§3.1Καὶ λυπηθεὶς ἔκλαυσα, καὶ προσευξάμην μετʼ ὀδύνης (²)λέγων
そして私は深く悲しんで泣き、苦痛のうちに次のように祈った。
§3.2Δίκαιος εἶ, Κύριε, καὶ πάντα τὰ ἔργα σου καὶ πᾶσαι αἱ ὁδοί σου ἐλεημοσύναι καὶ ἀλήθεια, καὶ κρίσιν ἀληθινὴν καὶ δικαίαν σὺ κρίνεις εἰς τὸν αἰῶνα.
「主よ、あなたは正しく、あなたのすべての業とすべての道は慈しみと真実であり、あなたは常にとこしえに真実で正しい裁きをなさいます。
§3.3μνήσθητί μου καὶ ἐπίβλεψον ἐπʼ ἐμέ·
私を心に留め、私に目を留めてください。
μὴ ἐκδικῇς ταῖς ἁμαρτίαις μου καὶ τοῖς ἀγνοήμασίν μου καὶ τῶν πατέρων μου, ἃ ἥμαρτον ἐνώπιόν σου.
私の罪と、私および私の先祖たちがあなたの御前で犯した過ちのゆえに、私に報復しないでください。
§3.4παρήκουσαν γὰρ τῶν ἐντολῶν σου·
なぜなら、彼らはあなたの掟に従わなかったからです。
ἔδωκας ἡμᾶς εἰς διαρπαγὴν καὶ αἰχμαλωσίαν καὶ θάνατον καὶ παραβολὴν ὀνειδισμοῦ πᾶσιν τοῖς ἔθνεσιν ἐν οἷς ἐσκορπίσμεθα.
あなたは私たちを略奪と捕囚と死に引き渡し、私たちが散らされたすべての国々の中で嘲りの笑い草とされました。
§3.5καὶ νῦν πολλαὶ αἱ κρίσεις σού εἰσιν ἀληθιναί, ἐξ ἐμοῦ ποιῆσαι περὶ τῶν ἁμαρτιῶν μου καὶ τῶν πατέρων μου, ὅτι οὐκ ἐποιήσαμεν τὰς ἐντολάς σου·
そして今、あなたの多くの裁きは真実であり、私の罪と先祖たちの罪に応じて私を扱われます。
οὐ γὰρ ἐπορεύθημεν ἐν ἀληθεία ἐνώπιόν σου.
私たちはあなたの掟を行わず、あなたの御前で真実をもって歩まなかったからです。
§3.6καὶ νῦν κατὰ τὸ ἀρεστόν σου ποίησον μετʼ ἐμοῦ·
そして今、あなたの目によしとされるように私をあしらってください。
ἐπίταξον ἀναλαβεῖν τὸ πνεῦμά μου, ὅπως ἀπολυθῶ καὶ γένωμαι γῆ·
私の霊を取り去るようお命じください。 そうして私が解き放たれ、塵となりますように。
διότι λυσιτελεῖ μοι ἀποθανεῖν ἡ ζῆν, ὅτι ὀνειδισμοὺς ψευδεῖς ἤκουσα, λύπη ἐστὶν πολλὴ ἐν ἐμοί ἐπίταξον ἀπολυθῆναί με τῆς ἀνάγκης δή εἰς τὸν αἰώνιον τόπον, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ.
偽りの嘲りを聞き、私の中に大きな悲しみがあるゆえに、私にとっては生きるよりも死ぬ方が勝っているからです。 どうか私をこの苦難から解き放ち、永遠の場所へと行かせるようお命じください。 私の顔からあなたの御顔をそむけないでください。
§3.7Ἐν τῇ αὐτῇ ἡμέρᾳ συνέβη τῇ θυγατρὶ Ῥαγουὴλ Σάρρᾳ ἐν Ἐκβατάνοις τῆς Μηδείας, καὶ ταύτην ὀνειδισθῆναι ὑπὸ παιδισκῶν πατρὸς αὐτῆς,
」同じ日に、メディアのエクバタナに住むラグエルの娘サラにも、彼女がその父親の女召使たちから嘲りを受けるという出来事があった。
§3.8ὅτι ἦν δεδομένη ἀνδράσιν ἑπτά, καὶ Ἀσμόδαυς τὸ πονηρὸν δαιμόνιον ἀπέκτεινεν αὐτοὺς πρὶν ἢ γενέσθαι αὐτοὺς μετʼ αὐτῆς ὡς ἐν γυναιξίν·
なぜなら、彼女は七人の夫に嫁いだが、彼らが妻に対するように彼女と交わる前に、悪霊アスモデウスが彼らを殺してしまったからである。
(9)καὶ εἶπαν αὐτῇ Οὐ συνίεις ἀποπνίγουσά σου τοὺς ἄνδρας;
彼女たちは彼女に言った。 「お前は自分が夫たちを絞め殺しているのがわからないのか。
ἤδη ἑπτὰ ἔσχες. καὶ ἑνὸς αὐτῶν οὐκ ὠνάσθης.
お前はすでに七人の夫を持ったが、そのうちの一人の名さえ得られなかった。
§3.9τί ἡμᾶς μαστιγοῖς;
なぜ私たちを鞭打つのか。
εἰ ἀπέθανον, βάδιζε μετʼ αὐτῶν·
彼らが死んだのなら、彼らの後を追って行くがよい。
μὴ ἴδοιμέν σου υἱὸν ἡ θυγατέρα εἰς τὸν αἰῶνα.
お前の息子や娘を私たちが永久に見ることがないように。
§3.10ταῦτα ἀκούσασα ἐλυπήθη σφόδρα ὥστε ἀπάγξασθαι·
」彼女はこれを聞いてひどく悲しみ、首を吊ろうとさえした。
καὶ εἶπεν Μία μέν εἰμι τῷ πατρί μου·
しかし彼女は言った。 「私は父のひとり娘なのだ。
ἐὰν ποιήσω τοῦτο, ὄνειδος αὐτῷ ἔσται, καὶ τὸ γῆρας αὐτοῦ κατάξω μετʼ ὀδύνης εἰς ἄδου.
もし私がこれをすれば、父にとって不名誉となり、私は父の老後を悲しみのうちにあの世へ送ることになるだろう。
§3.11καὶ ἐδεήθη πρὸς τῆ θυρίδι καὶ εἶπεν Εὐλογητὸς εἶ, Κύριε ὁ θεός μου, καὶ εὐλογητὸν τὸ ὄνομά σου τὸ ἅγιον καὶ ἔντιμον εἰς τοὺς αἰῶνας·
」そして彼女は窓のところで祈って言った。 「私の神、主よ、あなたは祝福されますように。 あなたの聖なる、誉れ高き御名が世々にとこしえに祝福されますように。
εὐλογήσαισάν σε πάντα τὰ ἔργα σου εἰς τὸν αἰῶνα.
あなたのすべての業がとこしえにあなたを祝福しますように。
§3.12καὶ νῦν, Κύριε, τοὺς ὀφθαλμούς μου καὶ τὸ πρόσωπόν μου εἰς σὲ δέδωκα.
そして今、主よ、私は自分の目と顔をあなたに向けました。
§3.13εἰπὸν ἀπολῦσαί με ἀπὸ τῆς γῆς καὶ μὴ ἀκοῦσαί με μηκέτι ὀνειδισμόν.
私をこの地上から解き放ち、二度と嘲りを聞くことがないようお命じください。
§3.14σὺ γινώσκεις, Κύριε, ὅτι καθαρά εἰμι ἀπὸ πάσης ἁμαρτίας καὶ ἀνδρός,
主よ、あなたがご存じの通り、私はすべての罪から、また男から清い身です。
§3.15καὶ οὐκ ἐμόλυνα τὸ ὄνομά μου οὐδὲ τὸ ὄνομα τοῦ πατρός μου ἐν τῇ γῇ τῆς αἰχμαλωσίας μου.
私は捕囚の地にあって、自分の名をも父の名をも汚しませんでした。
μονογενής εἰμι τῷ πατρί μου, καὶ οὐχ ὑπάρχει αὐτῷ παιδίον ὃ κληρονομήσει αὐτόν, οὐδὲ ἀδελφὸς ἐγγὺς οὐδὲ ὑπάρχων αὐτῷ υἱὸς ἵνα συντηρήσω ἐμαυτὴν αὐτῷ γυναῖκα.
私は父のひとり娘であり、父には相続人となるような別の子はおらず、近い親類も、彼の息子となって私がその妻となるために待つべき者もいません。
ἤδη ἀπώλοντό μοι ἑπτά·
すでに七人の夫を失いました。
ἵνα τί μοι ζῆν;
私にとって生きることに何の意味があるでしょう。
καὶ εἰ μὴ δοκεῖ σοι ἀποκτεῖναί με, ἐπίταξον ἐπιβλέψαι ἐπʼ ἐμὲ καὶ ἐλεῆσαί με, καὶ μηκέτι ἀκοῦσαί με ὀνειδισμόν.
もし私を死なせるのがあなたの御心でないなら、私に目を留め、憐れんでくださるようお命じください。 二度と嘲りを聞くことがないように。
§3.16Καὶ εἰσηκούσθη προσευχὴ ἀμφοτέρων ἐνώπιον τῆς δόξης τοῦ μεγάλου Ῥαφαήλ,
」そして、大いなるラファエルの栄光の御前で、二人の祈りが聞き届けられた。
§3.17καὶ ἀπεστάλη ἰάσασθαι τοὺς δύο, τοῦ Τωβεὶτ λεπίσαι τὰ λευκώματα, καὶ Σάρραν τὴν τοῦ Ῥαγουὴλ δοῦναι Τωβίᾳ τῷ υἱῷ Τωβεὶτ γυναῖκα, καὶ δῆσαι Ἀσμόδαυν τὸ πονηρὸν δαιμόνιον, διότι Τωβίᾳ ἐπιβάλλει κληρονομῆσαι αὐτήν.
そして彼は二人を癒やすために遣わされた。 すなわち、トビトの目の白い膜を剥ぎ取り、ラグエルの娘サラをトビトの息子トビアに妻として与え、悪霊アスモデウスを縛るためであった。 サラを相続する権利はトビアにあったからである。
ἐν αὐτῷ τῷ καιρῷ ἐπιστρέψας Τωβεὶτ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, καὶ Σάρρα ἡ τοῦ Ῥαγουὴλ κατέβη ἐκ τοῦ ὑπερῴου αὐτῆς.
ちょうど同じ時に、トビトは戻って自分の家に入り、ラグエルの娘サラは屋上の部屋から降りてきた。