Humanitext Reader

七十人訳聖書 · マカバイ記三 §4.1-4.21

ユダヤ人の連行と競馬場での登録の中断

4 / 9 箇所 · ギリシア語

要旨

王の勅令が各地に届き、異民族が喜ぶ一方でユダヤ人たちは深く哀悼し、過酷な連行が始まる。彼らは競馬場に隔離され、さらに登録(戸籍調査)が始まるが、その数の多さにパピルス紙やペンが底を突き、天の摂理によって登録は中断される。

§4.1Πάντη δὲ ὅπου προσέπιπτεν τοῦτο τὸ πρόσταγμα, δημοτελὴς συνίστατο τοῖς ἔθνεσιν οὖν εὐωχία μετὰ ἀλαλαγμῶν καὶ χαρᾶς, ὡς ἂν τῆς προκατεσκιρωμένης αὐτοῖς πάλαι κατὰ διάνοιαν, μετὰ παρv νῦν ἐκφαινομένης ἀπεχθείας.
この布告が届くすべての場所で、異民族たちの間では、大声での歓呼や喜びを伴う公的な祝宴が催された。 それはまるで、彼らの心の中に古くから凝固していた敵意が、今や公然と現れたかのようであった。
§4.2τοῖς δὲ Ἰουδαίοις ἄλεκτον πένθος ἦν καὶ πανόδυρτος μετὰ δακρύων βοή, στεναγμοῖς πεπυρωμένης πάντοθεν αὐτῶν τῆς καρδίας, ὀλοφυρομένων τὴν ἀπροσδόκητον ἐξαίφνης αὐτοῖς ἐπικριθεῖσαν ὀλεθρίαν.
しかしユダヤ人たちにとっては、言葉に尽くせない哀悼と、涙を伴う深い嘆きの叫びがあり、彼らの心はいたるところからの呻きによって燃え上がり、自分たちに対して突然宣告された予期せぬ破滅を泣き悲しんでいた。
§4.3τίς νομὸς ἢ πόλις, ἢ τίς τὸ σύνολον οἴκτιστος τόπος, ἢ τίνες ἀγυιαὶ κοπετοῦ καὶ γόων ἐπʼ αὐτοῖς οὐκ ἐνεπιπλῶντο;
いかなる県(ノモス)や都市、あるいはおよそいかなる悲惨な場所、いかなる通りが、彼らをめぐる胸叩きと泣き叫びで満たされなかっただろうか。
§4.4οὕτως γὰρ μετὰ πικρίας ἀνοίκτου ψυχῆς ὑπὸ τῶν κατὰ πόλιν στρατηγῶν ὁμοθυμαδὸν ἐξαπεστέλλοντο, ὥστε ἐπὶ ταῖς ἐξάλλοις τιμωρίαις καί τινας τῶν ἐχθρῶν λαμβάνοντας πρὸ τῶν ὀφθαλμῶν τὸν κοινὸν ἔλεον, καὶ λογιζομένους τὴν ἄδηλον τοῦ βίου καταστροφήν, δακρύειν αὐτῶν τὴν δυσάθλιον ἐξαποστολήν.
というのも、彼らは各都市の将軍たちによって、容赦のない無慈悲な心で一斉に送り出されたので、その常軌を逸した懲罰に対して、敵のうちの幾人かでさえ、万人共通の憐れみを目の当たりにし、人生の行く末の不確実さを考慮して、彼らの惨めな連行に涙したほどであった。
§4.5ἤγετο γὰρ γέρων πλήρης πολιᾶς πεπυκασμένος τὴν ἐκ τοῦ γήρως νωθρότητα ποδῶν ἐπικύφων, ἀνατροπῆς ὁρμῇ βιαίας, ἁπάσης αἰδοῦς ἄνευ πρὸς ὀξείαν καταχρώμενος πορείαν.
すっかり白髪になり、老齢ゆえに足が鈍くなって腰の曲がった老人が、暴力的な追放の勢いによって、いかなる敬意も払われることなく、急ぎの歩行を強いられていたからである。
§4.6αἱ δὲ ἄρτι πρὸς βίου κοινωνίαν γαμικὸν ὑπεληλυθυῖαι παστὸν νεάνιδες ἀντὶ τέρψεως μεταλαβοῦσαι γόους, καὶ κόνει τὴν μυροβρεχῆ πεφυρμέναι κόμην, ἀκαλύπτως δὲ ἀγόμεναι, θρῆνον ἀνθʼ ὑμεναίων ὁμοθυμαδὸν ἐξῆρχον, ὡς ἐσπαραγμέναι σκύμνοις ἀλλοεθνέσιν·
また、人生の伴侶となるために、つい最近婚礼の天蓋に入ったばかりの若い女たちは、喜びの代わりに嘆きを受け取り、香油に濡れた髪を塵で汚し、顔を覆うこともなく連行されながら、異民族の野獣に引き裂かれた子どものように、婚礼の歌の代わりに声を揃えて哀歌を歌い始めた。
§4.7δέσμιαι δὲ δημοσίᾳ μέχρι τῆς εἰς τὸ πλοῖον ἐμβολῆς εἵλκοντο μετὰ βίας.
彼女たちは公衆の面前で縛られたまま、船に乗せられるまで暴力的に引きずられていった。
§4.8οἱ δὲ τούτων συνζυγεῖς βρόχους ἀντὶ στεφέων τοὺς αὐχένας περιπεπλεγμένοι μετὰ ἀκμαίας νεανικῆς ἡλικίας, ἀντὶ εὐωχίας καὶ νεωτερικῆς ῥᾳθυμίας τὰς ἐπιλοίπους τῶν γάμων ἡμέρας ἐν θρήνοις διῆγον, παρὰ πόδας ἤδη τὸν ᾅδην ὁρῶντες κείμενον.
彼女たちの配偶者である男たちは、若さの真っ盛りでありながら、冠の代わりに首に縄を巻きつけられ、祝宴や若者らしい気楽さの代わりに、婚礼の残りの日々を哀哭のうちに過ごし、すでに足元に冥府が横たわっているのを目にしていた。
§4.9κατήχθησαν δὲ θηρίων τρόπον ἀγόμενοι σιδηροδέσμοις ἀνάγκαις·
彼らは鉄の鎖による束縛の下、野獣のように引かれて下っていった。
οἱ μὲν τοῖς ζυγοῖς τῶν πλοίων προσηλωμένοι τοὺς τραχήλους, οἱ δὲ τοὺς πόδας ἀρρήκτοις κατησφαλισμένοι πέδαις,
ある者たちは船のベンチに首を固定され、ある者たちは破ることのできない足枷で足を確保されていた。
§4.10ἔτι καὶ τῷ καθύπερθε πυκνῷ σανιδώματι διακειμένῳ, ὅπως πάντοθεν ἐσκοτισμένοι τοὺς ὀφθαλμούς, ἀγωγὴν ἐπιβούλων ἐν παντὶ τῷ κατάπλῳ λαμβάνωσιν.
さらに、その上には厚い板張りが敷き詰められていたため、彼らは四方から目を暗まされ、航海の全体を通じて反逆者としての扱いを受けることになった。
§4.11Τούτων δὲ ἐπὶ τὴν λεγομένην Σχεδίαν ἀχθέντων, καὶ τοῦ παράπλου περανθέντος, καθὼς ἦν δεδογματισμένον τῷ βασιλεῖ, προσέταξεν αὐτοὺς ἐν τῷ πρὸ τῆς πόλεως ἱπποδρόμῳ παρεμβαλεῖν ἀπλάτῳ καθεστῶτι περιμέτρῳ, καὶ πρὸς παραδιγματισμὸν ἄγαν εὐκαιροτάτῳ καθεστῶτι πᾶσι τοῖς καταπορευομένοις εἰς τὴν πόλιν, καὶ τοῖς ἐκ τούτων εἰς τὴν χώραν στελλομένοις πρὸς ἐκδημίαν·
これらの人々がスケディアと呼ばれる場所に連れて行かれ、沿岸の航海が終了すると、王が決めていた通りに、彼は彼らを都の前にある競馬場に収容するよう命じた。 その競馬場は広大な外周を持ち、都に下ってくるすべての人々や、都から地方へ旅立つ人々への見せしめとするのに極めて好都合な場所であった。
πρὸς τὸ μηδὲ ταῖς δυνάμεσιν αὐτοῦ κοινωνεῖν μηδὲ τὸ σύνολον καταξιῶσαι περιβόλῳ.
それは、彼らが王の軍勢と交わらないようにするため、また都の城壁の内に入る価値さえ彼らにおよそ認めないためであった。
§4.12ὡς δὲ τοῦτο ἐγενήθη, ἀκούσας τοὺς ἐκ τῆς πόλεως ὁμοεθνεῖς κρυβῇ ἐκπορευομένους πυκνότερον ἀποδύρεσθαι τὴν ἀκλεῆ τῶν ἀδελφῶν ταλαιπωρίαν,
これが実行されると、王は、都の同胞たちが密かに出かけていっては、同胞たちの不名誉な苦難をたびたび嘆き悲しんでいると聞き、激怒して、彼らに対してもまた、先の者たちと全く同様に入念に行うよう命じた。
§4.13διοργισθεὶς προσέταξεν καὶ τούτοις ὁμοῦ τὸν αὐτὸν τρόπον ἐπιμελῶς ὡς ἐκείνοις ποιῆσαι, μὴ λειπομένοις κατὰ μηδένα τρόπον τῆς ἐκείνων τιμωρίας·
彼らがいかなる点でも先の者たちの罰に劣ることがないようにするためである。
§4.14ἀπογραφῆναι δὲ πᾶν τὸ φῦλον ἐξ ὀνόματος, οὐκ εἰς τὴν ἔμπροσθεν βραχεῖ προδεδηλωμένην τῶν ἔργων κατὰ τρόπον λατρείαν, στρεβλωθέντας δὲ παρηγγελμέναις αἰκίαις τὸ τέλος ἀφανίσαι μιᾶς ὑπὸ καιρὸν ἡμέρας.
そして、全民族を名前によって登録し、それは少し前に示されたような労働という形での奉仕のためではなく、布告された拷問によって苦しめられた上で、同じ一日のうちに彼らの生涯を消し去るためであった。
§4.15ἐγίνετο μὲν οὖν ἡ τούτων ἀπογραφὴ μετὰ πικρᾶς σπουδῆς καὶ φιλοτίμου προσεδρίας ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν, ἀνήνυτον λαμβάνουσα τὸ τέλος ἐπὶ ἡμέρας τεσσεράκοντα.
こうして、彼らの登録は日の出から日没まで、激しい熱意と執念深い専念をもって進められたが、四十日間にわたって終わることなく続けられた。
§4.16Μεγάλως δὲ καὶ διηνεκῶς ὁ βασιλεὺς χαρᾷ πεπληρωμένος, συμπόσια ἐπὶ πάντων τῶν εἰδώλων συνιστάμενος, πεπληρωμένῃ πόρρω τῆς ἀληθείας φρενὶ καὶ βεβήλῳ στόματι, κωφὰ καὶ μὴ δυνάμενα αὐτοῖς λαλεῖν ἢ ἀρήγειν ἐπαινῶν, εἰς δὲ τὰ μὴ καθήκοντα λαλῶν.
王は大いに、そして絶えず喜びに満たされ、すべての偶像の前で祝宴を催し、真理から遠く離れた心と、不浄な口をもって、自分たちに語ることも助けることもできない耳の聞こえないものを賛美し、不ふさわしい言葉を語っていた。
§4.17μετὰ δὲ τὸ προειρημένον τοῦ χρόνου διάστημα προηνέγκαντο οἱ γραμματεῖς τῷ βασιλεῖ, μηκέτι ἰσχύειν τὴν τῶν Ἰουδαίων ἀπογραφὴν ποιεῖσθαι διὰ τὴν ἀμέτρητον αὐτῶν πληθύν·
前述の期間が経過した後、書記官たちは王に進言した。 ユダヤ人の数があまりにも膨大であるため、これ以上彼らの登録を行うことは不可能である、と。
§4.18καίπερ ὄντων ἔτι κατὰ τὴν χώραν τῶν πλειόνων, τῶν μὲν κατὰ τὰς οἰκίας ἔτι συνεστηκότων, τῶν δὲ καὶ κατὰ τὸν τόπον, ὡς ἀδυνάτου καθεστῶτος πᾶσιν τοῖς ἐπʼ Αἴγυπτον στρατηγοῖς.
大多数の者が依然として地方におり、ある者らはまだ家にとどまり、ある者らはその土地にとどまっており、エジプト各地のすべての将軍たちにとって登録が不可能な状態に達していたからである。
§4.19ἀπειλήσαντος δὲ αὐτοῖς σκληρότερον, ὡς δεδωροκοπημένοις εἰς μηχανὴν τῆς ἐκφυγῆς, συνέβη σαφῶς αὐτὸν περὶ τούτου πιστωθῆναι,
王が彼らを、逃亡の計画のために賄賂を受け取ったのだと厳しく脅したとき、王はこの事実について明白な確証を得ることになった。
§4.20λεγόντων μετὰ ἀποδείξεως καὶ τὴν χαρτηρίαν ἤδη καὶ τοὺς γραφικοὺς καλάμους, ἐν οἷς ἐχρῶντο, ἐκλελοιπέναι.
書記官たちが証拠を示して、使用していたパピルス紙も筆記用の葦ペンも、すでに尽きてしまったと述べたからである。
§4.21τοῦτο δὲ ἦν ἐνέργεια τῆς τοῦ βοηθοῦντος τοῖς Ἰουδαίοις ἐξ οὐρανοῦ προνοίας ἀνικήτου.
これは、天からユダヤ人たちを助ける、征服されざる摂理の働きであった。

語釈・文法注

  1. §4.1ὡς ἂν τῆς προκατεσκιρωμένης αὐτοῖς πάλαι κατὰ διάνοιαν, μετὰ παρv νῦν ἐκφαινομένης ἀπεχθείας — 接続詞 ὡς ἄν に属格絶対構文(τῆς ... ἀπεχθείας が主語、分詞 προκατεσκιρωμένης および ἐκφαινομένης が述語)が続き、「〜であるかのように」という主観的な理由や比喩を表す。写本上の μετὰ παρv νῦν は一般に μετὰ παρρησίας νῦν (今や公然と)の破損・略記と解釈され、かつて心の中で凝り固まっていた敵意が今やあからさまに現れた様子を描写している。
  2. §4.4ὥστε ἐπὶ ταῖς ἐξάλλοις τιμωρίαις καί τινας τῶν ἐχθρῶν λαμβάνοντας πρὸ τῶν ὀφθαλμῶν τὸν κοινὸν ἔλεον, καὶ λογιζομένους τὴν ἄδηλον τοῦ βίου καταστροφήν, δακρύειν αὐτῶν τὴν δυσάθλιον ἐξαποστολήν — 結果を表す接続詞 ὥστε に導かれる対格不定詞構文。不定詞 δακρύειν の意味上の主語は 対格の καί τινας τῶν ἐχθρῶν (敵のうちの幾人かさえも)であり、分詞 λαμβάνοντας と λογιζομένους がこれに係っている。
  3. §4.14ἀπογραφῆναι δὲ πᾶν τὸ φῦλον ἐξ ὀνόματος ... τὸ τέλος ἀφανίσαι — 前節 (§4.13) の動詞 προσέταξεν (命じた)に係り、2つの不定詞 ἀπογραφῆναι (受動:登録されること)と ἀφανίσαι (能動:抹殺すること)が並置されている。能動不定詞 ἀφανίσαι の意味上の主語は「王の部下たち(将軍たち)」であり、文脈から補う必要がある。
  4. §4.18ὡς ἀδυνάτου καθεστῶτος — 主観的な理由・弁明を示す接続詞 ὡς を伴った非人称の属格絶対構文。ἀδυνάτου καθεστῶτος で「(すべてを登録することが将軍たちにとって)不可能である状態に達したために」という客観的事実および書記官側の説明を伝える。

この箇所を引用する

七十人訳聖書, マカバイ記三 §4.1-4.21. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0527.tlg025.humanitext-grc1:4.1-4.21

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。