§5.27τοῦ δὲ ἀποδεξαμένου καὶ καταπλαγέντος ἐπὶ τῇ ἀνόμῳ ἐξόδῳ, κατὰ πάντα ἀγνωσίᾳ κεκρατημένος ἐπυνθάνετο, ὅτι τὸ διασαφούμενον ἔτι αὐτῷ μετὰ σπουδῆς τετέλεσται.
しかし王は彼を迎え入れたものの、その不法な出発の促しに驚き、完全に何も分からぬ状態に支配されて、自らに向けて今なお急ぎ完了したと説明されている事柄は何であるのかと尋ねた。
§5.28τοῦτο δὲ ἦν ἐνέργεια τοῦ πάντα δεσποτεύοντος θεοῦ, τῶν πρὶν αὐτῷ μεμηχανημένων λήθην κατὰ διάνοιαν ἐντεθεικότος.
これは万物を支配する神の働きであり、神が王の心に、以前に自分が企てた事柄の忘却を植え付けられたのである。
§5.29ὑπεδείκνυεν ὁ Ἕρμων καὶ πάντες οἱ φίλοι τὰ θηρία καὶ τὰς δυνάμεις Ἡτοίμασται, βασιλεῦ, κατὰ τὴν σὴν ἐκτενῆ πρόθεσιν.
ヘルモンと友人たち全員が、獣たちと軍勢を示して言った。 「王よ、あなたの熱心なご意図の通りに準備が整いました。
§5.30ὁ δὲ ἐπὶ τοῖς ῥηθεῖσιν πληρωθεὶς βαρεῖ χόλῳ, διὰ τὸ περὶ τούτων προνοίᾳ θεοῦ διεσκεδάσθαι πᾶν αὐτοῦ νόημα, ἐνατενίσας μετὰ ἀπειλῆς εἶπεν
」王は言われたことに対して激しい怒りに満たされた。 神の摂理によって、これらに関する彼のあらゆる考えが霧散させられていたためである。 彼は脅すように見つめて言った。
§5.31Ὅσοι γονεῖς παρῆσαν ἢ παίδων γόνοι, τήνδε θηρσὶν ἀγρίοις ἐσκεύασαν δαψιλῆ θοίναν ἀντὶ τῶν ἀνεγκλήτων ἐμοὶ καὶ προγόνοις ἐμοῖς ἀποδεδιγμένων ὁλοσχερῆ βεβαίαν πίστιν ἐξόχως Ἰουδαίων.
「もし親たち、あるいは子供たちの世代がここにいたなら、彼らこそが野獣のための豊かなご馳走として準備されるべきであった。 私と私の先祖に対して、非の打ち所のない、完全で確固たる忠誠をとりわけ示してきたユダヤ人たちの代わりに!
§5.32καίπερ εἰ μὴ διὰ τὴν τῆς συστροφίας στοργὴν καὶ τῆς χρείας, τὸ ζῇν ἀντὶ τούτων ἐστερήθης.
」「もっとも、もしお前たちの結託した愛着と必要性がなかったならば、お前こそが彼らの代わりに命を奪われていたであろう。
§5.33οὕτως ὁ Ἕρμων ἀπροσδόκητον ἐπικίνδυνον ὑπήνεγκεν ἀπειλήν· καὶ τῇ ὁράσει καὶ τῷ προσώπῳ συνεστάλη.
」このようにして、ヘルモンは予期せぬ、また身の危険を及ぼす脅しを被り、その視線と顔つきはこわばった。
§5.34ὁ καθʼ εἷς δὲ τῶν φίλων σκυθρωπῶς ὑπεκρέων, τοὺς συνηθροισμένους ἀπέλυσαν ἕκαστον ἐπὶ τὴν ἰδίαν ἀσχολίαν.
友人たちは一人ずつ、暗い表情で立ち去り、集まっていた群衆をそれぞれ自分の用事へと解散させた。
§5.35οἵ τε Ἰουδαῖοι τὰ παρὰ τοῦ βασιλέως ἀκούσαντες, τὸν ἐπιφανῆ θεὸν Κύριον, βασιλέα τῶν βασιλευόντων, ᾔνουν, καὶ τῆσδε τῆς βοηθείας αὐτοῦ τετευχότες.
ユダヤ人たちは王の言葉を聞くと、顕現された神なる主、王のなかの王を賛美した。 彼らの側からのこの助けをまたもや得たからである。
§5.36Κατὰ δὲ τοὺς αὐτοὺς νόμους ὁ βασιλεὺς συστησάμενος πᾶν τὸ συμπόσιον, εἰς εὐφροσύνην τραπῆναι παρεκάλει.
同じやり方に従って、王は再びすべての宴会を整えると、楽しむようにと勧めた。
§5.37τὸν δὲ Ἕρμωνα προσκαλεσάμενος μετὰ ἀπειλῆς εἶπεν Ποσάκις δὲ δεῖ σοι περὶ τούτων αὐτῶν σοι προστάττειν, ἀθλιώτατε;
そしてヘルモンを呼び出し、脅しを交えて言った。 「哀れな者よ、これらまさに同じことについて、お前に何度命じなければならないのか。
§5.38τοὺς ἐλέφαντας ἔτι καὶ νῦν καθόπλισον εἰς τὴν αὕριον ἐπὶ τὸν τῶν Ἰουδαίων ἀφανισμόν.
」「今一度、明日に向けてユダヤ人たちの絶滅のために象たちを武装させよ。
§5.39οἱ δὲ συνανακείμενοι συγγενεῖς τὴν ἀσταθῆ διάνοιαν αὐτοῦ θαυμάζοντες, προεφέροντο τάδε
」席を同じくしていた親族たちは、彼の不安定な考えに驚き、次のように言った。
§5.40Βασιλεῦ, μέχρι τίνος ὣς ἡμᾶς διαπειράζεις, προστάσσων ἤδη τρίτον αὐτοὺς ἀφανίσαι, καὶ πάλιν ἐπὶ τῶν πραγμάτων ἐκ μεταβολῆς ἀναλύων τὰ σοὶ δεδογμένα;
「王よ、すでに三度目も彼らを絶滅させるよう命じながら、いざ実行の時になると一転して、あなたが決定されたことを取り消すとは、いつまで私たちを試すつもりですか。
§5.41ὧν χάριν ἡ πόλις διὰ τὴν προσδοκίαν ὀχλεῖ· καὶ πληθύουσα συστροφαῖς ἤδη καὶ κινδυνεύει πολλάκις διαρπασθῆναι.
」「このことのために、都は期待によって騒然としており、すでに群衆の集まりで満ちて、何度も略奪の危機に瀕しています。
§5.42Ὅθευ ὁ κατὰ πάντα Φάλαρις βασιλεὺς ἐνπληθυνθεὶς ἀλογιστίας, καὶ τὰς γινομένας πρὸς ἐπισκοπὴν τῶν Ἰουδαίων ἐν αὐτῷ μεταβολὰς τῆς ψυχῆς παρʼ οὐδὲν ἡγούμενος, ἀτελέστατον βεβαίως ὅρκον ὁρισάμενος τούτους μὲν ἀνυπερθέτως πέμψειν εἰς ᾅδην ἐν γόνασιν καὶ ποσὶν θηρίων ᾐκισμένους,
」それゆえ、あらゆる点でファラリスのごとき王は、分別のなさに満たされ、ユダヤ人の保護へと向かっていた、自らの中に生じた心の変化を何とも思わず、極めて確固たる誓いを立て、彼らを直ちに野獣の膝と足によって蹂躙させて冥府へと送ることを決めた。
§5.43ἐπιστρατεύσαντα δὲ ἐπὶ τὴν Ἰουδαίαν, ἰσόπεδον πυρὶ καὶ δόρατι στήσεσθαι διὰ τάχους, καὶ τὸν ἄβατον ἡμῖν αὐτῶν ναὸν πυρὶ πρήν ἐν τάχει τῶν συντελούντων ἐκεῖ θυσίαν εἰς τὸν ἅπαντα χρόνον καταστήσειν.
また、ユダヤに軍を進め、そこを火と槍によって速やかに更地にすること、そして私たちにとって立ち入りを禁じている彼らの神殿を火で速やかに焼き払い、そこで犠牲を捧げる者たちを永遠に絶やすことを決めた。
§5.44τότε περιχαρεῖς ἀναλύσαντες οἱ φίλοι καὶ συγγενεῖς μετὰ πίστεως, διέτασσον τὰς δυνάμεις ἐπὶ τοὺς εὐκαιροτάτους τόπους τῆς πόλεως πρὸς τὴν τήρησιν.
そこで、友人や親族たちは、心から信じて大喜びで引き返し、監視のために都の最も好都合な場所に軍勢を配置した。
§5.45ὁ δὲ ἐλεφαντάρχης τὰ θηρία σχεδόν, ὡς εἶπεν, εἰς κατάστεμα μανιῶδες ἀγιοχὼς εὐωδεστάτοις πόμασιν οἴνῳ λελιβανωμένῳ, φοβερῶς κεκοσμημένα κατασκευαῖς,
一方、象の管理者は、自ら言ったように、獣たちを乳香を混ぜた極めて芳しいワインの飲み物によって、ほぼ狂気の状態へと至らせ、装具によって恐ろしく武装させた。
§5.46περὶ τὴν ἕω, τῆς πόλεως ἤδη πλήθεσιν ἀναριθμήτοις κατὰ τοῦ ἱπποδρόμου καταμεμεστωμένης, εἰσελθὼν εἰς τὴν αὐλὴν ἐπὶ τὸ προκείμενον ὤτρυνε τὸν βασιλέα.
夜明けのころ、すでに競技場に無数の都の群衆が満ち満ちている中で、彼は宮廷に入り、目前の計画のために王をせきたてた。
§5.47ὁ δὲ ὀργῇ βαρείᾳ γεμίσας δυσσεβῆ φρένα, παντὶ τῷ βάρει σὺν τοῖς θηρίοις ἐξώρμησε, βουλόμενος ἀτρώτῳ καρδίᾳ καὶ κόραις ὀφθαλμῶν θεάσασθαι τὴν ἐπίπονον καὶ ταλαίπωρον τῶν προσεσημαμμένων καταστροφήν.
王は不敬な心を激しい怒りで満たし、野獣たちを伴ってその全軍とともに進発した。 冷酷な心と自らの両の眼をもって、件の者たちの悲惨で痛ましい破滅を見届けることを望んだからである。
§5.48ὡς δὲ τῶν ἐλεφάντων ἐξιόντων ἐπὶ πύλην, καὶ τῆς ἑπομένης ἐνόπλου δυνάμεως τῆς τε τοῦ πλήθους πορίας κονιορτὸν ἰδόντες, καὶ βαρυηχῆ θόρυβον ἀκούσαντες οἱ Ἰουδαῖοι, §5.49ὑστάτην βίου ῥοπὴν αὐτοῖς ἐκείνην δόξαντες εἶναι τὸ τέλος τῆς ἀθλιωτάτης προσδοκίας, εἰς οἶκτον καὶ γόους τραπέντες, κατεφίλουν ἀλλήλους, περιπλεκόμενοι τοῖς συγγενέσιν, ἐπὶ τοὺς τραχήλους ἐπιπίπτοντες, γονεῖς παισὶν καὶ μητέρες νεάνισιν·
ユダヤ人たちは、象たちが門へと出ていくのを見、それに続く武装した軍勢と群衆の行進による砂煙を目にし、また地響きのような騒音を耳にすると、その瞬間を彼らの生命の最後の瞬間であり、最も悲惨な予想の終わりであると考えて、哀訴と嘆きに身を委ね、互いに口づけを交わし、親族たちと抱き合い、互いの首にすがって泣いた。 親は子に、母はうら若い娘に。
ἕτεραι δὲ νεογνὰ πρὸς μαστοὺς ἔχουσαι βρέφη τελευταῖον ἕλκοντα γάλα.
また別の者たちは、最後となる乳を吸う乳飲み子をその胸に抱いていた。
§5.50οὐ μὴν δὲ ἀλλὰ καὶ τὰς ἔμπροσθεν αὐτῶν γεγενημένας ἀντιλήμψεις ἐξ οὐρανοῦ συνιδόντες, πρηνεῖς ὁμοθυμαδὸν ῥίψαντες ἑαυτούς, καὶ τὰ νήπια χωρίσαντες τῶν μαστῶν,
しかしそれだけではなく、以前に自分たちに与えられた天からの助けを思い起こし、心を一つにしてうつ伏せに身を投げ出し、幼児たちを母の乳房から離して、非常に大きな声で叫び、万物の支配者に懇願した。
§5.51ἀνεβόησαν φωνῇ μεγάλῃ σφόδρα, τὸν τῆς ἁπάσης δυνάστην ἱκετεύοντες, οἰκτεῖραι μετὰ ἐπιφανείας αὐτοὺς ἤδη πρὸς πύλαις ᾅδου καθεστῶτας.
すでに冥府の門口に立たされている自分たちを、御姿の現れによって憐れんでくださるようにと。