§2.1Ἐπὶ τῆς φυλακῆς μου στήσομαι καὶ ἐπιβήσομαι ἐπὶ πέτραν, καὶ ἀποσκοπεύσω τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐμοί, καὶ τί ἀποκριθῶ ἐπὶ τὸν ἔλεγχόν μου.
我要站在守望所上,登上岩石,我要观看,看祂在我的里面对我说什么,以及对于我的抗辩我该如何回答。
§2.2καὶ ἀπεκρίθη πρὸς μέ Κύριος καὶ εἶπεν Γράψον ὅρασιν καὶ σαφῶς εἰς πυξίον, ὅπως διώκῃ ὁ ἀναγινώσκων αὐτά.
主回答我说:“你要将这幻像写在板上,使之清晰,好让宣读它的人可以奔跑。
§2.3διότι ἔτι ὅρασις εἰς καιρόν, καὶ ἀνατελεῖ εἰς πέρας καὶ οὐκ εἰς κενόν· ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτόν, ὅτι ἐρχόμενος ἥξει καὶ οὐ μὴ χρονίσῃ.
” 因为这幻像仍有特定的时期,它正向着终点显现,绝非虚空;纵然迟延,你也要等候它,因为那要来的必会临到,决不耽延。
§2.4ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχὴ μου ἐν αὐτῷ· ὁ δὲ δίκαιος ἐκ πίστεως μου ζήσεται.
如果他退缩,我的心必不喜悦他;但义人必因我的信实而活。
§2.5δὲ κατοιόμενος καταφρονητής· οὐδέν μὴ περάνῃ· ὃς ἐπλάτυνεν καθὼς ᾅης τὴν ψυχὴν αὐτοῦ, καὶ οὗτος ὡς θάνατος οὐκ ἐμπιπλάμενος, καὶ ἐπισυνάξει ἐπʼ αὐτὸν πάντα τὰ ἔθνη, καὶ εἰσδέξεται πρὸς αὐτὸν πάντας τοὺς λαούς.
此外,那自大傲慢的人,必一无所成;他像阴间一样扩张自己的心,像死亡一样永不满足,他必为自己聚集万国,将万民收归自己。
§2.6οὐχὶ ταῦτα πάντα παραβολὴν κατʼ αὐτοῦ λήμψονται καὶ πρόβλημα εἰς διήγησιν αὐτοῦ;
这些人不都要针对他提起俗语,为他的故事说出谜语吗?
καὶ ἐροῦσιν Οὐαὶ ὁ πληθύνων ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ·
他们要说:‘祸哉,那增添不属自己之物的!
ἕως τίνος;
要到几时呢?
καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς.
那使自己负重轭的!
§2.7ὅτι ἐξαίφνης ἀναστήσονται δάκνοντες αὐτόν, καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς.
’ 岂不有咬你的忽然起来,那陷害你的也必醒起,你就成了他们的掠物吗?
§2.8διότι ἐσκύλευσας ἔθνη πολλά, σκυλεύσουσιν πάντες οἱ ὑπολελιμμένοι λαοί, δι᾿ αἵματα ἀνθρώπων καὶ ἀσεβείας γῆς καὶ πόλεως καὶ πάντων τῶν κατοικούντων αὐτήν.
因为你抢夺了许多国家,所有剩下的万民也必抢夺你;这是因人的血,以及对大地、城市和其中一切居民所行的不义。
§2.9Ὢ ὁ πλεονεκτῶν πλεονεξίαν κακὴν τῷ οἴκῳ αὐτοῦ, τοῦ τάξαι εἰς ὕψος νοσσιὰν αὐτοῦ, τοῦ ἐκσπασθῆναι ἐκ χειρὸς κακῶν·
祸哉,那为自己房屋积蓄不义之财,好在高处搭窝,以求逃脱灾祸之手的!
§2.10ἐβουλεύσω αἰσχύνην τῷ οἴκῳ σου, συνεπέρανας λαοὺς πολλούς, καὶ ἐξήμαρτεν ἡ ψυχή σου·
你图谋使自己的家蒙羞,剪除许多民,使你的性命犯罪。
§2.11διότι λίθος ἐκ τοίχου βοήσεται, καὶ κάνθαρος ἐκ ξύλου φθέγξεται αὐτά.
因为墙里的石头必呼叫,房梁也必从木中对此应声。
§2.12Οὐαὶ ὁ οἰκοδομῶν πόλιν ἐν αἵμασιν, καὶ ἑτοιμάζων πόλιν ἐν ἀδικίαις.
祸哉,那以人血建城,以不义立邑的!
§2.13οὐ ταῦτά ἐστιν παρὰ Κυρίου Παντοκράτορος;
这事岂不是出于万军之主吗?
καὶ ἐξέλιπον λαοὶ ἱκανοὶ ἐν πυρί, καὶ ἔθνη πολλὰ ὠλιγοψύχησαν.
众民因火而化为虚无,万国也因而疲惫不堪。
§2.14ὅτι ἐμπλησθήσεται ἡ γῆ τοῦ γνῶναι τὴν δόξαν Κυρίου, ὡς ὕδωρ κατακαλύψει αὐτούς.
认识主之荣耀的知识要充满大地,好像水遮盖它们一样。
§2.15Ὢ ὁ ποτίζων τὸν πλησίον αὐτοῦ ἀνατροπῇ θολερῷ, καὶ μεθύσκων, ὅπως ἐπιβλέπῃ ἐπὶ τὰ σπήλαια αὐτῶν.
祸哉,那给邻舍喝掺杂了浑浊毁灭之酒,又使他喝醉,为要看他们赤身露体的!
§2.16πλησμονὴν ἀτιμίας ἐκ δόξης πίε καὶ σύ· καρδίᾳ σαλεύθητι καὶ σείσθητι·
你也喝吧,满受羞辱以代替荣耀;你心要动摇,要战兢!
ἐκύκλωσεν ἐπὶ σέ ποτήριον δεξιᾶς Κυρίου, καὶ συνήχθη ἀτιμία ἐπὶ τὴν δόξαν σου.
主的右手之杯已传到你,羞辱已聚集在你的荣耀之上。
§2.17διότι ἀσέβεια τοῦ Λιβάνου καλύψει σε, καὶ ταλαιπωρία θηρίων πτοήσει σε, διὰ αἵματα ἀνθρώπων καὶ ἀσεβείας γῆς καὶ πόλεως καὶ πάντων τῶν κατοικούντων αὐτήν.
因为黎巴嫩所受的不义必遮盖你,野兽的毁灭必使你惊恐;这是因人的血,以及对大地、城市和其中一切居民所行的不义。
§2.18Τί ὠφελεῖ γλυπτόν, ὅτι ἔγλυψαν αὐτό;
雕刻的偶像有什么益处呢? 因为那是人所雕刻的。
ἔπλασεν αὐτὸ χώνευμα, φαντασίαν ψευδῆ, ὅτι πέποιθεν ὁ πλάσας ἐπὶ τὸ πλάσμα αὐτοῦ τοῦ ποιῆσαι εἴδωλα κωφά.
制造者造了铸成的像,就是虚谎的幻影;制造者竟倚靠自己的工作,去造那不能说话的偶像。
§2.19οὐαὶ ὁ λέγων τῷ ξύλῳ Ἔκνηψον ἐξεγέρθητι, καὶ τῷ λίθῳ Ὑψώθητι καὶ αὐτό ἐστιν φαντασία, τοῦτο δέ ἐστιν ἔλασμα χρυσίου καὶ ἀργυρίου, καὶ πᾶν πνεῖμα οὐκ ἔστιν ἐν αὐτῷ.
祸哉,那对木头说‘醒起! ’对石头说‘起来! ’的。 这不过是幻影,是以金银包裹的,其中毫无气息。
§2.20ὁ δὲ κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ· εὐλαβείσθω ἀπὸ προσώπου πᾶσα ἡ γῆ.
唯有主在祂的圣殿中;全地的人都当在祂面前肃敬。