§9.1Ἐν γὰρ τῷ δωδεκάτῳ μηνὶ τρισκαιδεκάτῃ τοῦ μηνός, ὅς ἐστιν Ἀδάρ, παρῆν τὰ γράμματα τά γραφέντα ὑπὸ τοῦ βασιλέως.
というのも、第十二の月、すなわちアダルと呼ばれる月の十三日に、王によって書かれた書状が届いたからである。
§9.2ἐν αὐτῇ τῇ ἡμέρᾳ ἀπώλοντο οἱ ἀντικείμενοι τοῖς Ἰουδαίοις·
まさにその日に、ユダヤ人に敵対する者たちが滅ぼされた。
οὐδεὶς γὰρ ἀντέστη, φοβούμενος αὐτούς.
というのも、誰も彼らを恐れて立ち向かわなかったからである。
§9.3οἱ γὰρ ἄρχοντες τῶν σατραπῶν καὶ οἱ τύραννοι καὶ οἱ βασιλικοὶ γραμματεῖς ἐτίμων τοὺς Ἰουδαίους·
なぜなら、太守たちの指導者たち、支配者たち、そして王の書記官たちがユダヤ人を敬ったからである。
ὁ γὰρ φοβος Μαρδοχαίου ἐνέκειτο αὐτοῖς.
モルデカイへの恐れが彼らの上に臨んでいたからである。
§9.4προσέπεσεν γὰρ τὸ πρόσταγμα τοῦ βασιλέως ὀνομασθῆναι ἐν πάσῃ τῇ βασιλείᾳ.
王の命令が全王国において布告されることが行き渡ったからである。
§9.6καὶ ἐν αὐτῇ τῇ πόλει ἀπέκτειναν οἱ Ἰουδαῖοι ἄνδρας πεντακοσίους, §9.7τόν τε Φαρσὰν καὶ Νεσταὶν καὶ Δελφὼν καὶ Φασγὰ §9.8καὶ Φαραδάθα καὶ Βαρσά καὶ Σαρβαχὰ §9.9καὶ Μαρμασιμά καὶ Ῥουφαῖον καὶ Ἀρσαῖον καὶ Ζαβουθαῖιν,
そして、その都においても、ユダヤ人たちは五百人の男たちを殺害し、パルサン、ネスタイン、デルフォン、ファスガ、ファラダタ、バルサ、サルバハ、マルマシマ、ルファイオン、アルサイオン、ザブタイインを殺した。
§9.10τοὺς δέκα υἱοὺς Ἀμὰν Ἀμαδάθου Βουγαίου τοῦ ἐχθροῦ τῶν Ἰουδαίων, καὶ διήρπασαν
すなわち、ユダヤ人の敵であるブガイ人、ハメダタの子ハマンの十人の息子たちである。 そして彼らは略奪した。
§9.11ἐν αὐτῇ τῇ ἡμέρᾳ· ἐπεδόθη τε ὁ ἀριθμὸς τῷ βασιλεῖ τῶν ἀπολωλότων ἐν Σούσοις.
その日のうちに、スサで殺された者の数が王に報告された。
§9.12εἶπεν δὲ ὁ βασιλεὺς πρὸς Ἐσθῆρ Ἀπώλεσαν οἱ Ἰουδαῖοι ἐν Σούσοις τῇ πόλει ἄνδρας πεντακοσίους·
王はエステルに向かって言った。 「ユダヤ人たちは都スサで五百人の男たちを殺した。
ἐν δὲ τῇ περιχώρῳ πῶς οἴει ἐχρήσαντο;
それでは、周辺の地方では、彼らは一体どのように振る舞ったと思うか。
τί οὖν ἀξιοῖς ἔτι καὶ ἔσται σοι;
さて、汝はさらに何を望むか。 それは汝に与えられるであろう。
§9.13καὶ εἶπεν Ἐσθὴρ τῷ βασιλεῖ Δοθήτω τοῖς Ἰουδαίοις χρῆσθαι ὡσαύτως τὴν αὕριον, ὥστε τοὺς δέκα υἱοὺς κρεμάσαι Ἀμάν.
」エステルは王に言った。 「もしよろしければ、ユダヤ人たちが明日も同様に行うことをお許しください。 また、ハマンの十人の息子たちを木に吊るすこともお許しください。
§9.14καὶ ἐπέτρεψεν οὕτως γενέσθαι, καὶ ἐξέθηκε τοῖς Ἰουδαίοις τῆς πόλεως τά σώματα τῶν υἱῶν Ἀμὰν κρεμάσαι.
」そこで、王はそのように行うことを許可し、都のユダヤ人たちにハマンの息子たちの遺体を木に吊るすよう引き渡した。
§9.15καὶ συνήχθησαν οἱ Ἰουδαῖοι ἐν Σούσοις τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ Ἄδὰρ καὶ ἀπέκτειναν ἄνδρας τριακοσίους, καὶ οὐδὲν διήρπασαν.
スサのユダヤ人たちはアダル月の十四日にも集まり、三百人の男たちを殺したが、略奪は一切行わなかった。
§9.16οἱ δὲ λοιποὶ τῶν Ἰουδαίων οἱ ἐν τῇ βασιλείᾳ συνήχθησαν καὶ ἑαυτοῖς ἐβοήθουν, καὶ ἀνεπαύσαντο ἀπὸ τῶν πολεμίων·
王国にいる残りのユダヤ人たちも集まって自衛し、敵から安息を得た。
ἀπώλεσαν γάρ αὐτῶν μυρίους πεντακισχιλίους τῇ τρισκαιδεκάτῃ τοῦ Ἀδάρ, καὶ οὐδὲν διήρπασαν.
彼らはアダル月の十三日に、敵のうち一万五千人を滅ぼしたが、略奪は一切行わなかった。
§9.17καὶ ἀνεπαύσαντο τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ αὐτοῦ μηνός, καὶ ἦγον αὐτὴν ἡμέραν ἀναπαύσεως μετά χαρᾶς καὶ εὐφροσύνης.
そして彼らは同じ月の十四日に安息を得て、その日を喜びと楽しみに満ちた安息の日として祝った。
§9.18οἱ δὲ Ἰουδαῖοι οἱ ἐν Σούσοις τῇ πόλει συνήχθησαν καὶ τῇ τεσσαρεσκαιδεκάτῃ καὶ οὐκ ἀνεπαύσαντο·
しかし都スサのユダヤ人たちは、十三日と十四日にも集まって活動し、安息を得なかった。
ἦγον δὲ καὶ τὴν πεντεκαιδεκάτην μετὰ χαρᾶς καὶ εὐφροσύνης.
彼らは十五日を喜びと楽しみに満ちた日として祝った。
§9.19διὰ τοῦτο οὗν οἱ Ἰουδαῖοι οἱ διεσπαρμένοι ἐν πάσῃ χώρᾳ τῇ ἔξω ἄγουσιν τὴν τεσσαρεσκαιδεκάτην τοῦ Ἄδαρ ἡμέραν ἀγαθὴν μετ εὐφροσύνης, ἀποστέλλοντες μερίδας ἕκαστος τῷ πλησίον.
それゆえ、外のあらゆる地方に離散しているユダヤ人たちは、アダル月の十四日を喜びとともに祝う良き日とし、各自が近隣の者に贈り物の分け前を送り合っている。
οἱ δὲ κατοικοῦντες ἐν ταῖς μητροπόλεσιν καὶ τὴν ε' καὶ ι' τοῦ Ἄδὰρ εὐφροσύνην ἀγαθὴν ἄγουσιν ἐξαποστέλλοντες μερίδας καὶ τοῖς πλησίον.
一方、主要な都市に住む者たちは、アダル月の十五日をも喜びの良き日として祝い、近隣の者たちに贈り物の分け前を送っている。
§9.20Ἔγραψεν δὲ Μαρδοχαῖος τοὺς λόγους τούτους εἰς βιβλίον, καὶ ἐξαπέστειλεν τοῖς Ἰουδαίοις ὅσοι ἤσαν ἐν τῇ Ἀρταξέρξου βασιλεία, τοῖς ἐγγὺς καὶ τοῖς μακράν, §9.21στῆσαι τὰς ἡμέρας ταύτας ἀγαθάς, ἄγειν τε τὴν τεσσαρεσκαιδεκάτην καὶ τὴν πεντεκαιδεκάτην τοῦ Ἀδαρ·
モルデカイはこれらの事柄を書物に書き記し、アルタクセルクセス王の王国内にいる、近くと遠くのすべてのユダヤ人に送り、これらの日を良き日として定め、アダル月の十四日と十五日を祝うよう命じた。
§9.22ἐν γὰρ ταύταις ταῖς ἡμέραις ἀνεπαύσαντο οἱ Ἰουδαῖοι ἀπὸ τῶν ἐχθρῶν αὐτῶν· καὶ τὸν μῆνα ἐν ᾧ ἐστράφη αὐτοῖς, ὃς ἦν Ἀδάρ, ἀπὸ πένθους εἰς χαρὰν καὶ ἀπὸ ὀδύνης εἰς ἀγαθὴν ἡμέραν, ἄγειν ὅλον ἀγαθὰς ἡμέρας γάμαων καὶ εὐφροσύνης, ἐξαποστέλλοντας μερίδας τοῖς φίλοις καὶ τοῖς πτωχοῖς.
なぜなら、これらの日にユダヤ人たちは敵から安息を得たからであり、アダル月は彼らにとって悲しみから喜びへ、苦痛から良き日へと一変した月だからである。 それゆえ、その月全体を婚礼と喜びの良き日として祝い、友人たちや貧しい喜び、そして貧しい人々へ贈り物の分け前を送るようにとした。
§9.23καὶ προσεδέξαντο οἱ Ἰουδαῖοι καθὼς ἔγραψεν αὐτοῖς ὁ Μαρδοχαῖος,
ユダヤ人たちは、モルデカイが彼らに書き送った通りにこれを受け入れた。
§9.24πῶς Ἀμὰν Ἀμαδάθου ὁ Μακεδὼν ἐπολέμει αὐτούς, καθὼς ἔθετο ψήφισμα καὶ κλῆρον ἀφανίσαι αὐτούς, §9.25καὶ ὡς εἰσῆλθεν πρὸς τὸν βασιλέα λέγων κρεμάσαι τὸν Μαρδοχαῖον· ὅσα δὲ ἐπεχείρησεν ἐπάξαι ἐπὶ τοὺς Ἰουδαίους κακά ἐπʼ αὐτὸν ἐγένοντο, καὶ ἐκρεμάσθη αὐτὸς καὶ τὰ τέκνα αὐτοῦ.
すなわち、どのようにしてマケドニア人ハメダタの子ハマンが彼らと戦い、彼らを滅ぼすために布告を出し、くじを投げたか、また、彼が王のもとに進み出てモルデカイを吊るすよう求めたこと、そして彼がユダヤ人たちに及ぼそうと企てたすべての悪事が彼自身の身に降りかかり、彼自身と彼の子らが木に吊るされたことを受け入れた。
§9.26διὰ τοῦτο ἐπεκλήθησαν αἱ ἡμέραι αὗται Φρουραὶ διὰ τοὺς κλήρους, ὅτι τῇ διαλέκτῳ αὐτῶν καλοῦνται Φρουραί, διὰ τοὺς λόγους τῆς ἐπιστολῆς ταύτης, καὶ ὅσα πεπόνθασιν διὰ ταῦτα καὶ ὅσα αὐτοῖς ἐγένετο §9.27καὶ ἔστησεν· καὶ προσεδέχοντο οἱ Ἰουδαῖι ἐφʼ ἑαυτοῖς καὶ ἐπὶ τῷ σπέρματι αὐτῶν καὶ ἐπὶ τοῖς προστεθειμένοις ἐπʼ αὐτῶν, οὐδέ μὴν ἄλλως χρήσονται.
このために、これらの日はくじにちなんで「プーリーム(フルライ)」と名付けられた。 彼らの言葉でくじが「フルライ」と呼ばれるからである。 この書状の言葉と、彼らがこれらによって経験したこと、また彼らに起こったすべてのことのために、確立され、ユダヤ人たちは自分自身と子孫、また自分たちに加わる者たちのために、これを決して廃れることのない決まりとして受け入れた。
αἱ δὲ ἡμέραι αὗται μνημόσυνον ἐπιτελούμενον κατὰ γενεὰν καὶ γενεὰν καὶ πόλιν καὶ πατριάν καὶ χώραν.
これらの日は代々にわたり、都市、家族、地方ごとに祝われる記念である。
§9.28αἰ δὲ ἡμέραι αὗται τῶν Φρουραὶ ἀχθήσονται εἰς τὸν ἃπαντα χρόνον, καὶ τὸ μνημόσυνον αὐτῶν οὐ μὴ ἐκλίπῃ ἐκ τῶν γενεῶν.
これらの「プーリーム(フルライ)」の日は永遠に祝われ、その記念が子孫の間から絶えることはない。
§9.29καὶ ἔγραψεν Ἐσθῆρ ἡ βασίλισσα θυγάτηρ Ἀμιναδὰβ καὶ Μαρδοχαῖος ὁ Ἰουδαῖος ὅσα ἐποίησαν τό τε στερέωμα τῆς ἐπιστολῆς τῶν Φρουραί.
アミナダブの娘であるエステル王妃と、ユダヤ人モルデカイは、彼らが行ったすべてのこと、またこの「プーリーム(フルライ)」の書状の確認を書き記した。
§9.30καὶ Μαρδοχαῖος καὶ Ἐσθὴρ ἡ βασίλισσα ἔστησαν ἑαυτοῖς καθʼ ἑαυτῶν, καὶ τότε στήσαντες κατὰ τῆς ὑγιείας ἑαυτῶν καὶ τὴν βουλὴν αὐτῶν.
また、モルデカイとエステル王妃は、彼ら自身と子孫のためにこれを定め、その時、自らの身の安全と自らの計画のために定めた。
§9.31καὶ Ἐσθὴρ λόγῳ ἔστησεν εἰς τὸν αἰῶνα, καὶ ἐγράφη εἰς μνημόσυνον.
そして、エステルは言葉によってこれを永遠に定め、書物に記念として書き記された。