§2.1Καὶ μετὰ τοὺς λόγους τούτους ἐκόπασεν ὁ βασιλεὺς τοῦ θυμοῦ, καὶ οὐκέτι ἐμνήσθη τῆς Ἀστίν, μνημονεύων οἷα ἐλάλησεν καὶ ὡς κατέκρινεν αὐτήν.
And after these words, the king's anger abated, and he no longer remembered Astin, bearing in mind what she had said and how he had condemned her.
§2.2καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως Ζητηθήτω τῷ βασιλεῖ κοράσια ἄφθορα καλὰ τῷ εἴδει·
Then the king's servants said, "Let beautiful, undefiled young virgins be sought for the king.
§2.3καὶ καταστήσει ὁ βασιλεὺς κωμάρχας ἐν πάσαις ταῖς χώραις τῆς βασιλείας αὐτοῦ, καὶ ἐπιλεξάτωσαν κοράσια παρθενικὰ καλὰ τῷ εἴδει εἰς Σουσὰν τὴν πόλιν εἰς τὸν γυναικῶνα, καὶ παραδοθήτωσαν τῷ εὐνούχῳ τοῦ βασιλέως τῷ φύλακι τῶν γυναικῶν, καὶ δοθήτω σμῆγμα καὶ ἡ λοιπὴ ἐπιμέλεια
And let the king appoint officers in all the provinces of his kingdom, and let them select beautiful young virgins for the city of Susa, into the harem, and let them be delivered to the king's eunuch, the keeper of the women, and let cosmetics and other necessary care be given to them.
§2.4καὶ ἡ γυνὴ ἣ ἂν ἀρέσῃ τῷ βασιλεῖ βασιλεύσει ἀντὶ Ἀστιν. καὶ ἤρεσεν τῷ βασιλεῖ τὸ πρόσταγμα, καὶ ἐποίησεν οὕτως.
And let the woman who pleases the king be queen instead of Astin." And the proposal pleased the king, and he did so.
§2.5Καὶ ἄνθρωπος ἦν Ἰουδαῖος ἐν Σούσοις τῇ πόλει, καὶ ὄνομα αὐτῷ Μαρδοχαῖος ὁ τοῦ Ἰαείρου τοῦ Σεμεείου τοῦ Κεισαίου ἐκ φυλῆς Βενιαμείν, §2.6ὃς ἦν αἰχμάλωτος ἐξ Ἰερουσαλὴμ ἣν ᾐχμαλώτευσεν Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος.
Now there was a Jewish man in the city of Susa, and his name was Mordecai, the son of Jair, the son of Semeias, the son of Kiseos, of the tribe of Benjamin, who had been taken captive from Jerusalem, whom Nebuchadnezzar the king of Babylon had carried away into captivity.
§2.7καὶ ἦν τούτῳ παῖς θρεπτή, θυγάτηρ Ἀμειναδὰβ ἀδελφοῦ πατρὸς αὐτοῦ, καὶ ὄνομα αὐτῇ Ἐσθήρ· ἐν δὲ τῷ μεταλλάξαι αὐτῆς τοὺς γονεῖς ἐπαίδευσεν αὐτὴν ἑαυτῷ εἰς γυναῖκα· καὶ ἦν τὸ κοράσιον καλὸν τῷ εἴδει.
And he had a foster child, the daughter of Aminadab his father's brother, and her name was Esther; and when her parents died, he brought her up for himself to be his wife; and the young girl was beautiful in appearance.
§2.8καὶ ὅτε ἠκούσθη τὸ τοῦ βασιλέως πρόσταγμα, συνήχθησαν κοράσια πολλὰ εἰς Σουσὰν τὴν πόλιν ὑπὸ χεῖρα Γαί, καὶ ἤχθη Ἐσθὴρ πρὸς Γαὶ τὸν φύλακα τῶν γυναικῶν.
And when the king's decree was published, many young girls were gathered into the city of Susa under the hand of Gai, and Esther also was brought to Gai, the keeper of the women.
§2.9καὶ ἤρεσεν αὐτῷ τὸ κοράσιον, καὶ εὗρεν χάριν ἐνώπιον αὐτοῦ· καὶ ἔσπευσεν αὐτῇ δοῦναι τὸ σμῆγμα καὶ τὴν μερίδα καὶ τὰ ἑπτὰ κοράσια τὰ ἀποδεδιγμένα αὐτῇ ἐκ βασιλικοῦ, καὶ ἐχρήσατο αὐτῇ καλῶς καὶ ταῖς ἅβραις αὐτῆς ἐν τῷ γυναικῶνι·
And the young girl pleased him, and she found favor in his sight; so he hastened to give her cosmetics and her portion of food, along with the seven maidens appointed to her from the palace, and he treated her and her maidens well in the harem.
§2.10καὶ οὐχ ὑπέδειξεν ἑσθὴρ τὸ γένος αὐτῆς οὐδὲ τὴν πατρίδα· ὁ γὰρ Μαρδοχαῖος ἐνετείλατο αὐτῇ μὴ ἀπαγγεῖλαι.
And Esther did not reveal her kindred nor her country; for Mordecai had commanded her not to tell.
§2.11καθʼ ἑκάστην δὲ ἡμέραν ὁ Μαρδοχαῖος περιεπάτει κατὰ τὴν αὐλὴν τὴν γυναικείαν, ἐπισκοπῶν τί Ἐσθὴρ συμβήσεται.
And every day Mordecai walked before the court of the harem, to see what would happen to Esther.
§2.12οὗτος δὲ ἦν καιρὸς κορασίου εἰσελθεῖν πρὸς τὸν βασιλέα, ὅταν ἀναπληρώσῃ μῆνας ιβ΄· οὕτως γὰρ ἀναπληροῦνται αἱ ἡμέραι τῆς θεραπείας. μῆνας ἓξ ἀλιφόμεναι ἐν σμυρνίνῳ ἐλαίῳ, καὶ μῆνας ἓξ ἐν τοῖς ἀρώμασιν καὶ ἐν τοῖς σμήγμασιν τῶν γυναικῶν,
Now this was the time for a young girl to go in to the king, when she had completed twelve months; for so were the days of their preparation completed: six months being anointed with oil of myrrh, and six months with sweet odors and other cosmetics for women.
§2.13καὶ τότε εἰσπορεύεται πρὸς τὸν βασιλέα· καὶ ᾧ ἐὰν εἴπῃ, παραδώσει αὐτὴν συνεισέρχεσθαι αὐτῷ ἀπὸ τοῦ γυναικῶνος ἕως τῶν βασιλείων.
And then she would go in to the king; and whatever she requested, they would give her to take with her from the harem to the palace.
§2.14δείλης εἰσπορεύεται, καὶ πρὸς ἡμέραν ἀποτρέχει εἰς τὸν γυναικῶνα τὸν δεύτερον οὗ Γαὶ ὁ εὐνοῦχος τοῦ βασιλέως ὁ φύλαξ τῶν γυναικῶν, καὶ οὐκέτι εἰσπορεύεται πρὸς τὸν βασιλέα ἐὰν μὴ κληθῇ ὀνόματι.
In the evening she went in, and towards morning she returned to the second harem, where Gai the king's eunuch, the keeper of the women, was; and she would go in to the king no more unless she was called by name.
§2.15ἐν δὲ τῷ ἀναπληροῦσθαι τὸν χρόνον Ἐσθὴρ τῆς θυγατρὸς Ἀμειναδὰβ ἀδελφοῦ πατρὸς Μαρδοχαίου εἰσελθεῖν πρὸς τὸν βασιλέα, οὐδὲν ἠθέτησεν ὧν ἐνετείλατο ὁ εὐνοῦχος ὁ φύλαξ τῶν γυναικῶν· ἦν γὰρ Ἐσθὴρ εὑρίσκουσα χάριν παρὰ πάντων τῶν βλεπόντων αὐτήν.
And when the time was completed for Esther, the daughter of Aminadab the brother of Mordecai's father, to go in to the king, she neglected nothing of what the eunuch, the keeper of the women, had advised; for Esther found favor in the eyes of all who looked upon her.
§2.16καὶ εἰσῆλθεν Ἐσθὴρ πρὸς Ἀρταξέρξην τὸν βασιλέα τῷ δωδεκάτῳ μηνὶ ὅς ἐστιν Ἀδάρ, τῷ ἑβδόμῳ ἔτει τῆς βασιλείας αὐτοῦ.
And Esther went in to King Artaxerxes in the twelfth month, which is Adar, in the seventh year of his reign.
§2.17καὶ ἠράσθη ὁ βασιλεὺς Ἐσθὴρ, καὶ εὗρεν χάριν παρὰ πάσας τὰς παρθένους, καὶ ἐπέθηκεν αὐτῇ τὸ διάδημα τὸ γυναικεῖον.
And the king loved Esther, and she found favor beyond all the virgins, and he set the royal diadem upon her head.
§2.18καὶ ἐποίησεν ὁ βασιλεὺς πότον πᾶσι τοῖς φίλοις αὐτοῦ καὶ ταῖς δυνάμεσιν ἐπὶ ἡμέρας ἑπτά, καὶ ὕψωσεν τοὺς γάμους Ἐσθὴρ, καὶ ἄφεσιν ἐποίησεν τοῖς ὑπὸ τὴν βασιλείαν αὐτοῦ.
Then the king made a banquet for all his friends and his officers for seven days, and celebrated the marriage of Esther, and granted a release of taxes to those under his kingdom.
§2.19ὁ δὲ Μαρδοχαῖος ἐθεράπευεν ἐν τῆ αὐλῇ.
And Mordecai was serving in the court.
§2.20ἡ δὲ Ἐσθὴρ οὐχ ὑπέδειξεν τὴν πατρίδα αὐτῆς· οὕτως γὰρ ἐνετείλατο αὐτῇ Μαρδοχαῖος, φοβεῖσθαι τὸν θεὸν καὶ ποιεῖν τὰ προστάγματα αὐτοῦ, καθὼς ἦν μετʼ αὐτοῦ· καὶ Ἐσθὴρ οὐ μετήλλαξεν τὴν ἀγωγὴν αὐτῆς.
But Esther did not reveal her country; for so Mordecai had commanded her, to fear God and perform His commandments, just as when she was with him; and Esther did not change her way of life.
§2.21καὶ ἐλυπήθησαν οἱ δύο εὐνοῦχοι τοῦ βασιλέως οἱ ἀρχισωματοφύλακες ὅτι προήχθη Μαρδοχαῖος. καὶ ἐζήτουν ἀποκτεῖναι Ἀρταξέρξην τὸν βασιλέα.
And the king's two eunuchs, the chief bodyguards, were angry because Mordecai was promoted, and they sought to kill King Artaxerxes.
§2.22καὶ ἐδηλώθη Μαρδοχαίῳ ὁ λόγος, καὶ ἐσήμανεν Ἐσθὴρ, καὶ αὐτὴ ἐνεφάνισεν τῷ βασιλεῖ τὰ τῆς ἐπιβουλῆς.
And the matter became known to Mordecai, and he informed Esther, and she herself made the conspiracy known to the king.
§2.23ὁ δὲ βασιλεὺς ἤτασεν τοὺς δύο εὐνούχους καὶ ἐκρέμασεν αὐτούς· καὶ προσέταξεν ὁ βασιλεὺς καταχωρίσαι εἰς μνημόσυνον ἐν τῇ βασιλικῇ βιβλιοθήκῃ ὑπὲρ τῆς εὐνοίας Μαρδοχαίου ἐν ἐγκωμίῳ.
And the king investigated the two eunuchs and hanged them; and the king commanded to record it as a memorial in the royal library, praising the loyalty of Mordecai.