Humanitext Reader

七十士译本 · 马加比三书 §5.1-5.26

准备大象处决犹太人与国王沉睡受阻

第 5 段,共 9 段 · 希腊语

内容简介

国王下令用美酒和乳香激怒大象以屠杀犹太人,但上帝赐予国王深沉的睡眠,导致计划被推迟。次日清晨,赫尔蒙再次准备野兽,而犹太人向神求救,民众也齐聚等待看戏。

§5.1Τότε προσκαλεσάμενος Ἕρμωνα τὸν πρὸς τῇ τῶν ἐλεφάντων ἐπιμελείᾳ, βαρείᾳ μεμεστωμένος ὀργῇ καὶ χόλῳ κατὰ πᾶν ἀμετάθετος, §5.2ἐκέλευσεν ὑπὸ τὴν ἐρχομένην ἡμέραν δαψιλέσι δράκεσι λιβανωτοῦ καὶ οἴνῳ πλείονι ἀκράτῳ ἅπαντας τοὺς ἐλέφαντας ποτίσαι, ὄντας τὸν ἀριθμὸν πεντακοσίους· καὶ ἀγριωθέντας τῇ τοῦ πόματος ἀφθόνῳ χορηγίᾳ εἰσαγαγεῖν πρὸς συνάντησιν τοῦ μόρου τῶν Ἰουδαίων.
那时,那被充溢着沉重愤怒与仇恨、在凡事上毫不妥协的国王,召见负责看管大象的赫尔蒙,下令在翌日到来之前,用大量的乳香和充足的烈性无水美酒给所有的象(其数目达五百头)饮用;并在它们因美酒的慷慨供应而发狂之后,将它们带去面对犹太人的毁灭。
§5.3ὁ μὲν τάδε προστάσσων ἐτρέπετο πρὸς τὴν εὐωχίαν, συναγαγὼν τοὺς μάλιστα τῶν φίλων καὶ τῆς στρατιᾶς ἀπεχθῶς ἔχοντας πρὸς τοὺς Ἰουδαίους.
国王在下达这些命令后,便去参加宴会,召集了那些对犹太人最怀敌意的友人以及军队中的人。
§5.4ὁ δὲ ἐλεφαντάρχης τὸ προσταγὲν ἀραρότως Ἕρμων συνετέλει.
而掌管大象的赫尔蒙则坚定地执行了所吩咐的事。
§5.5οἵ τε πρὸς τούτοις λειτουργοὶ κατὰ τὴν ἑσπέραν ἐξιόντες τὰς τῶν ταλαιπωρούντων ἐδέσμευον χεῖρας, τήν τε λοιπὴν ἐμηχανῶντο περὶ αὐτοὺς ἀσφάλειαν ἔννυχον, δόξαντες ὁμοῦ λήμψεσθαι τὸ φῦλον πέρας τῆς ὀλεθρίας.
随从们也在傍晚时分出去,捆绑了那些受难之人的双手,并对他们实施了夜间的其余警戒措施,认为这个民族将立刻迎来灭亡的终局。
§5.6οἱ δὲ πάσης σκέπης ἔρημοι δοκοῦντες εἶναι τοῖς ἔθνεσιν Ἰουδαῖοι, διὰ τὴν πάντοθεν περιέχουσαν αὐτοὺς μετὰ δεσμῶν ἀνάγκην, §5.7τὸν παντοκράτορα κύριον καὶ πάσης δυνάμεως δυναστεύοντα, ἐλεήμονα θεὸν αὐτῶν καὶ πατέρα, δυσκαταπαύστῳ βοῇ πάντες μετὰ δακρύων ἐπεκαλέσαντο, δεόμενοι §5.8τὴν κατ᾿ αὐτῶν μεταστρέψαι βουλὴν ἀνοσίαν, καὶ ῥύσασθαι αὐτοὺς μετὰ μεγαλομεροῦς ἐπιφανείας ἐκ τοῦ παρὰ πόδας ἐν ἑτοίμῳ μόρου.
而对异族人来说似乎失去了一切保护的犹太人,由于锁链将他们四面围困的穷途末路,全体流着泪,以不可遏制的呼喊声呼求那统治一切力量的万能之主、他们慈悲的神与父,恳求他推翻针对他们的不虔敬企图,并以伟大的显现,将他们从迫在眉睫、已在脚下的毁灭中拯救出来。
§5.9τούτων μὲν οὖν ἡ λιτανία ἐκτενῶς ἀνέβαινεν εἰς τὸν οὐρανόν.
于是,他们的祈求热切地升到了天上。
§5.10ὁ δὲ Ἕρμων τοὺς ἀνηλεεῖς ἐλέφαντας ποτίσας πεπληρωμένους τῆς τοῦ οἴνου πολλῆς χορηγίας καὶ τοῦ λιβάνου μεμεστωμένους, ὄρθριος ἐπὶ τὴν αὐλὴν παρῆν περὶ τούτων προσαγγεῖλαι τῷ βασιλεῖ.
而赫尔蒙在给那些残忍的大象饮用了美酒,使其因充足的供应而饱足,并塞满乳香之后,在清晨来到朝廷,向国王禀报这些事情。
§5.11τὸ δὲ ἀπʼ αἰῶνος κτίσμα χρόνου καλὸν ἐν νυκτὶ καὶ ἡμέρᾳ ἐπιβαλλόμενον ὑπὸ τοῦ χαριζομένου πᾶσιν, οἷς ἂν αὐτὸς θελήσει, ὕπνου μέρος ἀπέστειλεν εἰς τὸν βασιλέα· §5.12καὶ ἡδίστῳ καὶ βαθεῖ κατεσχέθη τῇ ἐνεργείᾳ τοῦ δεσπότου, τῆς ἀθέσμου μὲν προθέσεως πολὺ διεσφαλμένος, τοῦ δὲ ἀμεταθέτου λογισμοῦ μεγάλως διεψευσμένος.
然而,主将那自古以来在昼夜里美丽运转、由他白白赐予他所意欲之人的被造物——睡眠的一部分,降在了国王身上;国王因主的作用而陷入极甜蜜且深沉的梦乡,他那不法的图谋被大大地阻碍,他那不可动摇的意图也遭到了极大的挫败。
§5.13οἵ τε Ἰουδαῖοι τὴν προσημανθεῖσαν ὥραν διαφυγόντες, τὸν ἅγιον ᾔνουν θεὸν αὐτῶν· καὶ πάλιν ἠξίουν τὸν εὐκατάλλακτον δεῖξαι μεγαλοσθενοῦς ἑαυτοῦ χειρὸς κράτος ἔθνεσιν ὑπερηφάνοις.
犹太人避过了那预告的时刻, ¦p.720 赞美他们圣洁的神;并再次恳求那易于和解的主,向狂傲的外邦人展现他大能之手的威力。
§5.14μεσούσης δὲ ἤδη δεκάτης ὥρας σχεδόν, ὁ πρὸς ταῖς κλήσεσιν τεταγμένος, ἀθρόους τοὺς κλητοὺς ἰδών, ἔνυξεν προσελθὼν τὸν βασιλέα.
当时间已接近第十时辰的中期,负责邀请宴客的侍从见宾客已齐聚,便走上前去唤醒国王。
§5.15καὶ μόλις διεγείρας, ὑπέδειξε τὸν τῆς συμποσίας καιρὸν ἤδη παρατρέχοντα, τὸν περὶ τούτων λόγον ποιούμενος.
好不容易将他唤醒后,侍从指出宴会的时间已经快要过去,并对此作了汇报。
§5.16ὃν ὁ βασιλεὺς λογισάμενος, καὶ τραπεὶς εἰς τὸν πότον, ἐκέλευσεν τοὺς παραγεγονότας ἐπὶ τὴν συμποσίαν ἄντικρυς ἀνακλῖναι αὐτοῦ.
国王考虑了此事,并转向酒宴,下令让那些前来参加宴会的人坐在他的对面。
§5.17οὗ καὶ γενομένου, παρῄνει εἰς εὐωχίαν δόντας ἑαυτούς, τὸ παρὸν τῆς συμποσίας ἐπὶ πολὺ γεραιρομένους εἰς εὐφροσύνην καταθέσθαι μέρος.
此事办妥后,国王劝大家尽情享受宴乐,将当前宴会的时间大大地用于欢乐之中。
§5.18ἐπὶ πλεῖον δὲ προσκοπτούσης τῆς ὁμιλίας, τὸν Ἕρμωνα προσκαλεσάμενος ὁ βασιλεύς, μετὰ πικρίας ἀπειλῆς ἐπυνθάνετο τίνος ἕνεκεν αἰτίας ἰάθησαν οἱ Ἰουδαῖοι τὴν περιοῦσαν ἡμέραν περιβεβιωκότες.
随着交谈的进一步深入,国王召见赫尔蒙,并带着严厉的威胁询问,究竟因何缘故,犹太人竟然得以存活,度过了这剩下的一天。
§5.19τοῦ δὲ ὑποδείξαντος ὅτι νυκτὸς τὸ προσταγὲν ἐπὶ τέλος ἠγιοχέναι, καὶ τῶν φίλων αὐτῶν προσμαρτυρησάντων· §5.20τὴν ὠμότητα χείρονα Φαλάριδος ἐσχηκὼς ἔφη τὸ τῆς σήμερον ὕπνῳ χάριν ἔχειν αὐτούς·
当赫尔蒙说明他已在夜间将所吩咐的事执行完毕,且他的友人们也为此作证时,国王带着比法拉里斯更为残忍的性情说道,他们今天得以存活要归功于睡眠;“但不得拖延,在接下来的日子里,以同样的方式准备好大象,以消灭那些不法的犹太人。
ἀνυπερθέτως δὲ εἰς τὴν ὑποστέλλουσαν ἡμέραν κατὰ τὸ ὅμοιον ἑτοίμασον τοὺς ἐλέφαντας ἐπὶ τὸν τῶν ἀθεμίτων Ἰουδαίων ἀφανισμόν. §5.21εἰπόντος δὲ τοῦ βασιλέως, ἀσμένως πάντες μετὰ χαρᾶς οἱ παρόντες ὁμοῦ συναινέσαντες, εἰς τὸν ἴδιον οἶκον ἕκαστος ἀνέλυσεν.
” 国王说罢,在座的所有人都高兴地表示赞同,然后各自回到了自己的家中。
§5.22καὶ οὐχ οὕτως εἰς ὕπνον κατεχρήσαντο τὸν χρόνον τῆς νυκτός, ὡς εἰς τὸ παντοίους μηχανᾶσθαι τοῖς ταλαιπώροις δοκοῦσιν ἐμπαιγμούς.
他们没有把夜间的时间用于睡眠,而是致力于为那些看似悲惨的人谋划各种戏弄。
§5.23Ἄρτι δὲ ἀλεκτρυὼν ἐκέκραγεν ὄρθριος, καὶ τὰ θηρία καθωπλικὼς ὁ Ἕρμων ἐν τῷ μεγάλῳ περιστύλῳ διεκίνει.
清晨雄鸡刚啼,赫尔蒙已让野兽们武装起来,在大列柱廊里调动它们。
§5.24τὰ δὲ κατὰ τὴν πόλιν πλήθη συνήθροιστο πρὸς τὴν οἰκτροτάτην θεωρίαν, προσδοκῶντα τὴν πρωίαν μετὰ σπουδῆς.
城中的民众聚集起来,等待观看那最令人悲伤的奇观,焦急地期盼着黎明。
§5.25οἱ δὲ Ἰουδαῖοι κατὰ τὸν ἀμερῆ ψυχουλκούμενοι χρόνον, πολύδακρυν ἱκετίαν ἐν μέλεσιν γοεροῖς τείνοντες τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐδέοντο τοῦ μεγίστου θεοῦ πάλιν αὐτοῖς βοηθῆσαι συντόμως.
而那些在死线上挣扎、灵魂仿佛被抽离的犹太人,在悲伤的歌声中伸出双手向天,流泪祈求至高无上的神再次迅速地帮助他们。
§5.26οὔπω δὲ ἡλίου βολαὶ κατεπείροντο, καὶ τοῦ βασιλέως τοὺς φίλους ἐκδεχομένου, ὁ Ἑρμων παραστὰς ἐπικαλεῖ πρὸς τὴν ἔξοδον, ὑποδεικνὺς τὸ πρόθυμον τοῦ βασιλέως ἐν ἑτοίμῳ κεῖσθαι.
太阳的光芒尚未迫近,而 ¦p.721 国王正等待着他的朋友们,赫尔蒙站在一旁催促出发,表明国王的渴望已准备就绪。

词汇与语法注释

  1. 5.2ὄντας τὸν ἀριθμὸν πεντακοσίους — 现在分词 ὄντας(阳性宾格复数)与 ἅπαντας τοὺς ἐλέφαντας 一致。名词 τὸν ἀριθμὸν 是表示“在数量上”的关系宾格(希腊语宾格),整句意为“数量达到五百头”。
  2. 5.11κτίσμα ... ὕπνου μέρος — 主句的主语未明确写出,但从上下文(特别是下一节的 τοῦ δεσπότου)可以推断出主语是“主(神)”。名词 κτίσμα(被造物)与 ὕπνου(睡眠)同格,构成“睡眠这一自古以来昼夜运转的美妙被造物的一部分”的修饰结构。
  3. 5.13τὸν εὐκατάλλακτον — 这是宾格不定式结构的一部分,作为动词 ἠξίουν(恳求)之后的不定式 δεῖξαι(展现)的逻辑主语宾格。
  4. 5.20ἑτοίμασον — 由动词 ἔφη 引导的间接引语(不定式 χάριν ἔχειν)突然转为使用第二人称单数命令式 ἑτοίμασον(准备!)的直接引语(混合话法)。这增强了国王对赫尔蒙下达直接命令的语气。

引用这一段

七十士译本, 马加比三书 §5.1-5.26. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0527.tlg025.humanitext-grc1:5.1-5.26

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。