§3.1Καὶ λυπηθεὶς ἔκλαυσα, καὶ προσευξάμην μετʼ ὀδύνης (²)λέγων §3.2Δίκαιος εἶ, Κύριε, καὶ πάντα τὰ ἔργα σου καὶ πᾶσαι αἱ ὁδοί σου ἐλεημοσύναι καὶ ἀλήθεια, καὶ κρίσιν ἀληθινὴν καὶ δικαίαν σὺ κρίνεις εἰς τὸν αἰῶνα.
我便忧伤痛哭,在痛苦中祈祷说: “主啊,你是公义的,你的一切作为和一切道路都是怜悯与真实,你永远施行真实和公义的审判。
§3.3μνήσθητί μου καὶ ἐπίβλεψον ἐπʼ ἐμέ· μὴ ἐκδικῇς ταῖς ἁμαρτίαις μου καὶ τοῖς ἀγνοήμασίν μου καὶ τῶν πατέρων μου, ἃ ἥμαρτον ἐνώπιόν σου.
求你记念我,眷顾我;不要因我的罪和我的过错,以及我祖先在你不合意时所犯的罪,来惩罚我。
§3.4παρήκουσαν γὰρ τῶν ἐντολῶν σου· ἔδωκας ἡμᾶς εἰς διαρπαγὴν καὶ αἰχμαλωσίαν καὶ θάνατον καὶ παραβολὴν ὀνειδισμοῦ πᾶσιν τοῖς ἔθνεσιν ἐν οἷς ἐσκορπίσμεθα.
因为他们违背了你的诫命;你把我们交托于掠夺、掳掠和死亡之中,使我们在被分散到的万民中成为嘲讽的笑柄。
§3.5καὶ νῦν πολλαὶ αἱ κρίσεις σού εἰσιν ἀληθιναί, ἐξ ἐμοῦ ποιῆσαι περὶ τῶν ἁμαρτιῶν μου καὶ τῶν πατέρων μου, ὅτι οὐκ ἐποιήσαμεν τὰς ἐντολάς σου· οὐ γὰρ ἐπορεύθημεν ἐν ἀληθεία ἐνώπιόν σου.
如今,你许多的审判都是真实的,是照着我和我祖先的罪恶来对待我,因为我们没有遵守你的诫命,也没有在你面前凭真实而行。
§3.6καὶ νῦν κατὰ τὸ ἀρεστόν σου ποίησον μετʼ ἐμοῦ· ἐπίταξον ἀναλαβεῖν τὸ πνεῦμά μου, ὅπως ἀπολυθῶ καὶ γένωμαι γῆ·
如今,求你照你所看为好的对待我;求你吩咐收回我的灵魂,好让我得以解脱,归于尘土;因为听见虚妄的羞辱,我心中有极大的悲伤,我死比活更好。
διότι λυσιτελεῖ μοι ἀποθανεῖν ἡ ζῆν, ὅτι ὀνειδισμοὺς ψευδεῖς ἤκουσα, λύπη ἐστὶν πολλὴ ἐν ἐμοί ἐπίταξον ἀπολυθῆναί με τῆς ἀνάγκης δή εἰς τὸν αἰώνιον τόπον, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ.
求你吩咐将我从这苦难中解脱出来,送往那永恒的去处,不要向我掩面。
§3.7Ἐν τῇ αὐτῇ ἡμέρᾳ συνέβη τῇ θυγατρὶ Ῥαγουὴλ Σάρρᾳ ἐν Ἐκβατάνοις τῆς Μηδείας, καὶ ταύτην ὀνειδισθῆναι ὑπὸ παιδισκῶν πατρὸς αὐτῆς,
” 在同一天,在米底亚的埃克巴坦那,拉古埃尔的女儿撒拉也遭遇了被她父亲的婢女们羞辱的事。
§3.8ὅτι ἦν δεδομένη ἀνδράσιν ἑπτά, καὶ Ἀσμόδαυς τὸ πονηρὸν δαιμόνιον ἀπέκτεινεν αὐτοὺς πρὶν ἢ γενέσθαι αὐτοὺς μετʼ αὐτῆς ὡς ἐν γυναιξίν·
因为她曾被许配给七个丈夫,但在他们按着待妻子的规矩与她同房之前,那恶魔阿斯摩太就杀死了他们。
(9)καὶ εἶπαν αὐτῇ Οὐ συνίεις ἀποπνίγουσά σου τοὺς ἄνδρας;
婢女们对她说:“你难道不明白是你闷死了你的丈夫们吗?
ἤδη ἑπτὰ ἔσχες. καὶ ἑνὸς αὐτῶν οὐκ ὠνάσθης.
你已经有了七个丈夫,却连他们中的一个便宜也没占到。
§3.9τί ἡμᾶς μαστιγοῖς;
你为什么鞭打我们?
εἰ ἀπέθανον, βάδιζε μετʼ αὐτῶν·
如果他们死了,你就随他们去吧!
μὴ ἴδοιμέν σου υἱὸν ἡ θυγατέρα εἰς τὸν αἰῶνα.
愿我们永远见不到你的儿子或女儿。
§3.10ταῦτα ἀκούσασα ἐλυπήθη σφόδρα ὥστε ἀπάγξασθαι· καὶ εἶπεν Μία μέν εἰμι τῷ πατρί μου· ἐὰν ποιήσω τοῦτο, ὄνειδος αὐτῷ ἔσται, καὶ τὸ γῆρας αὐτοῦ κατάξω μετʼ ὀδύνης εἰς ἄδου.
” 她听了这些话,极度忧伤,甚至想要上吊;但她心里说:“我是我父亲唯一的女儿;如果我这样做,必会使他蒙羞,我也会使他白发苍苍、悲痛地进阴间。
§3.11καὶ ἐδεήθη πρὸς τῆ θυρίδι καὶ εἶπεν Εὐλογητὸς εἶ, Κύριε ὁ θεός μου, καὶ εὐλογητὸν τὸ ὄνομά σου τὸ ἅγιον καὶ ἔντιμον εἰς τοὺς αἰῶνας·
” 于是她向着窗户祈祷说:“主我的神啊,你是应当称颂的,你圣洁尊贵的名永远应当称颂!
εὐλογήσαισάν σε πάντα τὰ ἔργα σου εἰς τὸν αἰῶνα.
愿你的一切作为永远称颂你。
§3.12καὶ νῦν, Κύριε, τοὺς ὀφθαλμούς μου καὶ τὸ πρόσωπόν μου εἰς σὲ δέδωκα.
主啊,如今我将我的眼睛和我的脸转向你。
§3.13εἰπὸν ἀπολῦσαί με ἀπὸ τῆς γῆς καὶ μὴ ἀκοῦσαί με μηκέτι ὀνειδισμόν.
求你吩咐,使我脱离这地,免得我再听见羞辱。
§3.14σὺ γινώσκεις, Κύριε, ὅτι καθαρά εἰμι ἀπὸ πάσης ἁμαρτίας καὶ ἀνδρός, §3.15καὶ οὐκ ἐμόλυνα τὸ ὄνομά μου οὐδὲ τὸ ὄνομα τοῦ πατρός μου ἐν τῇ γῇ τῆς αἰχμαλωσίας μου.
主啊,你晓得我是洁净的,没有犯过任何关乎男人的罪,我在被掳之地也没有玷污我的名,也没有玷污我父亲的名。
μονογενής εἰμι τῷ πατρί μου, καὶ οὐχ ὑπάρχει αὐτῷ παιδίον ὃ κληρονομήσει αὐτόν, οὐδὲ ἀδελφὸς ἐγγὺς οὐδὲ ὑπάρχων αὐτῷ υἱὸς ἵνα συντηρήσω ἐμαυτὴν αὐτῷ γυναῖκα.
我是我父亲唯一的女儿,他没有别的孩子作他的继承人,也没有近亲,没有活着的儿子可供我保留自己作他的妻子。
ἤδη ἀπώλοντό μοι ἑπτά· ἵνα τί μοι ζῆν;
我的七个丈夫已经死了,我活着还有什么意思呢?
καὶ εἰ μὴ δοκεῖ σοι ἀποκτεῖναί με, ἐπίταξον ἐπιβλέψαι ἐπʼ ἐμὲ καὶ ἐλεῆσαί με, καὶ μηκέτι ἀκοῦσαί με ὀνειδισμόν.
如果你不乐意让我死,求你吩咐眷顾我、怜悯我,使我不再听见羞辱。
§3.16Καὶ εἰσηκούσθη προσευχὴ ἀμφοτέρων ἐνώπιον τῆς δόξης τοῦ μεγάλου Ῥαφαήλ,
” 两个人的祷告,都在伟大的拉斐尔的荣耀面前蒙了应允。
§3.17καὶ ἀπεστάλη ἰάσασθαι τοὺς δύο, τοῦ Τωβεὶτ λεπίσαι τὰ λευκώματα, καὶ Σάρραν τὴν τοῦ Ῥαγουὴλ δοῦναι Τωβίᾳ τῷ υἱῷ Τωβεὶτ γυναῖκα, καὶ δῆσαι Ἀσμόδαυν τὸ πονηρὸν δαιμόνιον, διότι Τωβίᾳ ἐπιβάλλει κληρονομῆσαι αὐτήν.
他被差遣去医治他们两个人:除掉托比德眼里的白翳,并将拉古埃尔的女儿撒拉赐给托比德的儿子托比亚为妻,并捆绑那恶魔阿斯摩太,因为托比亚有权利继承她。
ἐν αὐτῷ τῷ καιρῷ ἐπιστρέψας Τωβεὶτ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, καὶ Σάρρα ἡ τοῦ Ῥαγουὴλ κατέβη ἐκ τοῦ ὑπερῴου αὐτῆς.
就在那时候,托比德回来,进了自己的家,而拉古埃尔的女儿撒拉也从她的阁楼上下了来。