§2.1Καὶ μετὰ τοὺς λόγους τούτους ἐκόπασεν ὁ βασιλεὺς τοῦ θυμοῦ, καὶ οὐκέτι ἐμνήσθη τῆς Ἀστίν, μνημονεύων οἷα ἐλάλησεν καὶ ὡς κατέκρινεν αὐτήν.
これらの出来事の後、王の怒りは静まり、彼女が語ったことと自分が彼女をどのように罰したかを思い起こしつつも、もはやアスティンのことを心に留めなかった。
§2.2καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως Ζητηθήτω τῷ βασιλεῖ κοράσια ἄφθορα καλὰ τῷ εἴδει·
すると王に仕える者たちが言った。 「王のために、容姿の美しい汚れのない乙女たちが捜し求められますように。
§2.3καὶ καταστήσει ὁ βασιλεὺς κωμάρχας ἐν πάσαις ταῖς χώραις τῆς βασιλείας αὐτοῦ, καὶ ἐπιλεξάτωσαν κοράσια παρθενικὰ καλὰ τῷ εἴδει εἰς Σουσὰν τὴν πόλιν εἰς τὸν γυναικῶνα, καὶ παραδοθήτωσαν τῷ εὐνούχῳ τοῦ βασιλέως τῷ φύλακι τῶν γυναικῶν, καὶ δοθήτω σμῆγμα καὶ ἡ λοιπὴ ἐπιμέλεια
そして王がその王国のすべての州に地方官を任命し、彼らが容姿の美しい若い処女たちをスサの都の後宮へと選び集め、女たちの番人である王の宦官に引き渡しますように。 そして、彼女たちに化粧品とその他の必要な世話が与えられますように。
§2.4καὶ ἡ γυνὴ ἣ ἂν ἀρέσῃ τῷ βασιλεῖ βασιλεύσει ἀντὶ Ἀστιν.
そして、王の心にかなう女性が、アスティンに代わって王妃となるのです。
καὶ ἤρεσεν τῷ βασιλεῖ τὸ πρόσταγμα, καὶ ἐποίησεν οὕτως.
」この提案は王の心にかない、王はその通りに実行した。
§2.5Καὶ ἄνθρωπος ἦν Ἰουδαῖος ἐν Σούσοις τῇ πόλει, καὶ ὄνομα αὐτῷ Μαρδοχαῖος ὁ τοῦ Ἰαείρου τοῦ Σεμεείου τοῦ Κεισαίου ἐκ φυλῆς Βενιαμείν,
さて、スサの都に一人のユダヤ人がいた。 その名はモルデカイといい、ベニヤミン部族の者で、キサイの孫、セメイの曾孫、ヤイルの子であった。
§2.6ὃς ἦν αἰχμάλωτος ἐξ Ἰερουσαλὴμ ἣν ᾐχμαλώτευσεν Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος.
彼は、バビロンの王ネブカドネザルが捕囚としたエルサレムからの捕囚の一人であった。
§2.7καὶ ἦν τούτῳ παῖς θρεπτή, θυγάτηρ Ἀμειναδὰβ ἀδελφοῦ πατρὸς αὐτοῦ, καὶ ὄνομα αὐτῇ Ἐσθήρ·
彼には養っている娘がいた。 それは彼の叔父アミナダブの娘で、名をエステルといった。
ἐν δὲ τῷ μεταλλάξαι αὐτῆς τοὺς γονεῖς ἐπαίδευσεν αὐτὴν ἑαυτῷ εἰς γυναῖκα·
彼女の両親が亡くなったとき、彼は彼女を自分の妻とするために引き取って育てた。
καὶ ἦν τὸ κοράσιον καλὸν τῷ εἴδει.
その乙女は容姿が美しかった。
§2.8καὶ ὅτε ἠκούσθη τὸ τοῦ βασιλέως πρόσταγμα, συνήχθησαν κοράσια πολλὰ εἰς Σουσὰν τὴν πόλιν ὑπὸ χεῖρα Γαί, καὶ ἤχθη Ἐσθὴρ πρὸς Γαὶ τὸν φύλακα τῶν γυναικῶν.
王の命令が布告されると、多くの乙女たちがガイの管理のもとにスサの都に集められ、エステルもまた、女たちの番人であるガイのもとに連れて行かれた。
§2.9καὶ ἤρεσεν αὐτῷ τὸ κοράσιον, καὶ εὗρεν χάριν ἐνώπιον αὐτοῦ·
その乙女は彼の心に留まり、彼の前で好意を得た。
καὶ ἔσπευσεν αὐτῇ δοῦναι τὸ σμῆγμα καὶ τὴν μερίδα καὶ τὰ ἑπτὰ κοράσια τὰ ἀποδεδιγμένα αὐτῇ ἐκ βασιλικοῦ, καὶ ἐχρήσατο αὐτῇ καλῶς καὶ ταῖς ἅβραις αὐτῆς ἐν τῷ γυναικῶνι·
そこで彼は急いで彼女に化粧品と食事の分け前、そして宮廷から彼女のために選ばれた七人の侍女たちを与え、後宮において彼女と彼女の侍女たちを厚遇した。
§2.10καὶ οὐχ ὑπέδειξεν ἑσθὴρ τὸ γένος αὐτῆς οὐδὲ τὴν πατρίδα·
エステルは自分の素性も生まれ故郷も明かさなかった。
ὁ γὰρ Μαρδοχαῖος ἐνετείλατο αὐτῇ μὴ ἀπαγγεῖλαι.
モルデカイが彼女にそれを告げないよう命じていたからである。
§2.11καθʼ ἑκάστην δὲ ἡμέραν ὁ Μαρδοχαῖος περιεπάτει κατὰ τὴν αὐλὴν τὴν γυναικείαν, ἐπισκοπῶν τί Ἐσθὴρ συμβήσεται.
モルデカイは毎日、後宮の庭の前を歩き回り、エステルに何が起こるか、どのように過ごしているかを見守っていた。
§2.12οὗτος δὲ ἦν καιρὸς κορασίου εἰσελθεῖν πρὸς τὸν βασιλέα, ὅταν ἀναπληρώσῃ μῆνας ιβ΄·
乙女が王のもとに召される時期は、十二ヶ月の期間を満たしたときであった。
οὕτως γὰρ ἀναπληροῦνται αἱ ἡμέραι τῆς θεραπείας.
美を整える期間は次のように満たされたからである。
μῆνας ἓξ ἀλιφόμεναι ἐν σμυρνίνῳ ἐλαίῳ, καὶ μῆνας ἓξ ἐν τοῖς ἀρώμασιν καὶ ἐν τοῖς σμήγμασιν τῶν γυναικῶν,
すなわち、六ヶ月は没薬の油を塗り、さらに六ヶ月は香料や女たちの化粧品を用いて整えるのである。
§2.13καὶ τότε εἰσπορεύεται πρὸς τὸν βασιλέα·
そしてその時、彼女は王のもとへ入って行く。
καὶ ᾧ ἐὰν εἴπῃ, παραδώσει αὐτὴν συνεισέρχεσθαι αὐτῷ ἀπὸ τοῦ γυναικῶνος ἕως τῶν βασιλείων.
彼女が求めるものは何であれ、後宮から王宮へと一緒に持って行くために彼女に与えられた。
§2.14δείλης εἰσπορεύεται, καὶ πρὸς ἡμέραν ἀποτρέχει εἰς τὸν γυναικῶνα τὸν δεύτερον οὗ Γαὶ ὁ εὐνοῦχος τοῦ βασιλέως ὁ φύλαξ τῶν γυναικῶν, καὶ οὐκέτι εἰσπορεύεται πρὸς τὸν βασιλέα ἐὰν μὴ κληθῇ ὀνόματι.
夕方に入り、翌朝には、女たちの番人である王の宦官ガイが管理する第二の後宮へと戻り、名指しで召されない限り、二度と王のもとへ入ることはなかった。
§2.15ἐν δὲ τῷ ἀναπληροῦσθαι τὸν χρόνον Ἐσθὴρ τῆς θυγατρὸς Ἀμειναδὰβ ἀδελφοῦ πατρὸς Μαρδοχαίου εἰσελθεῖν πρὸς τὸν βασιλέα, οὐδὲν ἠθέτησεν ὧν ἐνετείλατο ὁ εὐνοῦχος ὁ φύλαξ τῶν γυναικῶν·
モルデカイの叔父アミナダブの娘エステルが王のもとへ入る番が来たとき、彼女は女たちの番人である宦官が勧めたもの以外には、何も求めなかった。
ἦν γὰρ Ἐσθὴρ εὑρίσκουσα χάριν παρὰ πάντων τῶν βλεπόντων αὐτήν.
エステルは、彼女を見るすべての人々から好意を得ていたからである。
§2.16καὶ εἰσῆλθεν Ἐσθὴρ πρὸς Ἀρταξέρξην τὸν βασιλέα τῷ δωδεκάτῳ μηνὶ ὅς ἐστιν Ἀδάρ, τῷ ἑβδόμῳ ἔτει τῆς βασιλείας αὐτοῦ.
王の治世第七年の第十二の月、すなわちアダルに、エステルはアルタクセルクセス王のもとへ入った。
§2.17καὶ ἠράσθη ὁ βασιλεὺς Ἐσθὴρ, καὶ εὗρεν χάριν παρὰ πάσας τὰς παρθένους, καὶ ἐπέθηκεν αὐτῇ τὸ διάδημα τὸ γυναικεῖον.
王はエステルを愛し、彼女はすべての乙女たちに勝って王の好意を得た。 そこで王は彼女の頭に王妃の冠をかぶせた。
§2.18καὶ ἐποίησεν ὁ βασιλεὺς πότον πᾶσι τοῖς φίλοις αὐτοῦ καὶ ταῖς δυνάμεσιν ἐπὶ ἡμέρας ἑπτά, καὶ ὕψωσεν τοὺς γάμους Ἐσθὴρ, καὶ ἄφεσιν ἐποίησεν τοῖς ὑπὸ τὴν βασιλείαν αὐτοῦ.
そして王は、すべての友人たちと高官たちのために七日間にわたる宴会を催し、エステルの婚礼を盛大に祝い、その帝国の臣民たちに対して免税を行った。
§2.19ὁ δὲ Μαρδοχαῖος ἐθεράπευεν ἐν τῆ αὐλῇ.
モルデカイは宮廷で仕えていた。
§2.20ἡ δὲ Ἐσθὴρ οὐχ ὑπέδειξεν τὴν πατρίδα αὐτῆς·
エステルは自分の素性を明かさなかった。
οὕτως γὰρ ἐνετείλατο αὐτῇ Μαρδοχαῖος, φοβεῖσθαι τὸν θεὸν καὶ ποιεῖν τὰ προστάγματα αὐτοῦ, καθὼς ἦν μετʼ αὐτοῦ· καὶ Ἐσθὴρ οὐ μετήλλαξεν τὴν ἀγωγὴν αὐτῆς.
モルデカイが、自分が彼女と一緒にいたときと同様に、神を恐れ、その命令に従うよう命じていたからであり、エステルは自分の生き方を変えなかったからである。
§2.21καὶ ἐλυπήθησαν οἱ δύο εὐνοῦχοι τοῦ βασιλέως οἱ ἀρχισωματοφύλακες ὅτι προήχθη Μαρδοχαῖος. καὶ ἐζήτουν ἀποκτεῖναι Ἀρταξέρξην τὸν βασιλέα.
王の二人の宦官であり近衛兵の長であった者たちが、モルデカイが重用されたことに腹を立て、アルタクセルクセス王の暗殺を企てた。
§2.22καὶ ἐδηλώθη Μαρδοχαίῳ ὁ λόγος, καὶ ἐσήμανεν Ἐσθὴρ, καὶ αὐτὴ ἐνεφάνισεν τῷ βασιλεῖ τὰ τῆς ἐπιβουλῆς.
この陰謀がモルデカイに知られ、彼はエステルに伝え、彼女自身がその陰謀を王に告げた。
§2.23ὁ δὲ βασιλεὺς ἤτασεν τοὺς δύο εὐνούχους καὶ ἐκρέμασεν αὐτούς· καὶ προσέταξεν ὁ βασιλεὺς καταχωρίσαι εἰς μνημόσυνον ἐν τῇ βασιλικῇ βιβλιοθήκῃ ὑπὲρ τῆς εὐνοίας Μαρδοχαίου ἐν ἐγκωμίῳ.
王は二人の宦官を取り調べて処刑し、モルデカイの忠義を称えて、王の宮廷日誌の記録に記念として書き記すよう命じた。