§2.1Ἐπὶ τῆς φυλακῆς μου στήσομαι καὶ ἐπιβήσομαι ἐπὶ πέτραν, καὶ ἀποσκοπεύσω τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐμοί, καὶ τί ἀποκριθῶ ἐπὶ τὸν ἔλεγχόν μου.
私は見張りの所に立ち、岩の上に登ろう。 そして、主が私の内で何を語られるか、また私の抗議に対して自分が何と答えるべきかを見極めるために見渡そう。
§2.2καὶ ἀπεκρίθη πρὸς μέ Κύριος καὶ εἶπεν Γράψον ὅρασιν καὶ σαφῶς εἰς πυξίον, ὅπως διώκῃ ὁ ἀναγινώσκων αὐτά.
すると主は私に答えて言われた。 「幻を板の上にはっきりと書き記せ。 それを読む者が速やかに走ることができるように。
§2.3διότι ἔτι ὅρασις εἰς καιρόν, καὶ ἀνατελεῖ εἰς πέρας καὶ οὐκ εἰς κενόν·
なぜなら、幻はなお定められた時のためのものであり、終わりに向かって現れ、無駄には終わらないからである。
ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτόν, ὅτι ἐρχόμενος ἥξει καὶ οὐ μὴ χρονίσῃ.
もし遅れても、それを待ち望め。 来るべき者は必ず来て、遅れることはないからである。
§2.4ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχὴ μου ἐν αὐτῷ·
もし彼が退くなら、私の魂は彼を喜ばない。
ὁ δὲ δίκαιος ἐκ πίστεως μου ζήσεται.
しかし、正しい者は私の真実によって生きる。
§2.5δὲ κατοιόμενος καταφρονητής· οὐδέν μὴ περάνῃ·
また、思い上がっている侮る者は、何も成し遂げない。
ὃς ἐπλάτυνεν καθὼς ᾅης τὴν ψυχὴν αὐτοῦ, καὶ οὗτος ὡς θάνατος οὐκ ἐμπιπλάμενος, καὶ ἐπισυνάξει ἐπʼ αὐτὸν πάντα τὰ ἔθνη, καὶ εἰσδέξεται πρὸς αὐτὸν πάντας τοὺς λαούς.
彼は陰府のようにその喉を広げ、死のように決して満ち足りることがない。 彼は自分のもとにすべての異邦人を集め、すべての民を自分のもとに引き入れる。
§2.6οὐχὶ ταῦτα πάντα παραβολὴν κατʼ αὐτοῦ λήμψονται καὶ πρόβλημα εἰς διήγησιν αὐτοῦ;
これらすべての者が、彼に対して風刺を、彼の物語のために謎を提示するではないか。
καὶ ἐροῦσιν Οὐαὶ ὁ πληθύνων ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ·
そして彼らは言うだろう。 『災いだ、自分のものでないものを増やす者よ。
ἕως τίνος;
いつまで続くのか。
καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς.
重い枷で己を重くする者よ。
§2.7ὅτι ἐξαίφνης ἀναστήσονται δάκνοντες αὐτόν, καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς.
』突如として、あなたを噛む者たちが立ち上がり、あなたを陥れようとする者たちが目を覚ますのではないか。 そしてあなたは彼らの略奪品となる。
§2.8διότι ἐσκύλευσας ἔθνη πολλά, σκυλεύσουσιν πάντες οἱ ὑπολελιμμένοι λαοί, δι᾿ αἵματα ἀνθρώπων καὶ ἀσεβείας γῆς καὶ πόλεως καὶ πάντων τῶν κατοικούντων αὐτήν.
あなたが多くの国々を略奪したから、残されたすべての民があなたを略奪する。 それは、人々の血と、地と都、およびそこに住むすべての者に対する不義のゆえである。
§2.9Ὢ ὁ πλεονεκτῶν πλεονεξίαν κακὴν τῷ οἴκῳ αὐτοῦ, τοῦ τάξαι εἰς ὕψος νοσσιὰν αὐτοῦ, τοῦ ἐκσπασθῆναι ἐκ χειρὸς κακῶν·
災いだ、自分の家のために悪しき利を貪り、災いの手から逃れるために、自分の巣を高い所に置く者は。
§2.10ἐβουλεύσω αἰσχύνην τῷ οἴκῳ σου, συνεπέρανας λαοὺς πολλούς, καὶ ἐξήμαρτεν ἡ ψυχή σου·
あなたは自分の家に恥をもたらことを謀り、多くの民を滅ぼし、あなた自身の魂は罪を犯した。
§2.11διότι λίθος ἐκ τοίχου βοήσεται, καὶ κάνθαρος ἐκ ξύλου φθέγξεται αὐτά.
なぜなら、石は壁から叫び、梁は木からそれに答えるからである。
§2.12Οὐαὶ ὁ οἰκοδομῶν πόλιν ἐν αἵμασιν, καὶ ἑτοιμάζων πόλιν ἐν ἀδικίαις.
災いだ、血をもって街を建て、不義をもって街を築く者は。
§2.13οὐ ταῦτά ἐστιν παρὰ Κυρίου Παντοκράτορος;
これらのことは、万軍の主によるものではないか。
καὶ ἐξέλιπον λαοὶ ἱκανοὶ ἐν πυρί, καὶ ἔθνη πολλὰ ὠλιγοψύχησαν.
多くの民は火のために尽き果て、多くの国々は疲れ果てる。
§2.14ὅτι ἐμπλησθήσεται ἡ γῆ τοῦ γνῶναι τὴν δόξαν Κυρίου, ὡς ὕδωρ κατακαλύψει αὐτούς.
地は主の栄光を知ることで満たされる。 水が彼らを覆うように。
§2.15Ὢ ὁ ποτίζων τὸν πλησίον αὐτοῦ ἀνατροπῇ θολερῷ, καὶ μεθύσκων, ὅπως ἐπιβλέπῃ ἐπὶ τὰ σπήλαια αὐτῶν.
災いだ、隣人に濁った破滅を飲ませ、また彼を酔わせる者は。 彼らの裸を見るために。
§2.16πλησμονὴν ἀτιμίας ἐκ δόξης πίε καὶ σύ·
あなたもまた、栄光の代わりに恥辱を満たして飲め。
καρδίᾳ σαλεύθητι καὶ σείσθητι·
心からよろめき、揺れ動け。
ἐκύκλωσεν ἐπὶ σέ ποτήριον δεξιᾶς Κυρίου, καὶ συνήχθη ἀτιμία ἐπὶ τὴν δόξαν σου.
主の右の手の杯があなたに回ってきて、恥辱があなたの栄光の上に集められた。
§2.17διότι ἀσέβεια τοῦ Λιβάνου καλύψει σε, καὶ ταλαιπωρία θηρίων πτοήσει σε, διὰ αἵματα ἀνθρώπων καὶ ἀσεβείας γῆς καὶ πόλεως καὶ πάντων τῶν κατοικούντων αὐτήν.
レバノンへの不義があなたを覆い、獣たちの破滅があなたを怯えさせる。 それは人々の血と、地と都、およびそこに住むすべての者に対する不義のゆえである。
§2.18Τί ὠφελεῖ γλυπτόν, ὅτι ἔγλυψαν αὐτό;
彫像は何の役に立つのか、彼らがそれを彫ったからといって。
ἔπλασεν αὐτὸ χώνευμα, φαντασίαν ψευδῆ, ὅτι πέποιθεν ὁ πλάσας ἐπὶ τὸ πλάσμα αὐτοῦ τοῦ ποιῆσαι εἴδωλα κωφά.
鋳造された像、偽りの幻影を、造り主は造った。 造り主が自分の造り物に信頼して、もの言わぬ偶像を造るからといって。
§2.19οὐαὶ ὁ λέγων τῷ ξύλῳ Ἔκνηψον ἐξεγέρθητι, καὶ τῷ λίθῳ Ὑψώθητι καὶ αὐτό ἐστιν φαντασία, τοῦτο δέ ἐστιν ἔλασμα χρυσίου καὶ ἀργυρίου, καὶ πᾶν πνεῖμα οὐκ ἔστιν ἐν αὐτῷ.
災いだ、木に向かって『目を覚ませ、起き上がれ』と言い、石に向かって『立ち上がれ』と言う者は。 それ自体が幻影であり、金と銀の薄板で覆われているが、その中には何の息もない。
§2.20ὁ δὲ κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ·
しかし、主はその聖なる宮におられる。
εὐλαβείσθω ἀπὸ προσώπου πᾶσα ἡ γῆ.
全地はその御前に恐れひれ伏せ。