§74δῆλον οὖν ὡς καὶ * * (〈καὶ ἐν τῇ. . Περὶ φύσεως〉 φθαρτούς φησι τοὺς κόσμους, μεταβαλλόντων τῶν μερῶν. καὶ ἐν ἄλλοις, τὴν γῆν τῷ ἀέρι ἐποχεῖσθαι.
因此,世界也是可毁灭的,这一点是显而易见的 * *(〈而且在《论自然》第……卷中〉,他因世界各部分的改变而称其是可毁灭的;在其他地方,他说地球乘在空气之上)。
) Ἔτι δὲ τοὺς κόσμους οὔτε ἐξ ἀνάγκης δεῖ νομίζειν ἕνα σχηματισμὸν ἔχοντας, ἀλλὰ * * (καὶ διαφόρους αὐτοὺς ἐν τῇ ῑβ̄ Περὶ φύσεως φησιν· οὓς μὲν γὰρ σφαιροειδεῖς, καὶ ᾠοειδεῖς ἄλλους, καὶ ἀλλοιοσχήμονας ἑτέρους· οὐ μέντοι πᾶν σχῆμα ἔχειν. οὐδὲ ζῷα εἶναι ἀποκριθέντα ἀπὸ τοῦ ἀπείρου.
此外,我们决不能认为世界必然具有单一的形状,而是 * *(他在《论自然》第12卷中说它们的形状是多样化的;因为有些世界是球形的,有些是卵形的,有些则是其他形状的;然而,它们并非具有所有的形状;世界也不是从无限中分离出来的生物) * *。
) * * οὐδὲ γὰρ ἂν ἀποδείξειεν οὐδείς, ὡς 〈ἐν〉 μὲν τῷ τοιούτῳ καὶ οὐκ ἂν ἐμπεριελήφθη τὰ τοιαῦτα σπέρματα, ἐξ ὧν ζῷά τε καὶ φυτὰ καὶ τὰ λοιπὰ πάντα 〈τὰ〉 θεωρούμενα συνίσταται, ἐν δὲ τῷ τοιούτῳ οὐκ ἂν ἐδυνήθη.
因为没有人能证明,在这样一种世界里,构成动物、植物以及所观察到的所有其他事物的那些种子不可能被包含在内,而在另一种世界里则不能够。
(ὡσαύτως δὲ καὶ ἐντραφῆναι.
(同样地,对于它们的养育也是如此)。
) τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ γῆς νομιστέον * * §75Ἀλλὰ μὴν ὑποληπτέον καὶ τὴν φύσιν πολλὰ καὶ παντοῖα ὑπὸ αὐτῶν τῶν πραγμάτων διδαχθῆναί τε καὶ ἀναγκασθῆναι, τὸν δὲ λογισμὸν τὰ ὑπὸ ταύτης παρεγγυηθέντα ὕστερον ἐπακριβοῦν καὶ προσεξευρίσκειν ἐν μέν τισι θᾶττον, ἐν δέ τισι βραδύτερον καὶ ἐν μέν τισι περιόδοις καὶ χρόνοις [ἀπὸ τῶν ἀπὸ τοῦ ἀπείρου] 〈κατὰ μείζους ἐπιδόσεις〉, ἐν δέ τισι κατ’ ἐλάττους.
我们也必须以同样的方式来考虑地球 * * 此外,我们必须认为,人类的本性也被事物本身教导并迫使去做了许多各种各样的事情,而理性随后则对本性所传授的东西进行了提炼和进一步的发现,在某些事情上较快,在某些事情上较慢,在某些时期和时间里〈取得了更大的进步〉,而在另一些时期里取得的进步较小。
Ὅθεν καὶ τὰ ὀνόματα ἐξ ἀρχῆς μὴ θέσει γενέσθαι, ἀλλ’ αὐτὰς τὰς φύσεις τῶν ἀνθρώπων καθ’ ἕκαστα ἔθνη ἴδια πασχούσας πάθη καὶ ἴδια λαμβανούσας φαντάσματα ἰδίως τὸν ἀέρα ἐκπέμπειν στελλόμενον ὑφ’ ἑκάστων τῶν παθῶν καὶ τῶν φαντασμάτων, ὡς ἄν ποτε καὶ ἡ παρὰ τοὺς τόπους τῶν ἐθνῶν διαφορὰ ᾖ· §76ὕστερον δὲ κοινῶς καθ’ ἕκαστα ἔθνη τὰ ἴδια τεθῆναι πρὸς τὸ τὰς δηλώσεις ἧττον ἀμφιβόλους γενέσθαι ἀλλήλοις καὶ συντομωτέρως δηλουμένας· τινὰ δὲ καὶ οὐ συνορώμενα πράγματα εἰσφέροντας τοὺς συνειδότας παρεγγυῆσαί τινας φθόγγους τοὺς ἀναγκασθέντας ἀναφωνῆσαι, τοὺς δὲ τῷ λογισμῷ ἑλομένους κατὰ τὴν πλείστην αἰτίαν οὕτως ἑρμηνεῦσαι.
因此,名称在最初也不是通过规定产生的,而是人们自身的本性在每个民族中由于经历了特定的情感并接受了特定的影像,从而独特地排出了由每种情感和影像所塑造的空气,这也与民族所在地区的差异相适应;后来,在每个民族中,通过共同的协定确立了特定的名称,以便彼此之间的表达更加明确、更加简练;而对于一些不可见的事物,那些了解它们的人在引入时,提出了他们被迫发出的一些声音,其他人则通过理性选择这些声音,并根据最普遍的原因进行了这样的解释。
Καὶ μὴν ἐν τοῖς μετεώροις φορὰν καὶ τροπὴν καὶ ἔκλειψιν καὶ ἀνατολὴν καὶ δύσιν καὶ τὰ σύστοιχα τούτοις μήτε λειτουργοῦντός τινος νομίζειν δεῖ γίνεσθαι καὶ διατάττοντος ἢ διατάξοντος καὶ ἅμα τὴν πᾶσαν μακαριότητα ἔχοντος μετὰ ἀφθαρσίας §77— οὐ γὰρ συμφωνοῦσι πραγματεῖαι καὶ φροντίδες καὶ ὀργαὶ καὶ χάριτες μακαριότητι, ἀλλ’ ἐν ἀσθενεία καὶ φόβῳ καὶ προσδεήσει τῶν πλησίον ταῦτα γίνεται —, μήτε αὖ πῦρ ἅμα ὄντα συνεστραμμένον τὴν μακαριότητα κεκτημένα κατὰ βούλησιν τὰς κινήσεις ταύτας λαμβάνειν· ἀλλὰ πᾶν τὸ σέμνωμα τηρεῖν κατὰ πάντα ὀνόματα φερόμενα ἐπὶ τὰς τοιαύτας ἐννοίας, ἐὰν μηδὲν ὑπεναντίον ἐξ αὐτῶν τῷ σεμνώματι δόξῃ· εἰ δὲ μὴ, τὸν μέγιστον τάραχον ἐν ταῖς ψυχαῖς αὐτὴ ἡ ὑπεναντιότης παρασκευάσει.
此外,我们绝不能认为天体的运行、转动、食、上升和下落以及与之相关的现象,是因为某个同时拥有不朽和全部幸福的存在者正在管理和安排,或者将要安排它们而产生的—— ——因为忙碌、忧虑、愤怒和恩惠与幸福是不相容的,相反,这些产生于软弱、恐惧以及对邻人的依赖——我们也不应该认为,天体作为聚集在一起的火,既拥有幸福,又根据自己的意愿进行这些运动;而必须在适用于此类观念的所有言词中保持所有的尊严,只要不觉得它们有任何违背尊严的地方;否则,正是这种矛盾会在灵魂中产生最大的动摇。
ὅθεν δὴ κατὰ τὰς ἐξ ἀρχῆς ἐναπολήψεις τῶν συστροφῶν τούτων ἐν τῇ τοῦ κόσμου γενέσει δεῖ δοξάζειν καὶ τὴν ἀνάγκην ταύτην καὶ περίοδον συντελεῖσθαι.
因此,我们必须认为,由于在世界产生时这些聚集体最初被封闭,这种必然性和周期性才得以完成。
§78Καὶ μὴν καὶ τὴν ὑπὲρ τῶν κυριωτάτων αἰτίαν ἐξακριβῶσαι φυσιολογίας ἔργον εἶναι δεῖ νομίζειν, καὶ τὸ μακάριον ἐν τῇ περὶ μετεώρων γνώσει ἐνταῦθα πεπτωκέναι καὶ ἐν τῷ τίνες φύσεις αἱ θεωρούμεναι κατὰ τὰ μετέωρα ταυτί, καὶ ὅσα συγγενῆ πρὸς τὴν εἰς τοῦτο ἀκρίβειαν· ἔτι τε οὐ τὸ πλεοναχῶς ἐν τοῖς τοιούτοις εἶναι καὶ τὸ ἐνδεχόμενον καὶ ἄλλως πως ἔχειν, ἀλλ’ ἁπλῶς μὴ εἶναι ἐν ἀφθάρτῳ καὶ μακαρίᾳ φύσει τῶν διάκρισιν ὑποβαλλόντων ἢ τάραχον μηθέν.
此外,我们必须认为,查明最重要事物的起因是自然哲学的任务,而关于天体现象知识的幸福就取决于此:即在这些天体现象中观察到的是什么本性,以及与此相关的精密研究所涉及的一切事物;此外,在这些事物中,不容许有多重解释,也不容许有其他可能性的存在,而仅仅是不朽且幸福的本性中不存在任何会引起怀疑或动摇的事物。
καὶ τοῦτο καταλαβεῖν τῇ διανοίᾳ ἔστιν ἁπλῶς εἶναι·
我们可以通过心智来把握这一点:事实纯粹就是这样。