§79τὸ δ’ ἐν τῇ ἱστορίᾳ πεπτωκὸς τῆς δύσεως καὶ ἀνατολῆς καὶ τροπῆς καὶ ἐκλείψεως καὶ ὅσα συγγενῆ τούτοις μηθὲν ἔτι πρὸς τὸ μακάριον τῆς γνώσεως συντείνειν, ἀλλ’ ὁμοίως τοὺς φόβους ἔχειν τοὺς ταῦτα κατειδότας, τίνες δ’ αἱ φύσεις ἀγνοοῦντας καὶ τίνες αἱ κυριώταται αἰτίαι, καὶ εἰ μὴ προσῄδεσαν ταῦτα·
記述に属する日の入りや日の出、回帰や食、およびこれらに類する現象の知識は、もはや幸福な知恵には何も貢献せず、むしろこれらを知っていながら、その本質が何であり、最も根本的な原因が何であるかを知らない人々は、それらを全く知らなかった場合と同様に恐怖を抱くのである。
τάχα δὲ καὶ πλείους, ὅταν τὸ θάμβος ἐκ τῆς τούτων προσκατανοήσεως μὴ δύνηται τὴν λύσιν λαμβάνειν κατὰ τὴν περὶ τῶν κυριωτάτων οἰκονομίαν.
あるいは、これらの現象をさらに観察することから生じる驚愕が、最も根本的な事柄に関する世界の管理に従って解決を得られないとき、その恐怖はさらに大きくなるかもしれない。
διὸ δὴ καὶ πλείους αἰτίας εὑρίσκομεν τροπῶν καὶ δύσεων καὶ ἀνατολῶν καὶ ἐκλείψεων καὶ τῶν τοιουτοτρόπων ὥσπερ καὶ ἐν τοῖς κατὰ μέρος γινομένοις,
それゆえまさに、私たちは回帰や日の入り、日の出、食などの現象について、個別的に生じる事柄におけるのと同様に、複数の原因を見いだすのである。
§80καὶ οὐ δεῖ νομίζειν τὴν ὑπὲρ τούτων χρείαν ἀκρίβειαν μὴ ἀπειληφέναι, ὅση πρὸς τὸ ἀτάραχον καὶ μακάριον ἡμῶν συντείνει.
そして、これらの事柄に関する探究が、私たちの心の平穏と幸福に資するだけの十分な精密さを獲得していないと見なしてはならない。
ὥστε παραθεωροῦντας ποσαχῶς παρ’ ἡμῖν τὸ ὅμοιον γίνεται, αἰτιολογητέον ὑπέρ τε τῶν μετεώρων καὶ παντὸς τοῦ ἀδήλου, καταφρονοῦντας τῶν οὔτε 〈τὸ〉 μοναχῶς ἔχον ἢ γινόμενον γνωριζόντων οὔτε τὸ πλεοναχῶς συμβαῖνον, τὴν ἐκ τῶν ἀποστημάτων φαντασίαν παριδόντων, ἔτι τε ἀγνοούντων καὶ ἐν ποίοις οὐκ ἔστιν ἀταρακτῆσαι 〈καὶ ἐν ποίοις ὁμοίως ἀταρακτῆσαι〉.
したがって、私たちの身の回りで同様のことがいかに多様に生じるかを比較観察しながら、天上における現象や、すべての不可視な事柄について原因を説明せねばならず、それらが単一のあり方や生じ方をするのか、あるいは複数のあり方で生じるのかを理解せず、遠く離れた距離からの見かけを看過し、さらには、いかなる場合において心の平穏を得ることが不可能であり、いかなる場合において同様に平穏を得ることが可能であるかをも知らない人々を軽蔑せねばならない。
ἂν οὖν οἰώμεθα καὶ ὡδί πως ἐνδεχόμενον αὐτὸ γίνεσθαι [καὶ ἐν ποίοις ὁμοίως ἀταρακτῆσαι], αὐτὸ τὸ ὅτι πλεοναχῶς γίνεται γνωρίζοντες, ὥσπερ κἂν ὅτι ὡδί πως γίνεται εἰδῶμεν, ἀταρακτήσομεν.
もし私たちが、それがこのような方法でも生じ得るのだと考え、それが複数の方途で生じるというまさにそのことを理解するなら、たとえそれがこのようにして生じるのだと知っている場合と同様に、私たちは心の平穏を得るであろう。
§81Ἐπὶ δὲ τούτοις ὅλως ἅπασιν ἐκεῖνο δεῖ κατανοεῖν, ὅτι τάραχος ὁ κυριώτατος ταῖς ἀνθρωπίναις ψυχαῖς γίνεται ἐν τῷ ταὐτὰ μακάριά τε δοξάζειν 〈εἶναι〉 καὶ ἄφθαρτα καὶ ὑπεναντίας ἔχειν τούτοις ἅμα βουλήσεις καὶ πράξεις καὶ αἰτίας, καὶ ἐν τῷ αἰώνιόν τι δεινὸν ἢ προσδοκᾶν ἢ ὑποπτεύειν κατὰ τοὺς μύθους, εἴτε καὶ αὐτὴν τὴν ἀναισθησίαν τὴν ἐν τῷ τεθνάναι φοβουμένους ὥσπερ οὖσαν κατ’ αὐτούς, καὶ ἐν τῷ μὴ δόξαις ταῦτα πάσχειν ἀλλ’ ἀλόγῳ γέ τινι παραστάσει, ὅθεν μὴ ὁρίζοντας τὸ δεινὸν τὴν ἴσην ἢ καὶ ἐπιτεταμένην ταραχὴν λαμβάνειν τῷ εἰ καὶ ἐδόξαζον ταῦτα·
これらすべてに加えて、人間の魂における最も根本的な動揺は、同一の存在を幸福で不滅であると考えながら、同時にこれとは相反する意志や行動、原因をそれらに帰すること、また、神話に従って何か永遠の恐ろしいことを予期したり疑ったりすること、あるいは、死における無感覚そのものを、あたかも自分たちに存在しているかのように恐れること、そして、これらのことを確固たる意見に基づいて経験するのではなく、理性のないある種の心象に基づいて経験することであり、そのために恐怖を明確に限定せず、もし実際にそのような信念を持っていた場合と同等か、あるいはそれ以上に高まった動揺を受け取ることになるのである。
§82ἡ δὲ ἀταραξία τῷ τούτων πάντων ἀπολελύσθαι καὶ συνεχῆ μνήμην 11 ἔχειν τῶν ὅλων καὶ κυριωτάτων.
しかし、心の平穏は、これらすべてから解放され、全体的かつ最も根本的な事柄を絶えず記憶しておくことに存する。
Ὅθεν τοῖς.
したがって、現にある感情や感覚に注意を払わねばならない。
πάθεσι προσεκτέον τοῖς παροῦσι καὶ ταῖς αἰσθήσεσι, κατὰ μὲν τὸ κοινὸν ταῖς κοιναῖς, κατὰ δὲ τὸ ἴδιον ταῖς ἰδίαις, καὶ πάσῃ τῇ παρούσῃ καθ’ ἕκαστον τῶν κριτηρίων ἐναργείᾳ.
共通の事柄においては共通の感覚に、個別の事柄においては個別の感覚に、そして基準のそれぞれに応じた現にあるすべての明証性に。
ἂν γὰρ τούτοις προσέχωμεν, τὸ ὅθεν ὁ τάραχος καὶ ὁ φόβος ἐγίνετο ἐξαιτιολογήσομεν ὀρθῶς καὶ ἀπολύσομεν, ὑπέρ τε μετεώρων αἰτιολογοῦντες καὶ τῶν λοιπῶν τῶν ἀεὶ παρεμπιπτόντων, ὅσα φοβεῖ τοὺς λοιποὺς ἐσχάτως.
なぜなら、もしこれらに注意を払うなら、動揺や恐怖がどこから生じるかを正しく究明してそれから解放されるであろうし、天上における現象や、他の人々を極度に恐れさせるような、絶えず割り込んでくる他の残りの事柄についても、原因を説明することができるからである。
Ταῦτά σοι, ὦ Ἡρόδοτε, ἔστι κεφαλαιωδέστατα ὑπὲρ τῆς τῶν ὅλων φύσεως ἐπιτετμημένα·
ヘロドトスよ、これらが、万物の本性について、あなたのために最も要約された基本原則である。
§83ὥστ’ ἐὰν γένηται οὗτος ὁ λόγος δυνατὸς κατασχεθεὶς μετ’ ἀκριβείας, οἶμαι, ἐὰν μὴ καὶ πρὸς ἅπαντα βαδίσῃ τις τῶν κατὰ μέρος ἀκριβωμάτων, ἀσύμβλητον αὐτὸν πρὸς τοὺς λοιποὺς ἀνθρώπους ἁδρότητα λήψεσθαι.
それゆえ、もしこの議論を正確にしっかりと把握することが可能になるなら、たとえ個別の詳細な事柄のすべてに進まなくとも、他の人々とは比較にならないほどの強固さを得るであろうと私は思う。
καὶ γὰρ καὶ καθαρὰ ἀφ’ ἑαυτοῦ ποιήσει πολλὰ τῶν κατὰ μέρος ἐξακριβουμένων κατὰ τὴν ὅλην πραγματείαν ἡμῖν, καὶ αὐτὰ ταῦτα ἐν μνήμῃ τιθέμενα συνεχῶς βοηθήσει.
なぜなら、この要約はそれ自体で、私たちの全体の体系において個別的に精密化される多くの事柄を自ずと明らかにするであろうし、これら自体を記憶にとどめておくことが絶えず助けとなるからである。
τοιαῦτα γάρ ἐστιν, ὥστε καὶ τοὺς κατὰ μέρος ἤδη ἐξακριβοῦντας ἱκανῶς ἢ καὶ τελείως, εἰς τὰς τοιαύτας ἀναλύοντας ἐπιβολὰς τὰς πλείστας τῶν περιοδειῶν ὑπὲρ τῆς ὅλης φύσεως ποιεῖσθαι·
というのも、これらはそのような性質のものであり、すでに個別的な事柄を十分に、あるいは完全に精密に理解している人々でさえ、このような基本的な概念に還元することによって、全自然についての考察の大部分を行うことができるからである。
ὅσοι δὲ μὴ παντελῶς αὐτῶν τῶν ἀποτελουμένων εἰσίν, ἐκ τούτων καὶ κατὰ τὸν ἄνευ φθόγγων τρόπον τὴν ἅμα νοήματι περίοδον τῶν κυριωτάτων πρὸς γαληνισμὸν ποιοῦνται.
また、完成された人々の域に完全には達していない人々も、これらに基づいて、言葉を発しない方法によって、思索と同時に、心の平安に向けて最も根本的な事柄についての考察を行うのである。