνες φύσεις αἱ θεωρούμεναι κατὰ τὰ μετέωρα ταυτί, καὶ ὅσα συγγενῆ πρὸς τὴν εἰς τοῦτο ἀκρίβειαν·
さらにまた、最も根本的な事柄についての原因を精密化することは自然学の任務であると見なさねばならず、天上の現象についての知識における幸福は、まさにこのこと、すなわち、これらの天上の現象において観察される本質がいかなるものであるか、またこの点における精密さに類するすべての事柄を知ることに存している。
ἔτι τε οὐ τὸ πλεοναχῶς ἐν τοῖς τοιούτοις εἶναι καὶ τὸ ἐνδεχόμενον καὶ ἄλλως πως ἔχειν, ἀλλ’ ἁπλῶς μὴ εἶναι ἐν ἀφθάρτῳ καὶ μακαρίᾳ φύσει τῶν διάκρισιν ὑποβαλλόντων ἢ τάραχον μηθέν.
さらにまた、このような現象においては、複数の説明が成り立つことや、他のあり方も可能であるということは認められず、端的に、不滅で幸福な本性の中には、疑念やいかなる動揺も引き起こすものが存在しないということである。
καὶ τοῦτο καταλαβεῖν τῇ διανοίᾳ ἔστιν ἁπλῶς εἶναι·
そして、このことが端的にそうであるということを、知性によって把握することが可能である。