§8.8aκαὶ προσέχειν εἰς τὰ μετὰ ταῦτα, εἰς τὸ τὴν βασιλείαν ἀτάραχον τοῖς πᾶσιν ἀνθρώποις μετʼ εἰρήνης παρεξόμεθα, §8.9aχρώμενοι ταῖς μεταβολαῖς, τὰ δὲ ὑπὸ τὴν ὄψιν ἐρχόμενα διακρίνοντες ἀεὶ μετʼ ἐπιεικεστέρας ἀπαντήσεως.
また、将来に留意し、すべての人間に対して我が王国を平和のうちに揺るぎないものとするために、状況の変化に対応し、我々の目の前に現れる事柄を常に、より寛大な態度をもって判断する。
§8.10aὡς γὰρ Ἀμὰν Ἀμαδάθου Μακεδὼν ταῖς ἀληθείαις ἀλλότριος τοῦ τῶν Περκῶν αἵματος καὶ πολὺ διεστηκὼς τῆς ἡμετέρας χρηστότητος, ἐπιξενωθεὶς ἡμῖν §8.11aἔτυχεν ἧς ἔχομεν πρὸς πᾶν ἔθνος φιλανθρωπίας ἐπὶ τοσοῦτον ὥστε ἀναγορεύεσθαι ἡμῶν πατέρα καὶ προσκυνούμενον ὑπὸ πάντων τὸ δεύτερον τοῦ βασιλικοῦ θρόνου πρόσωπον διατελεῖν·
というのも、ハメダタの子ハマンは、実際にはマケドニア人であり、ペルシア人の血統に属さず、我々の慈愛から遠く離れた者であったが、我々の客分として迎え入れられ、我々がすべての民族に対して抱いている人間愛を十分に受けたため、我が父と公に称され、すべての人から王座に次ぐ第二の存在としてひれ伏されるほどになった。
§8.12aοὐκ ἐνέγκας δὲ τὴν ὑπερηφονίαν ἐπετήδευσεν τῆς ἀρχῆς στερῆσαι ἡμᾶς καὶ τοῦ πνεύματος,
しかし、彼はその傲慢さに耐えかねて、我々から王権と命を奪おうと企てた。
§8.13aτόν τε ἡμέτερον σαωτῆρα καὶ διὰ παντὸς εὐεργέτην Μαρδοχαῖον καὶ τὴν ἄμεμπτον τῆς βασιλείας κοινωνὸν Ἐσθὴρ σὺν παντὶ τῷ τούτων ἔθνει πολυπλόκοις μεθόδων παραλογισμοῖς αἰτησάμενος εἰς ἀπωλίαν·
すなわち、我々の救い主であり絶えざる恩人であるモルデカイと、王国の非の打ち所のない共同者であるエステルを、その全民族とともに、複雑で欺瞞に満ちた謀略によって滅ぼそうと要求したのである。
§8.14aδιὰ γὰρ τῶν τρόπων τούτων ᾠἡθη λαβὼν ἡμᾶς ἐρήμους τὴν τῶν Περσῶν ἐπικράτησιν εἰς τοὺς Μακεδόνας μετάξαι.
彼はこのような手段によって、我々を孤立無援の状態にして捉え、ペルシア人の支配権をマケドニア人に移そうと考えたのだ。
§8.15aἡμεῖς δὲ τοὺς ὑπὸ τοῦ τρισαλιτηρίου παραδεδομένους εἰς ἀφανισμὸν Ἰουδαίους εὺρίσκομεν οὐ κακούργους ὄντας, δικαιοτάτοις δὲ πολιτευομένους νόμοις,
しかし我々は、あの極悪人によって絶滅に引き渡されたユダヤ人たちが、決して犯罪者ではなく、極めて義にかなった律法に従って生活していることを見いだしている。
§8.16aὄντας δὲ υἱοὺς τοῦ ὑψίστου μεγίστου ζῶντος θεοῦ τοῦ κατευθύνοντος ἡμῖν τε καὶ τοῖς προγόνοις ἡμῶν τὴν βασιλείαν ἐν τῆ καλλίστῃ διαθέσει.
また彼らは、我々および我々の先祖に対して、この王国をこの上なく素晴らしい状態に導いてくださっている、いと高き、いと大いなる、生ける神の子らなのである。
§8.17aκαλῶς οὖν ποιήσετε μὴ προσχρησάμενοι τοῖς ὑπὸ Ἀμὰν Ἀμαδάθου ἀποσταλεῖσι γράμμασιν,
それゆえ、ハメダタの子ハマンによって送られた書状を用いないようにすることは、汝らにとって賢明な処置となる。
§8.18aδιὰ τὸ αὐτὸν τὸν ταῦτα ἐξεργασάμενον πρὸς ταῖς Σούσων πύλαις ἐσταυρῶσθαι σὺν τῇ πανοικίᾳ, τὴν καταξίαν τοῦ τὰ πάντα ἐπικρατοῦντος θεοῦ διὰ τάχους ἀποδόντος αὐτῷ κρίσιν·
なぜなら、これを首謀した当の本人が、スサの門の前にて家族一同とともに木に吊るされたからであり、万物を支配される神が、速やかに彼にふさわしい裁きを下されたのである。
§8.19aτὸ δὲ ἀντίγραφον τῆς ἐπιστολῆς ταύτης ἐκθέντες ἐν παντὶ τόπῳ μετὰ παρρησίας, ἐᾷν τοὺς Ἰουδαίους χρῆσθαι τοῖς ἑαυτῶν νομίμοις, §8.20aκαὶ συνεπισχύειν αὐτοῖς ὅπως τοὺς ἐν καιρῷ θλίψεως ἐπιθεμένους αὐτοῖς ἀμύνωνται τῇ τρισκαιδεκἀτῃ τοῦ δωδεκάτου μηνὸς Αδὰρ τῇ αὐτῇ ἡμέρᾳ·
汝らは、この書状の写しをあらゆる場所に堂々と掲示し、ユダヤ人たちが自らの掟に従うのを容認し、また、第十二の月であるアダルの月の十三日、まさにその同じ日に、彼らが苦難の時に攻撃してくる者たちに対して自衛できるよう援助しなさい。
§8.21aταύτην γὰρ ὁ πάντα δυναστεύων θεὸς ἀντʼ ὀλεθρίας τοῦ ἐκλεκτοῦ γένους ἐποίησεν αὐτοῖς εὐφροσύνην.
なぜなら、万物を支配される神が、選ばれた民の滅亡の代わりに、この日を彼らの喜びの日とされたからである。
§8.22aκαὶ ὑμεῖς οὖν ἐν ταῖς ἐπωνύμοις ὑμῶν ἑορταῖς ἐπί σημον ἡμέραν μετὰ πάσης εὐωχίας ἄγετε,
それゆえ汝らもまた、自らの記念すべき祝祭において、大いなる祝宴とともにこの特筆すべき日を祝いなさい。
§8.23aὅπως καὶ νῦν καὶ μετὰ ταῦτα σωτηρία ἡμῖν καὶ τοῖς εὐνοοῦσιν Πέρσαις, τοῖς δὲ ἡμῖν ἐπιβουλεύουσιν μνημόσυνον τῆς ἀπωλείας.
それは、今も将来も、我々と我々に忠誠を誓うペルシア人にとっては救いとなり、我々に陰謀を企てる者たちにとっては滅亡の記念となるためである。
§8.24aπᾶσα δὲ πόλις ἢ χώρα τὸ σύνολον ἥτις κατὰ ταῦτα μὴ ποιήσῃ δόρατι καὶ πυρὶ καταναλωθήσεται μετʼ ὀργῆς·
しかし、これに従わないすべての都市、あるいは地方は、怒りとともに槍と火によってことごとく滅ぼされるであろう。
οὐ μόνον ἀνθρώποις ἄβατος, ἀλλὰ καὶ θηρίοις καὶ πετεινοῖς εἰς τὸν ἀπαντα χρόνον ἔχθιστος κατασταθήσεται.
そこは人間にとって立ち入りがたい場所となるだけでなく、野獣や鳥にとっても永遠に極めて忌まわしい場所となるであろう。
§8.13τὰ δὲ ἀντίγραφα ἐκτιθέσθωσαν ὀφθαλμοφανῶς ἐν πάσῃ τῇ βασιλεία, ἑτοίμους τε εἶναι πάντας τοὺς Ἰουδαίους εἰς ταύτην τὴν ἡμέραν πολεμῆσαι αὐτῶν τοὺς ὑπεναντίους.
これらの写しは、王国の全土において誰もが見えるように掲示され、すべてのユダヤ人は、その日に自らの敵に対抗して戦う準備を整えなければならない。
§8.14Οἱ μἐν οὖν ἱππεῖς ἐξνῆλθον σπεύδοντες τὰ ὑπὸ τοῦ βασιλέως λεγόμενα ἐπιτελεῖν·
こうして、騎手たちは王の命令を急いで実行するために飛び出していった。
ἐξετέθη δὲ τὸ πρόσταγμα καὶ ἐν Σούσοις.
そして、その布告はスサにおいても掲示された。
§8.15ὁ δὲ Μαρδοχαῖος ἐξῆλθεν ἐστολισμένος τὴν βασιλικὴν στολὴν καὶ στέφανον ἔχων χρυσοῦν καὶ διάδημα βύσσινον πορφυροῦν·
モルデカイは、王の衣服をまとい、金の冠を戴き、亜麻と紫のターバンを巻いて出てきた。
ἰδόντες δὲ οἱ ἐν Σούσοις ἐχάρη· σαν.
スサの人々はこれを見て喜んだ。
§8.16τοῖς δὲ Ἰουδαίοις ἐγένετο φῶς καὶ εὐφροσύνη
ユダヤ人たちには光と喜びがもたらされた。
§8.17κατὰ πόλιν καὶ χὤραν οὗ ἂν ἐξετέθη τὸ πρόσταγμα, οὗ ἂν ἐξετέθη τὸ ἔκθεμα· χαρὰ καὶ εὐφροσύνη τοῖς Ἰουδαίοις, κώθων καὶ εὐφροσύνη·
布告や公示がなされたすべての都市や地方において、ユダヤ人たちの間には喜びと楽しみ、祝宴と歓喜が起こった。
καὶ πολλοὶ τῶν ἐθνῶν περιετέμοντο καὶ ἰουδάιζον διὰ τὸν φόβον τῶν Ἰουδαίων.
そして、諸民族の多くの者がユダヤ人たちへの恐れから、割礼を受けてユダヤ人となった。