Humanitext Reader

七十士译本 · 雅斯帖记 §8.8a-8.17

解救犹太人的王室诏书与末底改获荣

第 12 段,共 14 段 · 希腊语

内容简介

阿尔塔克西克西斯王颁布了揭露哈曼阴谋、为犹太人辩护的新诏书,准许犹太人自卫并反击仇敌。末底改因此获得极大尊荣,犹太人中也迎来了光明与喜乐。

§8.8aκαὶ προσέχειν εἰς τὰ μετὰ ταῦτα, εἰς τὸ τὴν βασιλείαν ἀτάραχον τοῖς πᾶσιν ἀνθρώποις μετʼ εἰρήνης παρεξόμεθα, §8.9aχρώμενοι ταῖς μεταβολαῖς, τὰ δὲ ὑπὸ τὴν ὄψιν ἐρχόμενα διακρίνοντες ἀεὶ μετʼ ἐπιεικεστέρας ἀπαντήσεως.
并且留意将来,使我们的国度在和平之中对所有人保持安宁,应对局势的变化,并始终以更宽容的态度来评判摆在我们眼前的事物。
§8.10aὡς γὰρ Ἀμὰν Ἀμαδάθου Μακεδὼν ταῖς ἀληθείαις ἀλλότριος τοῦ τῶν Περκῶν αἵματος καὶ πολὺ διεστηκὼς τῆς ἡμετέρας χρηστότητος, ἐπιξενωθεὶς ἡμῖν §8.11aἔτυχεν ἧς ἔχομεν πρὸς πᾶν ἔθνος φιλανθρωπίας ἐπὶ τοσοῦτον ὥστε ἀναγορεύεσθαι ἡμῶν πατέρα καὶ προσκυνούμενον ὑπὸ πάντων τὸ δεύτερον τοῦ βασιλικοῦ θρόνου πρόσωπον διατελεῖν·
因为哈米达他之子哈曼,本是个马其顿人,确实不属于波斯人的血统,且与我们的仁慈相去甚远,他作为客旅被我们接待,竟获得了我们对每一个民族所怀有的厚爱,以至于被公开宣布为我们的父,并作为仅次于王座的第二人,受到众人的俯伏下拜。
§8.12aοὐκ ἐνέγκας δὲ τὴν ὑπερηφονίαν ἐπετήδευσεν τῆς ἀρχῆς στερῆσαι ἡμᾶς καὶ τοῦ πνεύματος, §8.13aτόν τε ἡμέτερον σαωτῆρα καὶ διὰ παντὸς εὐεργέτην Μαρδοχαῖον καὶ τὴν ἄμεμπτον τῆς βασιλείας κοινωνὸν Ἐσθὴρ σὺν παντὶ τῷ τούτων ἔθνει πολυπλόκοις μεθόδων παραλογισμοῖς αἰτησάμενος εἰς ἀπωλίαν·
但他无法承受这种骄傲,企图剥夺我们的王权和生命,通过错综复杂的诡计,要求将我们的救星和终身恩人末底改,以及无可指责的王国共同者埃斯特,连同他们的整个民族一起灭绝。
§8.14aδιὰ γὰρ τῶν τρόπων τούτων ᾠἡθη λαβὼν ἡμᾶς ἐρήμους τὴν τῶν Περσῶν ἐπικράτησιν εἰς τοὺς Μακεδόνας μετάξαι.
因为他以为通过这些手段,可以趁我们孤立无援之时,将波斯人的统治权转移给马其顿人。
§8.15aἡμεῖς δὲ τοὺς ὑπὸ τοῦ τρισαλιτηρίου παραδεδομένους εἰς ἀφανισμὸν Ἰουδαίους εὺρίσκομεν οὐ κακούργους ὄντας, δικαιοτάτοις δὲ πολιτευομένους νόμοις, §8.16aὄντας δὲ υἱοὺς τοῦ ὑψίστου μεγίστου ζῶντος θεοῦ τοῦ κατευθύνοντος ἡμῖν τε καὶ τοῖς προγόνοις ἡμῶν τὴν βασιλείαν ἐν τῆ καλλίστῃ διαθέσει.
然而,我们发现那些被这个恶贯满盈之人交付灭绝的犹太人并不是恶徒,而是遵循着极正义的法律生活,他们是至高、至大、永生上帝的儿女,正是这位上帝为我们和我们的祖先,将国家引领在最美好的秩序之中。
§8.17aκαλῶς οὖν ποιήσετε μὴ προσχρησάμενοι τοῖς ὑπὸ Ἀμὰν Ἀμαδάθου ἀποσταλεῖσι γράμμασιν,
因此,你们若不使用哈米达他之子哈曼所发出的信件,就是作了妥善的决定。
§8.18aδιὰ τὸ αὐτὸν τὸν ταῦτα ἐξεργασάμενον πρὸς ταῖς Σούσων πύλαις ἐσταυρῶσθαι σὺν τῇ πανοικίᾳ, τὴν καταξίαν τοῦ τὰ πάντα ἐπικρατοῦντος θεοῦ διὰ τάχους ἀποδόντος αὐτῷ κρίσιν·
因为那策划此事的人自己,已与他全家一同在苏萨城门前被钉在木架上,因为那统治万有的上帝迅速地向他施加了应得的审判。
§8.19aτὸ δὲ ἀντίγραφον τῆς ἐπιστολῆς ταύτης ἐκθέντες ἐν παντὶ τόπῳ μετὰ παρρησίας, ἐᾷν τοὺς Ἰουδαίους χρῆσθαι τοῖς ἑαυτῶν νομίμοις, §8.20aκαὶ συνεπισχύειν αὐτοῖς ὅπως τοὺς ἐν καιρῷ θλίψεως ἐπιθεμένους αὐτοῖς ἀμύνωνται τῇ τρισκαιδεκἀτῃ τοῦ δωδεκάτου μηνὸς Αδὰρ τῇ αὐτῇ ἡμέρᾳ·
你们当在各地公开张贴这封信的抄本,允许犹太人遵循他们自己的律例,并协助他们,使他们能在十二月,即亚达月的十三日,在这同一天,对那些在他们遭遇难关时发动袭击的敌人进行自卫。
§8.21aταύτην γὰρ ὁ πάντα δυναστεύων θεὸς ἀντʼ ὀλεθρίας τοῦ ἐκλεκτοῦ γένους ἐποίησεν αὐτοῖς εὐφροσύνην.
因为那统治万有的上帝,已为选民将这一天由毁灭之日转为欢乐之日。
§8.22aκαὶ ὑμεῖς οὖν ἐν ταῖς ἐπωνύμοις ὑμῶν ἑορταῖς ἐπί σημον ἡμέραν μετὰ πάσης εὐωχίας ἄγετε, §8.23aὅπως καὶ νῦν καὶ μετὰ ταῦτα σωτηρία ἡμῖν καὶ τοῖς εὐνοοῦσιν Πέρσαις, τοῖς δὲ ἡμῖν ἐπιβουλεύουσιν μνημόσυνον τῆς ἀπωλείας.
因此,你们也要在你们冠名的节日中,以极大的宴乐来度过这具有纪念意义的一天,使这在如今和将来对我们和忠于波斯的人成为拯救,而对那些向我们施展阴谋的人成为灭绝的纪念。
§8.24aπᾶσα δὲ πόλις ἢ χώρα τὸ σύνολον ἥτις κατὰ ταῦτα μὴ ποιήσῃ δόρατι καὶ πυρὶ καταναλωθήσεται μετʼ ὀργῆς· οὐ μόνον ἀνθρώποις ἄβατος, ἀλλὰ καὶ θηρίοις καὶ πετεινοῖς εἰς τὸν ἀπαντα χρόνον ἔχθιστος κατασταθήσεται.
任何城市或地区若不照此行事,必在愤怒中被枪矛与烈火彻底毁灭;那地不仅会成为人迹罕至之地,而且对野兽和飞鸟来说也将永远成为最可憎的地方。
§8.13τὰ δὲ ἀντίγραφα ἐκτιθέσθωσαν ὀφθαλμοφανῶς ἐν πάσῃ τῇ βασιλεία, ἑτοίμους τε εἶναι πάντας τοὺς Ἰουδαίους εἰς ταύτην τὴν ἡμέραν πολεμῆσαι αὐτῶν τοὺς ὑπεναντίους.
这些抄本应在全国上下公开放映,使所有犹太人准备好在那一天与他们的仇敌作战。
§8.14Οἱ μἐν οὖν ἱππεῖς ἐξνῆλθον σπεύδοντες τὰ ὑπὸ τοῦ βασιλέως λεγόμενα ἐπιτελεῖν· ἐξετέθη δὲ τὸ πρόσταγμα καὶ ἐν Σούσοις.
于是,骑兵们急忙出发去执行王所吩咐的命令;这道命令在苏萨也公布了。
§8.15ὁ δὲ Μαρδοχαῖος ἐξῆλθεν ἐστολισμένος τὴν βασιλικὴν στολὴν καὶ στέφανον ἔχων χρυσοῦν καὶ διάδημα βύσσινον πορφυροῦν· ἰδόντες δὲ οἱ ἐν Σούσοις ἐχάρη· σαν.
末底改身穿朝服,头戴金冠,裹着细麻和紫色头巾出来;苏萨城里的人看见他就都欢呼。
§8.16τοῖς δὲ Ἰουδαίοις ἐγένετο φῶς καὶ εὐφροσύνη
犹太人得到了光明与欢乐。
§8.17κατὰ πόλιν καὶ χὤραν οὗ ἂν ἐξετέθη τὸ πρόσταγμα, οὗ ἂν ἐξετέθη τὸ ἔκθεμα· χαρὰ καὶ εὐφροσύνη τοῖς Ἰουδαίοις, κώθων καὶ εὐφροσύνη·
在每一个城市和地方,凡是命令和告示发布之处,犹太人都欢喜快乐,设宴庆贺。
καὶ πολλοὶ τῶν ἐθνῶν περιετέμοντο καὶ ἰουδάιζον διὰ τὸν φόβον τῶν Ἰουδαίων.
外邦人中,有许多人因惧怕犹太人而受了割礼,成了犹太人。

词汇与语法注释

  1. 8.8aπροσέχειν — 解释为具有命令语气的不定式(命令性不定式),承接前文或独立表达命令。
  2. 8.11aἧς ἔχομεν πρὸς πᾶν ἔθνος φιλανθρωπίας — 关系代词的同化(吸引)构词,本应作 ἔχομεν 宾语的关系代词 ἥν(宾格)被先行词 φιλανθρωπίας 的属格所吸引,变成了属格 ἧς。
  3. 8.13aαἰτησάμενος — 与主语(哈曼)一致的分词,带宾格宾语(Μαρδοχαῖον... καὶ... Ἐσθὴρ σὺν παντὶ τῷ τούτων ἔ吞),意为“通过请求”或“请求了”。
  4. 8.14aλαβὼν ἡμᾶς ἐρήμους — 形容词 ἐρήμους 作 ἡμᾶς(我们)的宾语补足语(谓语性形容词),意为“趁我们处于孤立无援的状态下捕捉”。
  5. 8.19aἐᾷν — 与 §8.20a 中的 συνεπισχύειν 类似,此不定式在官方诏书中起到了表达命令的作用。

引用这一段

七十士译本, 雅斯帖记 §8.8a-8.17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0527.tlg019.humanitext-grc1:8.8a-8.17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。