Humanitext Reader

七十士译本 · 雅斯帖记 §9.1-9.31

犹太人战胜仇敌与普珥节的设立

第 13 段,共 14 段 · 希腊语

内容简介

犹太人在亚达月十三日和十四日灭绝了仇敌,末底改与埃斯特设立了普珥节(夫鲁莱),定为永远遵守的纪念节日。

§9.1Ἐν γὰρ τῷ δωδεκάτῳ μηνὶ τρισκαιδεκάτῃ τοῦ μηνός, ὅς ἐστιν Ἀδάρ, παρῆν τὰ γράμματα τά γραφέντα ὑπὸ τοῦ βασιλέως.
因为在十二月,即亚达月的十三日,王所写的信件送达了。
§9.2ἐν αὐτῇ τῇ ἡμέρᾳ ἀπώλοντο οἱ ἀντικείμενοι τοῖς Ἰουδαίοις· οὐδεὶς γὰρ ἀντέστη, φοβούμενος αὐτούς.
就在那一天,敌对犹太人的人都灭亡了;因为没有人敢抗拒他们,大家都惧怕他们。
§9.3οἱ γὰρ ἄρχοντες τῶν σατραπῶν καὶ οἱ τύραννοι καὶ οἱ βασιλικοὶ γραμματεῖς ἐτίμων τοὺς Ἰουδαίους· ὁ γὰρ φοβος Μαρδοχαίου ἐνέκειτο αὐτοῖς.
因为总督的领袖们、统治者们以及王室的书记官们都尊崇犹太人;因为对末底改的恐惧临到了他们身上。
§9.4προσέπεσεν γὰρ τὸ πρόσταγμα τοῦ βασιλέως ὀνομασθῆναι ἐν πάσῃ τῇ βασιλείᾳ.
因为王宣告在全国公布的命令已经传开了。
§9.6καὶ ἐν αὐτῇ τῇ πόλει ἀπέκτειναν οἱ Ἰουδαῖοι ἄνδρας πεντακοσίους, §9.7τόν τε Φαρσὰν καὶ Νεσταὶν καὶ Δελφὼν καὶ Φασγὰ §9.8καὶ Φαραδάθα καὶ Βαρσά καὶ Σαρβαχὰ §9.9καὶ Μαρμασιμά καὶ Ῥουφαῖον καὶ Ἀρσαῖον καὶ Ζαβουθαῖιν, §9.10τοὺς δέκα υἱοὺς Ἀμὰν Ἀμαδάθου Βουγαίου τοῦ ἐχθροῦ τῶν Ἰουδαίων, καὶ διήρπασαν
就在这城里,犹太人杀死了五百个男人,包括法尔桑、内斯泰因、德尔丰、法斯加、法拉达他、巴尔萨、萨尔巴哈、马尔马西马、鲁法昂、阿尔萨昂、扎布泰因,即犹太人的仇敌、布盖人、哈米达他之子哈曼的十个儿子;并且他们进行了掠夺。
§9.11ἐν αὐτῇ τῇ ἡμέρᾳ· ἐπεδόθη τε ὁ ἀριθμὸς τῷ βασιλεῖ τῶν ἀπολωλότων ἐν Σούσοις.
就在那一天,在苏萨被杀之人的数目报告给了王。
§9.12εἶπεν δὲ ὁ βασιλεὺς πρὸς Ἐσθῆρ Ἀπώλεσαν οἱ Ἰουδαῖοι ἐν Σούσοις τῇ πόλει ἄνδρας πεντακοσίους· ἐν δὲ τῇ περιχώρῳ πῶς οἴει ἐχρήσαντο;
王对埃斯特说:“犹太人在苏萨城里杀死了五百个男人;那么,在周围的地区,你认为他们又会如何处置呢?
τί οὖν ἀξιοῖς ἔτι καὶ ἔσται σοι;
如今你还有什么要求? 这也必成全在你身上。
§9.13καὶ εἶπεν Ἐσθὴρ τῷ βασιλεῖ Δοθήτω τοῖς Ἰουδαίοις χρῆσθαι ὡσαύτως τὴν αὕριον, ὥστε τοὺς δέκα υἱοὺς κρεμάσαι Ἀμάν.
” 埃斯特对王说:“求王允许犹太人明日也照样行事,并将哈曼的十个儿子挂在木架上。
§9.14καὶ ἐπέτρεψεν οὕτως γενέσθαι, καὶ ἐξέθηκε τοῖς Ἰουδαίοις τῆς πόλεως τά σώματα τῶν υἱῶν Ἀμὰν κρεμάσαι.
” 王便准其如此行,并将哈曼儿子的尸首交给城里的犹太人,任其悬挂。
§9.15καὶ συνήχθησαν οἱ Ἰουδαῖοι ἐν Σούσοις τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ Ἄδὰρ καὶ ἀπέκτειναν ἄνδρας τριακοσίους, καὶ οὐδὲν διήρπασαν.
苏萨的犹太人在亚达月十四日又聚集,杀死了三百个男人,但并未进行任何掠夺。
§9.16οἱ δὲ λοιποὶ τῶν Ἰουδαίων οἱ ἐν τῇ βασιλείᾳ συνήχθησαν καὶ ἑαυτοῖς ἐβοήθουν, καὶ ἀνεπαύσαντο ἀπὸ τῶν πολεμίων· ἀπώλεσαν γάρ αὐτῶν μυρίους πεντακισχιλίους τῇ τρισκαιδεκάτῃ τοῦ Ἀδάρ, καὶ οὐδὲν διήρπασαν.
王国中其余的犹太人也聚集起来,自卫自救,并从仇敌手中获得安息;因为他们在亚达月十三日杀死了他们中的一万五千人,但并未进行任何掠夺。
§9.17καὶ ἀνεπαύσαντο τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ αὐτοῦ μηνός, καὶ ἦγον αὐτὴν ἡμέραν ἀναπαύσεως μετά χαρᾶς καὶ εὐφροσύνης.
他们在同月十四日获得安息,并以那日为欢喜快乐的安息之日。
§9.18οἱ δὲ Ἰουδαῖοι οἱ ἐν Σούσοις τῇ πόλει συνήχθησαν καὶ τῇ τεσσαρεσκαιδεκάτῃ καὶ οὐκ ἀνεπαύσαντο· ἦγον δὲ καὶ τὴν πεντεκαιδεκάτην μετὰ χαρᾶς καὶ εὐφροσύνης.
而在苏萨城里的犹太人,在十三日和十四日都聚集了,没有得到安息;他们直到十五日才守为欢喜快乐的日子。
§9.19διὰ τοῦτο οὗν οἱ Ἰουδαῖοι οἱ διεσπαρμένοι ἐν πάσῃ χώρᾳ τῇ ἔξω ἄγουσιν τὴν τεσσαρεσκαιδεκάτην τοῦ Ἄδαρ ἡμέραν ἀγαθὴν μετ εὐφροσύνης, ἀποστέλλοντες μερίδας ἕκαστος τῷ πλησίον.
因此,分散在外邦各地的犹太人,都以亚达月十四日为欢喜快乐的吉日,各自向邻里赠送食物。
οἱ δὲ κατοικοῦντες ἐν ταῖς μητροπόλεσιν καὶ τὴν ε' καὶ ι' τοῦ Ἄδὰρ εὐφροσύνην ἀγαθὴν ἄγουσιν ἐξαποστέλλοντες μερίδας καὶ τοῖς πλησίον.
而居住在主要大都市的犹太人,也以亚达月十五日为快乐的吉日,向邻里分赠食物。
§9.20Ἔγραψεν δὲ Μαρδοχαῖος τοὺς λόγους τούτους εἰς βιβλίον, καὶ ἐξαπέστειλεν τοῖς Ἰουδαίοις ὅσοι ἤσαν ἐν τῇ Ἀρταξέρξου βασιλεία, τοῖς ἐγγὺς καὶ τοῖς μακράν, §9.21στῆσαι τὰς ἡμέρας ταύτας ἀγαθάς, ἄγειν τε τὴν τεσσαρεσκαιδεκάτην καὶ τὴν πεντεκαιδεκάτην τοῦ Ἀδαρ·
末底改将这些事写在书上,寄给在亚达薛西王国内所有近处和远处的犹太人,定这些日子为吉日,并要守亚达月的十四日和十五日。
§9.22ἐν γὰρ ταύταις ταῖς ἡμέραις ἀνεπαύσαντο οἱ Ἰουδαῖοι ἀπὸ τῶν ἐχθρῶν αὐτῶν·
因为在这些日子里,犹太人从仇敌手中获得了安息;而亚达月对他们来说,是由忧伤转为喜乐、由痛苦转为吉日的月份。
καὶ τὸν μῆνα ἐν ᾧ ἐστράφη αὐτοῖς, ὃς ἦν Ἀδάρ, ἀπὸ πένθους εἰς χαρὰν καὶ ἀπὸ ὀδύνης εἰς ἀγαθὴν ἡμέραν, ἄγειν ὅλον ἀγαθὰς ἡμέρας γάμαων καὶ εὐφροσύνης, ἐξαποστέλλοντας μερίδας τοῖς φίλοις καὶ τοῖς πτωχοῖς.
因此,要将这整月守为婚宴与欢乐的吉日,向朋友和穷人分赠食物。
§9.23καὶ προσεδέξαντο οἱ Ἰουδαῖοι καθὼς ἔγραψεν αὐτοῖς ὁ Μαρδοχαῖος, §9.24πῶς Ἀμὰν Ἀμαδάθου ὁ Μακεδὼν ἐπολέμει αὐτούς, καθὼς ἔθετο ψήφισμα καὶ κλῆρον ἀφανίσαι αὐτούς, §9.25καὶ ὡς εἰσῆλθεν πρὸς τὸν βασιλέα λέγων κρεμάσαι τὸν Μαρδοχαῖον· ὅσα δὲ ἐπεχείρησεν ἐπάξαι ἐπὶ τοὺς Ἰουδαίους κακά ἐπʼ αὐτὸν ἐγένοντο, καὶ ἐκρεμάσθη αὐτὸς καὶ τὰ τέκνα αὐτοῦ.
犹太人便照着末底改写给他们的信,接纳了这些事,记述了马其顿人哈米达他之子哈曼如何与他们争战,并如何设下法令、拈阄要灭绝他们,以及他如何进到王面前,要求将末底改挂起来;而他企图加在犹太人身上的所有恶事都临到了他自己,他和他儿子们都被挂在了木架上。
§9.26διὰ τοῦτο ἐπεκλήθησαν αἱ ἡμέραι αὗται Φρουραὶ διὰ τοὺς κλήρους, ὅτι τῇ διαλέκτῳ αὐτῶν καλοῦνται Φρουραί, διὰ τοὺς λόγους τῆς ἐπιστολῆς ταύτης, καὶ ὅσα πεπόνθασιν διὰ ταῦτα καὶ ὅσα αὐτοῖς ἐγένετο §9.27καὶ ἔστησεν· καὶ προσεδέχοντο οἱ Ἰουδαῖι ἐφʼ ἑαυτοῖς καὶ ἐπὶ τῷ σπέρματι αὐτῶν καὶ ἐπὶ τοῖς προστεθειμένοις ἐπʼ αὐτῶν, οὐδέ μὴν ἄλλως χρήσονται.
因此,因着拈阄的故,这些日子被称为“普珥(夫鲁莱)”,因为在他们的方言中拈阄被称为“夫鲁莱”;又因着这信上的话,以及他们为此所经历、所遭遇的一切,并且确立了它;犹太人也为自己、子孙以及所有归附他们的人接纳了这事,决不再废弃。
αἱ δὲ ἡμέραι αὗται μνημόσυνον ἐπιτελούμενον κατὰ γενεὰν καὶ γενεὰν καὶ πόλιν καὶ πατριάν καὶ χώραν.
这些日子是在代代相传、各城各族各省中守的纪念日。
§9.28αἰ δὲ ἡμέραι αὗται τῶν Φρουραὶ ἀχθήσονται εἰς τὸν ἃπαντα χρόνον, καὶ τὸ μνημόσυνον αὐτῶν οὐ μὴ ἐκλίπῃ ἐκ τῶν γενεῶν.
这些“普珥(夫鲁莱)”的日子必永远被遵守,其纪念在他们子孙中也必不绝灭。
§9.29καὶ ἔγραψεν Ἐσθῆρ ἡ βασίλισσα θυγάτηρ Ἀμιναδὰβ καὶ Μαρδοχαῖος ὁ Ἰουδαῖος ὅσα ἐποίησαν τό τε στερέωμα τῆς ἐπιστολῆς τῶν Φρουραί.
阿米纳达之女埃斯特王后与犹太人末底改写下了他们所行的一切,以及对这封“普珥(夫鲁莱)”信件的确立。
§9.30καὶ Μαρδοχαῖος καὶ Ἐσθὴρ ἡ βασίλισσα ἔστησαν ἑαυτοῖς καθʼ ἑαυτῶν, καὶ τότε στήσαντες κατὰ τῆς ὑγιείας ἑαυτῶν καὶ τὴν βουλὴν αὐτῶν.
末底改与埃斯特王后为他们自己和子孙确立了这事,当时也是为了他们自身的平安和他们的计划而确立的。
§9.31καὶ Ἐσθὴρ λόγῳ ἔστησεν εἰς τὸν αἰῶνα, καὶ ἐγράφη εἰς μνημόσυνον.
埃斯特以话语确立此言直到永远,并记录在册作为纪念。

词汇与语法注释

  1. §9.10καὶ διήρπασαν — 希腊语原文为肯定形式“并且他们进行了掠夺”,这与§9.15和§9.16中“他们未进行任何掠夺(kai ouden diērpassan)”的描述相矛盾。这可能是由于对希伯来语“他们没有动手掠夺”的误译,或是由于抄本中否定词“ouk”的脱落所致。
  2. §9.26Φρουραὶ — 希伯来语的“普珥(Purim,意为‘阄’的复数形式)”在希腊语翻译中被音译为“夫鲁莱(Phrurai)”。
  3. §9.30καὶ τότε στήσαντες — 这是一个极其破格的语法结构,包含了一个缺少主动词的分词短语(stēsantes)。这可能是受到了前一节限定动词“estēsan”的影响,或者是对希伯来语独立分词的一种不自然的直译。

引用这一段

七十士译本, 雅斯帖记 §9.1-9.31. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0527.tlg019.humanitext-grc1:9.1-9.31

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。