Humanitext Reader

七十人訳聖書 · マカバイ記三 §5.1-5.26

象による処刑の準備と王の眠願による延期

5 / 9 箇所 · ギリシア語

要旨

王はユダヤ人虐殺のために象を狂暴化させるよう命じるが、神が下した深い眠りによって予定は狂い、翌日に延期される。しかし翌朝、ヘルモンは再び象を準備し、群衆が見世物を待つ中でユダヤ人は神に助けを求める。

§5.1Τότε προσκαλεσάμενος Ἕρμωνα τὸν πρὸς τῇ τῶν ἐλεφάντων ἐπιμελείᾳ, βαρείᾳ μεμεστωμένος ὀργῇ καὶ χόλῳ κατὰ πᾶν ἀμετάθετος, §5.2ἐκέλευσεν ὑπὸ τὴν ἐρχομένην ἡμέραν δαψιλέσι δράκεσι λιβανωτοῦ καὶ οἴνῳ πλείονι ἀκράτῳ ἅπαντας τοὺς ἐλέφαντας ποτίσαι, ὄντας τὸν ἀριθμὸν πεντακοσίους· καὶ ἀγριωθέντας τῇ τοῦ πόματος ἀφθόνῳ χορηγίᾳ εἰσαγαγεῖν πρὸς συνάντησιν τοῦ μόρου τῶν Ἰουδαίων.
それから、象の管理を任されているヘルモンを呼び出し、激しい怒りと憤怒に満たされ、あらゆる点で頑なであった王は、翌日にかけて、すべての象(その数は五百頭に及ぶ)に、おびただしい乳香の一掴みと、たっぷりの薄めていないワインを飲ませるように、そしてその飲み物の惜しみない供給によって狂暴化させた上で、ユダヤ人たちの死と対面させるために引き出すように命じた。
§5.3ὁ μὲν τάδε προστάσσων ἐτρέπετο πρὸς τὴν εὐωχίαν, συναγαγὼν τοὺς μάλιστα τῶν φίλων καὶ τῆς στρατιᾶς ἀπεχθῶς ἔχοντας πρὸς τοὺς Ἰουδαίους.
このように命じると、王は祝宴へと向かい、友人たちや軍隊のうちでユダヤ人に対して最も敵意を抱いている者たちを集めた。
§5.4ὁ δὲ ἐλεφαντάρχης τὸ προσταγὲν ἀραρότως Ἕρμων συνετέλει.
一方、象を管理する長たるヘルモンは、命じられたことを着実に実行した。
§5.5οἵ τε πρὸς τούτοις λειτουργοὶ κατὰ τὴν ἑσπέραν ἐξιόντες τὰς τῶν ταλαιπωρούντων ἐδέσμευον χεῖρας, τήν τε λοιπὴν ἐμηχανῶντο περὶ αὐτοὺς ἀσφάλειαν ἔννυχον, δόξαντες ὁμοῦ λήμψεσθαι τὸ φῦλον πέρας τῆς ὀλεθρίας.
また、彼らに仕える者たちも夕方に現れて、苦難にあえぐ者たちの手を縛り、彼らの周りに残りの夜間の警戒体制を施した。 彼らは、その民族が同時に破滅の終局を迎えることになると考えたからである。
§5.6οἱ δὲ πάσης σκέπης ἔρημοι δοκοῦντες εἶναι τοῖς ἔθνεσιν Ἰουδαῖοι, διὰ τὴν πάντοθεν περιέχουσαν αὐτοὺς μετὰ δεσμῶν ἀνάγκην, §5.7τὸν παντοκράτορα κύριον καὶ πάσης δυνάμεως δυναστεύοντα, ἐλεήμονα θεὸν αὐτῶν καὶ πατέρα, δυσκαταπαύστῳ βοῇ πάντες μετὰ δακρύων ἐπεκαλέσαντο, δεόμενοι
一方、異民族たちからはあらゆる保護を失っているように見えたユダヤ人たちは、鎖とともに彼らを四方から取り囲む窮状ゆえに、全能の主であり、すべての力をおさめる者、彼らの慈悲深い神であり父であるお方を、全員が涙とともに絶え間のない叫び声を上げて呼び求め、懇願した。
§5.8τὴν κατ᾿ αὐτῶν μεταστρέψαι βουλὴν ἀνοσίαν, καὶ ῥύσασθαι αὐτοὺς μετὰ μεγαλομεροῦς ἐπιφανείας ἐκ τοῦ παρὰ πόδας ἐν ἑτοίμῳ μόρου.
彼らに対する不敬な企てを退け、大いなる御姿の現れをもって、足元に迫っている確実な死から自分たちを救い出してくださるようにと。
§5.9τούτων μὲν οὖν ἡ λιτανία ἐκτενῶς ἀνέβαινεν εἰς τὸν οὐρανόν.
こうして、彼らの哀願は熱烈に天へと立ち上っていった。
§5.10ὁ δὲ Ἕρμων τοὺς ἀνηλεεῖς ἐλέφαντας ποτίσας πεπληρωμένους τῆς τοῦ οἴνου πολλῆς χορηγίας καὶ τοῦ λιβάνου μεμεστωμένους, ὄρθριος ἐπὶ τὴν αὐλὴν παρῆν περὶ τούτων προσαγγεῖλαι τῷ βασιλεῖ.
一方ヘルモンは、無慈悲な象たちに飲ませて、たっぷりと供給されたワインで満たし、乳香を詰め込ませた上で、夜明けに宮廷へと赴き、これらのことについて王に報告しようとした。
§5.11τὸ δὲ ἀπʼ αἰῶνος κτίσμα χρόνου καλὸν ἐν νυκτὶ καὶ ἡμέρᾳ ἐπιβαλλόμενον ὑπὸ τοῦ χαριζομένου πᾶσιν, οἷς ἂν αὐτὸς θελήσει, ὕπνου μέρος ἀπέστειλεν εἰς τὸν βασιλέα·
しかし、世の始まりから夜と昼において美しく巡り、神が自ら望むすべての人に無償で与えられるあの創造物たる眠りの一部を、主は王の上に送られた。
§5.12καὶ ἡδίστῳ καὶ βαθεῖ κατεσχέθη τῇ ἐνεργείᾳ τοῦ δεσπότου, τῆς ἀθέσμου μὲν προθέσεως πολὺ διεσφαλμένος, τοῦ δὲ ἀμεταθέτου λογισμοῦ μεγάλως διεψευσμένος.
角して主の働きによって、王は極めて心地よく深い眠りに囚われ、その不法な目論見は大いに妨げられ、その頑なな考えはひどく裏切られることになった。
§5.13οἵ τε Ἰουδαῖοι τὴν προσημανθεῖσαν ὥραν διαφυγόντες, τὸν ἅγιον ᾔνουν θεὸν αὐτῶν·
ユダヤ人たちは、予告されていた時刻を免れると、自分たちの聖なる神を賛美した。
καὶ πάλιν ἠξίουν τὸν εὐκατάλλακτον δεῖξαι μεγαλοσθενοῦς ἑαυτοῦ χειρὸς κράτος ἔθνεσιν ὑπερηφάνοις.
そして、祈りを聞き入れてくださるお方が、傲慢な異民族たちに対して、ご自身の力強い御手の威力を再び示してくださるよう求めた。
§5.14μεσούσης δὲ ἤδη δεκάτης ὥρας σχεδόν, ὁ πρὸς ταῖς κλήσεσιν τεταγμένος, ἀθρόους τοὺς κλητοὺς ἰδών, ἔνυξεν προσελθὼν τὸν βασιλέα.
すでにほぼ第十時の中頃になったとき、招待を任されている係は、招待客たちが群がっているのを見て、近づいて王をそっと突いた。
§5.15καὶ μόλις διεγείρας, ὑπέδειξε τὸν τῆς συμποσίας καιρὸν ἤδη παρατρέχοντα, τὸν περὶ τούτων λόγον ποιούμενος.
そして辛うじて王を目覚めさせると、宴会の時間がすでに過ぎつつあることを示し、それについて説明した。
§5.16ὃν ὁ βασιλεὺς λογισάμενος, καὶ τραπεὶς εἰς τὸν πότον, ἐκέλευσεν τοὺς παραγεγονότας ἐπὶ τὴν συμποσίαν ἄντικρυς ἀνακλῖναι αὐτοῦ.
王はそれを考慮し、酒宴へと向かうと、宴会のためにやって来た者たちに、自分の向かいに席に着くよう命じた。
§5.17οὗ καὶ γενομένου, παρῄνει εἰς εὐωχίαν δόντας ἑαυτούς, τὸ παρὸν τῆς συμποσίας ἐπὶ πολὺ γεραιρομένους εἰς εὐφροσύνην καταθέσθαι μέρος.
これが実行されると、王は、彼らが祝宴に身を委ね、この現在の宴会の時を大いに重んじて、楽しみにその時間を当てるようにと勧めた。
§5.18ἐπὶ πλεῖον δὲ προσκοπτούσης τῆς ὁμιλίας, τὸν Ἕρμωνα προσκαλεσάμενος ὁ βασιλεύς, μετὰ πικρίας ἀπειλῆς ἐπυνθάνετο τίνος ἕνεκεν αἰτίας ἰάθησαν οἱ Ἰουδαῖοι τὴν περιοῦσαν ἡμέραν περιβεβιωκότες.
歓談がさらに進むと、王はヘルモンを呼び出し、激しい脅しをもって、いかなる理由でユダヤ人たちが生き延び、この過ぎ去ろうとする一日を生きながらえたのかを尋ねた。
§5.19τοῦ δὲ ὑποδείξαντος ὅτι νυκτὸς τὸ προσταγὲν ἐπὶ τέλος ἠγιοχέναι, καὶ τῶν φίλων αὐτῶν προσμαρτυρησάντων·
ヘルモンが、命じられたことを夜のうちに完了したと説明し、また彼の友人たちもそれを証言すると、ファラリスよりもひどい残忍さを見せながら、王は言った。
§5.20τὴν ὠμότητα χείρονα Φαλάριδος ἐσχηκὼς ἔφη τὸ τῆς σήμερον ὕπνῳ χάριν ἔχειν αὐτούς·
「彼らが今日を生き延びたのは眠りのおかげである。
ἀνυπερθέτως δὲ εἰς τὴν ὑποστέλλουσαν ἡμέραν κατὰ τὸ ὅμοιον ἑτοίμασον τοὺς ἐλέφαντας ἐπὶ τὸν τῶν ἀθεμίτων Ἰουδαίων ἀφανισμόν.
だが、いささかの猶予もなく、翌日に向けて、同じように象たちを準備し、あの不法なユダヤ人どもを絶滅させよ」と。
§5.21εἰπόντος δὲ τοῦ βασιλέως, ἀσμένως πάντες μετὰ χαρᾶς οἱ παρόντες ὁμοῦ συναινέσαντες, εἰς τὸν ἴδιον οἶκον ἕκαστος ἀνέλυσεν.
王がこう言うと、その場にいた者たちは全員喜んでこれに同意し、それぞれ自分の家へと帰っていった。
§5.22καὶ οὐχ οὕτως εἰς ὕπνον κατεχρήσαντο τὸν χρόνον τῆς νυκτός, ὡς εἰς τὸ παντοίους μηχανᾶσθαι τοῖς ταλαιπώροις δοκοῦσιν ἐμπαιγμούς.
そして彼らは夜の時間を睡眠のために費やすよりは、むしろ哀れと思われる者たちに対して、あらゆる種類の虐げを企てることに費やした。
§5.23Ἄρτι δὲ ἀλεκτρυὼν ἐκέκραγεν ὄρθριος, καὶ τὰ θηρία καθωπλικὼς ὁ Ἕρμων ἐν τῷ μεγάλῳ περιστύλῳ διεκίνει.
ちょうど雄鶏が朝を告げて鳴いたとき、ヘルモンは獣たちを武装させ、大列柱廊の中でそれらを動かしていた。
§5.24τὰ δὲ κατὰ τὴν πόλιν πλήθη συνήθροιστο πρὸς τὴν οἰκτροτάτην θεωρίαν, προσδοκῶντα τὴν πρωίαν μετὰ σπουδῆς.
一方、都の群衆は、その最も悲惨な見世物を目撃しようと集まり、熱を帯びて夜明けを待ち受けていた。
§5.25οἱ δὲ Ἰουδαῖοι κατὰ τὸν ἀμερῆ ψυχουλκούμενοι χρόνον, πολύδακρυν ἱκετίαν ἐν μέλεσιν γοεροῖς τείνοντες τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐδέοντο τοῦ μεγίστου θεοῦ πάλιν αὐτοῖς βοηθῆσαι συντόμως.
しかし、死の瀬戸際に立たされて魂を引きちぎられるような思いでいたユダヤ人たちは、悲痛な歌に乗せて涙ながらの哀願を捧げ、天に手を伸ばして、いと高き神が再び速やかに自分たちを助けてくださるよう懇願した。
§5.26οὔπω δὲ ἡλίου βολαὶ κατεπείροντο, καὶ τοῦ βασιλέως τοὺς φίλους ἐκδεχομένου, ὁ Ἑρμων παραστὰς ἐπικαλεῖ πρὸς τὴν ἔξοδον, ὑποδεικνὺς τὸ πρόθυμον τοῦ βασιλέως ἐν ἑτοίμῳ κεῖσθαι.
太陽の光がまだ差し込まないうちに、そして王が友人たちを待っている間に、ヘルモンは傍らに立ち、出発を促し、王の熱意がすでに準備万端であることを示した。

語釈・文法注

  1. 5.2ὄντας τὸν ἀριθμὸν πεντακοσίους — 現在分詞 ὄντας(男性対格複数)は ἅπαντας τοὺς ἐλέφαντας に一致する。名詞 τὸν ἀριθμὸν は「数に関して」を意味する関係対格(ギリシア語対格)であり、全体で「数にして500頭に及ぶ」の意となる。
  2. 5.11κτίσμα ... ὕπνου μέρος — 主節の主語が明示されておらず、文脈(特に次節の τοῦ δεσπότου)から「主(神)」が補われる。κτίσμα(被造物)は ὕπνου(眠り)と同格であり、「眠りという、永遠の時から昼夜に与えられる美しき被造物の一部」という重層的な修飾構造をなしている。
  3. 5.13τὸν εὐκατάλλακτον — 動詞 ἠξίουν(求めた)の対格主語(あるいは被修飾語)であり、かつ不定詞 δεῖξαι(示すこと)の意味上の主語として機能している対格不定詞構文の一部である。
  4. 5.20ἑτοίμασον — 動詞 ἔφη に続く間接話法(χάριν ἔχειν)から、二人称単数命令法 ἑτοίμασον(準備せよ)を用いた直接話法へと突然話法が移行している(混合話法)。これによって、王がヘルモンに対して下した直接的な命令の響きが強調されている。

この箇所を引用する

七十人訳聖書, マカバイ記三 §5.1-5.26. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0527.tlg025.humanitext-grc1:5.1-5.26

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。