Humanitext Reader

カッリマコス · アルテミス讃歌 §69-133

キュクロプスへの矢の依頼と猟犬・雌鹿の獲得

2 / 4 箇所 · ギリシア語

要旨

本箇所では、幼少期のアルテミスがキュクロプスたちと渡り合い、パンから猟犬たちを譲り受ける様子が語られる。さらに、彼女が金角の雌鹿たちを捕らえて戦車を仕立て、その弓矢を用いて不義の都市には災いを、義なる人々には恩恵をもたらす様が描かれる。

§69ἔρχεται Ἑρμείης σποδιῇ κεχρημένος αἰθῇ·
ヘルメスが煤をまぶした姿で現れる。
§70αὐτίκα τὴν κούρην μορμύσσεται, ἡ δὲ τεκούσης §71δύνει ἔσω κόλπους θεμένη ἐπὶ φάεσι χεῖρας.
彼はすぐにその少女を脅し、少女は母親の懐に、両手を目に当てて潜り込む。
§72κοῦρα, σὺ δὲ προτέπω περ, ἔτι τριέτηρος ἐοῦσα, §73εὖτʼ ἔμολεν Λητώ σε μετʼ ἀγκαλίδεσσι φέρουσα, §74Ἡφαίστου καλέοντος ὅπως ὀπτήρια δοίη, §75Βρόντεώ σε στιβαροῖσιν ἐφεσσαμένου γονάτεσσι, §76στήθεος ἐκ μεγάλου λασίης ἐδράξαο χαίτης, §77ὤλοψας δὲ βίηφι·
女神よ、しかしあなたは、まだ三歳であったかつて、レトがあなたを腕に抱いて連れてきたとき、ヘパイストスが誕生祝いの贈り物をあげるためにと招き、ブロンテスがあなたをその頑丈な膝の上に乗せると、あなたはその巨大な胸の毛深い胸毛を掴み、力まかせに毟り取った。
τὸ δʼ ἄτριχον εἰσέτι καὶ νῦν §78μεσσάτιον στέρνοιο μένει μέρος, ὡς ὅτε κόρσην §79φωτὸς ἐνιδρυθεῖσα κόμην ἐπενείματʼ ἀλώπηξ.
今にいたるまで毛のない胸の真ん中の部分が残っているのは、まるで人の頭に住み着いて髪の毛を荒らすかのようである。
§80τῶ μάλα θαρσαλέη σφε τάδε προσελέξαο τῆμος
それゆえ、そのとき極めて勇敢なあなたは彼らにこう言った。
§81Κύκλωπες, κἠμοί τι Κυδώνιον εἰ δʼ ἄγε τόξον §82ἠδʼ ἰοὺς κοίλην τε κατακληῖδα βελέμνων §83τεύξατε·
「キュクロプスたちよ、さあ、私にもクドニアの弓を、そして矢と、矢を収める深い筒を作ってください。
καὶ γὰρ ἐγὼ Λητωιὰς ὥσπερ Ἀπόλλων.
私もアポロンと同じくレトの子供なのだから。
§84αἰ δέ κʼ ἐγὼ τόξοις μονιὸν δάκος ἤ τι πέλωρον §85θηρίον ἀγρεύσω, τὸ δέ κεν Κύκλωπες ἔδοιεν.
もし私が弓で野生の猪や何か巨大な獣を捕らえたなら、それをキュクロプスたちが食べるがよい。
§86ἔννεπες·
」あなたはそう言った。
οἱ δʼ ἐτέλεσσαν·
そして彼らはそれをやり遂げた。
ἄφαρ δʼ ὡπλίσσαο, δαῖμον, §87αἶψα δʼ ἐπὶ σκύλακας πάλιν ἤιες· ἵκεο δʼ αὖλιν §88Ἀρκαδικὴν ἔπι Πανός.
女神よ、あなたはすぐに武装し、すぐに犬たちを求めて旅立ち、パンのアルカディアの住処へと至った。
ὁ δὲ κρέα λυγκὸς ἔταμνε §89Μαιναλίης, ἵνα οἱ τοκάδες κύνες εἶδαρ ἔδοιεν.
彼はマイナロス山のオオヤマネコの肉を切り分け、授乳中の犬たちに餌として与えているところだった。
§90τὶν δʼ ὁ γενειήτης δύο μὲν κύνας ἥμισυ πηγοὺς §91τρεῖς δὲ παρουαίους ἕνα δʼ αἰόλον, οἵ ῥα λέοντας
髭のある彼は、あなたに半分白で力強い犬を二頭、耳の垂れた犬を三頭、斑のある犬を一頭与えた。
§92αὐτοὺς αὖ ἐρύοντες, ὅτε δράξαιντο δεράων, §93εἷλκον ἔτι ζώοντας ἐπʼ αὐλίον, ἑπτὰ δʼ ἔδωκε
彼らはライオンそのものを、その首を掴むと、まだ生きているうちに自分の住処へと引きずるほどであった。
§94θάσσονας αὐράων Κυνοσουρίδας, αἵ ῥα διῶξαι
また彼は七頭の風よりも速いキュノスラの犬を与えた。
§95ὤκισται νεβρούς τε καὶ οὐ μύοντα λαγωόν, §96καὶ κοίτην ἐλάφοιο καὶ ὕστριχος ἔνθα καλιαὶ §97σημῆναι, καὶ ζορκὸς ἐπʼ ἴχνιον ἡγήσασθαι.
それらは、子鹿や、目を開けたまま眠る兎を追うのが最も速く、鹿の寝床や山あらしの巣がある場所を指し示し、ノロジカの足跡を追って先導するのに最も優れていた。
§98ἔνθεν ἀπερχομένη (μετὰ καὶ κύνες ἐσσεύοντο) §99εὗρες ἐτί προμολῇσʼ ὄρεος τοῦ Παρρασίοιο
そこから立ち去る時(犬たちも一緒になって勢いよく走っていたが)、あなたはパッラシオス山のふもとにおいて、跳ね回る雌鹿たちを見つけた。
§100σκαιρούσας ἐλάφους, μέγα τι χρέος·
それは大いなる驚異であった。
αἱ μὲν ἑπʼ ὄχθῃς §101αἰὲν ἐβουκολέοντο μελαμψήφιδος Ἀναύρου, §102μάσσονες ἢ ταῦροι, κεράων δʼ ἀπελάμπετο χρυσός·
彼女たちは、黒い小石の流れるアナウロス川の堤で常に草を食んでおり、雄牛よりも大きく、その角からは金が輝き出ていた。
§103ἐξαπίνης δʼ ἔταφές τε καὶ ὃν ποτὶ θυμὸν ἔειπες
不意にあなたは驚愕し、心の中でこう言った。
§104τοῦτό κεν Ἀρτέμιδος πρωτάγριον ἄξιον εἴη.
「これこそ、アルテミスの最初の獲物にふさわしいものだ。
§105πέντʼ ἔσαν αἱ πᾶσαι·
」彼女たちは全部で五頭いた。
πίσυρας δʼ ἕλες ὦκα θέουσα §106νόσφι κυνοδρομίης, ἵνα τοι θοὸν ἅρμα φέρωσι.
あなたは犬を走らせることなく、素早く走って四頭を捕らえ、あなたの速い戦車を引かせるようにした。
§107τὴν δὲ μίαν Κελάδοντος ὑπὲρ ποταμοῖο φυγοῦσαν §108Ἡρης ἐννεσίῃσιν, ἀέθλιον Ἡρακλῆι §109ὕστερον ὄφρα γένοιτο, πάγος Κερύνειος ἔδεκτο.
しかしケラドン川を越えて逃げ延びた一頭は、ヘラの意図によって、のちにヘラクレスの試練となるために、ケリュネイアの丘がこれを受け入れた。
§110Ἄρτεμι Παρθενίη Τιτυοκτόνε, χρύσεα μέν τοι §111ἔντεα καὶ ζώνη, χρύσεον δʼ ἐζεύξαο δίφρον, §112ἐν δʼ ἐβάλευ χρύσεια, θεή, κεμάδεσσι χαλινά.
処女にしてティテュオスを屠る者なるアルテミスよ、あなたの武具と帯は黄金であり、黄金の戦車を軛に繋ぎ、女神よ、雌鹿たちに黄金の轡をはめた。
§113ποῦ δέ σε τὸ πρῶτον κερόεις ὄχος ἤρξατʼ ἀείρειν;
角のある戦車は、最初にどこからあなたを乗せて上り始めたか。
§114Αἵμῳ ἐπὶ Θρήικι, τόθεν βορέαο κατᾶιξ
トラキアのハイモス山からである。
§115ἔρχεται ἀχλαίνοισι δυσαέα κρυμὸν ἄγουσα.
そこから、外套を着ていない者たちに、耐え難い寒さをもたらす北風の突風が吹き下ろす。
§116ποῦ δʼ ἔταμες πεύκην, ἀπὸ δὲ φλογὸς ἥψαο ποίης;
あなたはどこで松明を切り出し、いかなる火からそれに火を灯したのか。
§117Μυσῷ ἐν Οὐλύμπῳ, φάεος δʼ ἐνέηκας ἀυτμὴν §118ἀσβέστου, τό ῥα πατρὸς ἀποστάζουσι κεραυνοί.
ミュシアのオリンポス山においてであり、あなたは父の雷電から滴り落ちる不滅の火の息吹をそれに吹き込んだ。
§119ποσσάκι δʼ ἀργυρέοιο, θεή, πειρήσαο τόξου;
女神よ、あなたは何回その銀の弓を試したか。
§120πρῶτον ἐπὶ πτελέην, τὸ δὲ δεύτερον ἧκας ἐπὶ δρῦν, §121τὸ τρίτον αὖτʼ ἐπὶ θῆρα.
最初は楡の木に対して、二回目は樫の木に対して放ち、三回目は野獣に対して。
τὸ τέτρατον οὐκέτʼ ἐπὶ δὴν §122ἀλλά μιν εἰς ἀδίκων ἔβαλες πόλιν, οἵ τε περὶ σφέας
しかし四回目は、もはや木や獣に対してではなく、不義を行う者たちの都市に対してそれを放った。
§123οἵ τε περὶ ξείνους ἀλιτήμονα πολλά τέλεσκον, §124σχέτλιοι·
彼らは同胞に対しても旅人に対しても、多くの罪深い不義を働き、無慈悲であった。
οἷς τύνη χαλεπὴν ἐμμάξεαι ὀργήν·
あなたは彼らに激しい怒りを叩きつける。
§125κτήνεά φιν λοιμὸς καταβόσκεται, ἔργα δὲ πάχνη,
彼らの家畜は疫病に食い尽くされ、耕作地は霜に冒される。
§126κείρονται δὲ γέροντες ἐφʼ υἱάσιν, αἱ δὲ γυναῖκες §127ἢ βληταὶ θνῄσκουσι λεχωίδες ἠὲ φυγοῦσαι §128τίκτουσιν τῶν οὐδὲν ἐπὶ σφυρὸν ὀρθὸν ἀνέστη.
老人たちは息子たちのために喪に服して髪を剃り落とし、女たちは射殺されて死ぬか、あるいは逃げ延びても、足首で真っ直ぐ立つことのできない不具の子を産む。
§129οἷς δέ κεν εὐμειδής τε καὶ ἵλαος αὐγάσσηαι, §130κείνοις εὖ μὲν ἄρουρα φέρει στάχυν, εὖ δὲ γενέθλη §131τετραπόδων, εὖ δʼ ὄλβος ἀέξεται·
しかし、あなたが優しく慈悲深く目を向ける人々に対しては、彼らの畑は豊かに穂を実らせ、四足獣の生まれも良く、富は豊かに増大する。
οὐδʼ ἐπὶ σῆμα §132ἔρχονται πλὴν εὖτε πολυχρόνιόν τι φέρωσιν·
彼らが墓へと赴くのは、ただ極めて長い歳月を重ねた時だけである。
§133οὐδὲ διχοστασίη τρώει γένος, ἥ τε καὶ εὖ περ
内紛が彼らの血族を傷つけることもなく、それはたとえ...

語釈・文法注

  1. §72προτέπω περ, ἔτι τριέτηρος ἐοῦσα — 副詞 προτέπω(それより以前に)は、前文の「母親が子供をキュクロプスで脅す」という現在の習慣的な場面に対して、アルテミス自身が「それより以前に、わずか3歳であったとき」に取った極めて勇敢な行動を対比させる役割を持つ。ἔτι τριέτηρος ἐοῦσα は、当時の彼女の年齢を表す分詞。
  2. §105νόσφι κυνοδρομίης — 前置詞的副詞 νόσφι(〜なしに)は属格 κυνοδρομίης(犬による追跡)を伴い、「猟犬を使って追い立てることなしに」を意味する。これはアルテミスが犬の助けを借りず、自らの神速だけで雌鹿たちを捕らえたことを強調している。
  3. §128τῶν οὐδὲν ἐπὶ σφυρὸν ὀρθὸν ἀνέστη — 関係代名詞属格 τῶν(それらの子供たちのうち)は部分属格であり、続く οὐδὲν(何一つとして〜ない)に係っている。形容詞 ὀρθὸν(真っ直ぐに)は、前置詞句 ἐπὶ σφυρὸν(足首の上に)とともに述語的に機能し、「足首を真っ直ぐに立てて立つ」すなわち「五体満足に生まれて立つ」ことができないという、奇形・不具の子供が生まれるという不義の都市への呪いを表現している。
  4. §132πλὴν εὖτε πολυχρόνιόν τι φέρωσιν — 接続詞 πλὴν(〜を除いては)が、時間副詞節を導く εὖτε(〜のとき)および接続法 φέρωσιν(持ってくる、運ぶ)と結合している。直訳すると「長命の(老いという)重荷を携えて墓に赴く時を除いては」となり、若死にすることなく極めて高齢に達したときのみ死を迎えるという、義なる人々への祝福を意味する。

この箇所を引用する

カッリマコス, アルテミス讃歌 §69-133. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0533.tlg017.humanitext-grc3:69-133

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。