Humanitext Reader

七十人訳聖書 · エステル記 §3.1-3.15

ハマンの台頭とユダヤ人抹殺の勅令

4 / 14 箇所 · ギリシア語

要旨

ハマンがアルタクセルクセス王によって重用されるが、モルデカイが彼にひれ伏すことを拒否したため、ハマンは激怒してユダヤ人全体の抹殺を計画する。王の許可と署名を得たハマンは、アダル月十四日にユダヤ人を全滅させる勅令を帝国全土に発布する。

§3.1Μετὰ δὲ ταῦτα ἐδόξασεν ὁ βασιλεὺς Ἀρταξέρξης Ἀμὰν Ἁμαδάθου Βουγαῖον, καὶ ὕψωσεν αὐτὸν καὶ ἐπρωτοβάθρει πάντων τῶν φίλων αὐτοῦ.
これらの出来事の後、アルタクセルクセス王はハメダタの子、ブガイオス人ハマンを重用し、彼を抜擢して、すべての友人たちの上位に置いた。
§3.2καὶ πάντες οἱ ἐν τῇ αὐλῇ προσεκύνουν αὐτῷ, οὕτως γὰρ προσέταξεν ὁ βασιλεὺς ποιῆσαι·
宮廷にいるすべての者が彼にひれ伏したが、それは王がそのように命じたからであった。
ὁ δὲ Μαρδοχαῖος οὐ προσεκύνει αὐτῷ.
しかし、モルデカイは彼にひれ伏さなかった。
§3.3καὶ ἐλάλησαν οἱ ἐν τῇ αὐλῇ τοῦ βασιλέως τῷ Μαρδοχαίῳ Μαρδοχαῖε, τί παρακούεις τὰ ὑπὸ τοῦ βασιλέως λεγόμενα;
王の宮廷にいる者たちがモルデカイに言った。 「モルデカイよ、なぜあなたは王の命令に背くのか。
§3.4καθʼ ἑκάστην ἡμέραν ἐλάλουν αὐτῷ, καὶ οὐχ ὑπήκουεν αὐτῶν·
」彼らは毎日彼に語りかけたが、彼は彼らの言うことを聞き入れなかった。
καὶ ὑπέδειξαν τῷ Ἁμὰν Μαρδοχαῖον τοῖς τοῦ βασιλέως λόγοις ἀντιτασσόμενον·
そこで、モルデカイが王の言葉に背いていることをハマンに告げた。
καὶ ὑπέδειξεν αὐτοῖς ὁ Μαρδοχαῖος ὅτι Ἰουδαῖός ἐστιν.
モルデカイは自分がユダヤ人であることを彼らに明かしていたからである。
§3.5καὶ ἐπιγνοὺς Ἁμὰν ὅτι οὐ προσκυνεῖ αὐτῷ Μαρδοχαῖος, ἐθυμώθη σφόδρα,
ハマンは、モルデカイが自分にひれ伏さないことを知ると、激しく怒った。
§3.6καὶ ἐβουλεύσατο ἀφανίσαι πάντας τοὺς ὑπὸ τὴν Ἀρταξέρξου βασιλείαν Ἰουδαίους.
そして、アルタクセルクセスの支配下にあるすべてのユダヤ人を抹殺しようと企てた。
§3.7καὶ ἐποίησεν ψήφισμα ἐν ἔτει δωδεκάτῳ τῆς βασιλείας Ἀρταξέρξου, καὶ ἔβαλεν κλήρους ἡμέραν ἐξ ἡμέρας καὶ μῆνα ἐκ μηνὸς ὥστε ἀπολέσαι ἐν μιᾷ ἡμέρᾳ τὸ γένος Μαρδοχαίου, καὶ ἔπεσεν
アルタクセルクセス王の治世第十二年に、彼は布告を発し、モルデカイの民族を一日で滅ぼすために、日ごとに、また月ごとに、くじを投げた。
§3.8ὁ κλῆρος εἰς τὴν τεσσαρεσκαιδεκάτην τοῦ μηνὸς ὅς ἐστιν Ἀδάρ.
そしてくじはアダルと呼ばれる第十二の月の第十四日に当たった。
ἐλάλησεν πρὸς τὸν βασιλέα Ἀρταξέρξην λέγων Ὑπάρχει ἔθνος διεσπαρμένον ἐν τοῖς ἔθνεσιν ἐν πάσῃ τῇ βασιλείᾳ σου, οἱ δὲ νόμοι αὐτῶν ἔξαλλοι παρὰ πάντα τὰ ἔθνη, τῶν δὲ νόμων τοῦ βασιλέως παρακούουσιν, καὶ οὐ συμφέρει τῷ βασιλεῖ ἐᾶσαι αὐτούς.
そこで彼はアルタクセルクセス王にこう語った。 「あなたの王国のすべての州に、諸民族の間に散らばっているある民族がおります。 彼らの法はすべての民族と異なっており、王の法にも従いません。 彼らをそのままにしておくことは、王にとって利益とはなりません。
§3.9εἰ δοκεῖ τῷ βασιλεῖ, δογματισάτω ἀπολέσαι αὐτούς, κἀγὼ διαγράψω εἰς τὸ γαζοφυλάκιον τοῦ βασιλέως ἀργυρίου τάλαντα μύρια.
もし王の心にかなうなら、彼らを滅ぼすように勅令を出してください。 そうすれば、私は王の宝物庫に銀一万タラントンを支払います。
§3.10καὶ περιελόμενος ὁ βασιλεὺς τὸν δακτύλιον ἔδωκεν εἰς χεῖρα τῷ Ἁμάν, σφραγίσαι κατὰ τῶν γεγραμμένων κατὰ τῶν Ἰουδαίων.
」王は自分の指輪を取り外してハマンの手に渡し、ユダヤ人に対して書かれた書状に封印するようにした。
§3.11καὶ εἶπεν ὁ βασιλεὺς τῷ Ἁμάν Τὸ μέν ἀργύριον ἔχε, τῷ δὲ ἔθνει χρῶ ὡς βούλει.
そして王はハマンに言った。 「その銀はお前が持っていなさい。 その民族についても、お前の望むようにするがよい。
§3.12καὶ ἐκλήθησαν οἱ γραμματεῖς τοῦ βασιλέως μηνὶ πρώτῳ τῇ τρισκαιδεκάτῃ, καὶ ἔγραψαν ὡς ἐπέταξεν Ἁμὰν τοῖς στρατηγοῖς καὶ τοῖς ἄρχουσιν κατὰ πᾶσαν χώραν ἀπὸ Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας, ταῖς ἑκατὸν εἴκοσι ἑπτὰ χώραις, τοῖς τε ἄρχουσι τῶν ἐθνῶν κατὰ τὴν αὐτῶν λέξιν, δι᾿ Ἀρταξέρξου τοῦ βασιλέως.
」第一の月の十三日に王の書記官たちが召され、ハマンが命じた通りに、インドからエチオピアに至る百二十七の州の総督や各地の地方官、また諸民族の首長たちへ、それぞれの言語でアルタクセルクセス王の名によって書簡がしたためられた。
§3.13καὶ ἀπεστάλη διὰ βιβλιαφόρων εἰς τὴν Ἀρταξέρξου βασιλείαν, ἀφανίσαι τὸ γένος τῶν Ἰουδαίων ἐν ἡμέρᾳ μιᾷ μηνὸς δωδεκάτου, ὅς ἐστιν Ἀδάρ, καὶ διαρπάσαι τὰ ὑπάρχοντα αὐτῶν.
そして、急使によってアルタクセルクセスの王国の全土へ、第十二の月であるアダルの月の一日のうちにユダヤ人の民族をすべて根絶やしにし、その財産を強奪せよとの書状が送られた。
§3.1aΤῆς δὲ ἐπιστολῆς ἐστὶν τὸ ἀντίγραφον τόδε Βασιλεὺς μέγας Ἀρταξέρξης τοῖς ἀπὸ τῆς Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ἑκατὸν εἴκοσι ἑπτὰ χωρῶν ἄρχουσι καὶ τοπάρχαις ὑποτεταγμένοις τάδε γράφει.
その書状の写しは以下の通りである。 「偉大なる王アルタクセルクセスは、インドからエチオピアに至る百二十七の州の総督および配下の地方官たちに、次のように書き送る。
§3.2aπολλῶν ἐπάρξας ἐθνῶν καὶ πάσης ἐπικρατήσας οἰκουμένης, ἐβουλήθην, μὴ τῷ θράσει τῆς ἐξουσίας ἐπαιρόμενος ἐπιεικέστερον δὲ καὶ μετὰ ἠπιότητος ἀεὶ διεξάγων, τοὺς τῶν ὑποτεταγμένωυ ἀκυμάτους διὰ παντὸς καταστῆσαι βίους, τήν τε βασιλείαν ἥμερον καὶ πορευτὴν μέχρι περάτων παρεξόμενος ἀνανεώσασθαί τε τὴν ποθουμένην τοῖς πᾶσιν ἀνθρώποις εἰρήνην.
多くの民族を支配し、全天の下を制覇した私は、権力の傲慢に高ぶることなく、むしろ常に寛大に、かつ穏やかに治め、臣民たちの生活が常に平穏であるようにし、この王国を秩序正しく、帝国の果てまで自由に行き来できるようにし、すべての人間が熱望する平和を回復させたいと願った。
§3.3aπυθομένου δέ μου τῶν συμβούλων πῶς ἂν ἀχθείη τοῦτο ἐπὶ πέρας, σωφροσύνῃ παρʼ ἡμῖν διενέγκας καὶ ἐν τῇ εὐνοίᾳ ἀπαραλλάκτως καὶ βεβαίᾳ πίστει ἀποδεδιγμένος καὶ δεύτερον τῶν βασιλειῶν γέρας ἀπενηνεγμένος Ἁμὰν §3.4aἐπέδειξεν ἡμῖν, ἐν πάσαις ταῖς κατὰ τὴν οἰκουμένην φυλαῖς ἀναμεμίχθαι δυσμενῆ λαόν τινα, τοῖς νόμοις ἀντίθετον πρὸς πᾶν ἔθνος, τά τε τῶν βασιλέων παραπέμποντας διηνεκῶς προστάγματα, πρὸς τὸ μὴ κατατίθεσθαι τὴν ὑφʼ ἡμῶν κατευθυνομένην ἀμέμπτως συναρχίαν.
これがどのようにして完遂され得るかを私が顧問たちに諮ったところ、我々の間で優れた思慮を示し、変わらぬ親愛と確固たる忠誠を実証し、王国の第二の地位を占めるに至ったハマンが、全天の下にあるすべての部族の中に、諸民族の法に対立するある敵対的な民族が混じり合っており、彼らは王たちの命令を絶えず無視し、我々が非の打ち所なく指導している共同の統治が確立されるのを妨げていることを、我々に示した。
§3.5aδιειληφότες οὖν τόδε τὸ ἔθνος μονώτατον ἐν ἀντιπαραγωγῇ παντὶ διὰ παντὸς ἀνθρώπῳ κείμενον, διαγωγὴν νόμων ξενίζουσαν παραλλάσσον, καὶ δυσνοοῦν τοῖς ἡμετέροις πράγμασιν τὰ χείριστα συντελοῦν κακὰ καὶ πρὸς τὸ μὴ τὴν βασιλείαν εὐσταθίας τυγχάνειν· §3.6aπροστετάχαμεν οὖν τοὺς σημαινομένους ὑμῖν ἐν τοῖς γεγραμμένοις ὑπὸ Ἁμὰν τοῦ τεταγμένου ἐπὶ τῶν πραγμάτων καὶ δευτέρου πατρὸς ἡμῶν, πάντας σὺν γυναιξὶ καὶ τέκνοις ἀπολέσαι ὁλορριζεὶ ταῖς τῶν ἐχθρῶν μαχαίραις ἄνευ παντὸς οἴκτου καὶ φειδοῦς τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ δωδεκάτου μηνὸς Ἀδὰρ τοῦ ἐνεστῶτος ἔτους,
したがって、この民族が唯一、常にあらゆる人間に対立する立場をとり、相容れない異質な法に従って生活し、我々の国政に敵意を抱き、極めて重大な害悪をもたらして、この王国が安定を得ることを妨げていると判断し、我々は、国政を委ねられ、我々の第二の父であるハマンが書き送った書状の中で指し示されている者たちを全員、妻子とともに、いかなる憐れみも容赦もなく、敵の剣によって、現会計年度の第十二の月であるアダルの第十四日に根こそぎ破滅させるよう命じた。
§3.7aὅπως οἱ πάλαι καὶ νῦν δυσμενεῖς ἐν ἡμέρᾳ μιᾷ βιαίως εἰς τὸν ᾅδην κατελθόντες εἰς τὸν μετέπειτα χρόνον εὐσταθῆ καὶ ἀτάραχα παρέχωσιν ἡμῖν διὰ τέλους τὰ πρά γματα.
それは、過去から現在に至るまで敵対的な者たちが、一日のうちに力ずくで冥府へと下り、将来にわたって我々の国政が最後まで安定し、揺るぎないものとなるためである。
§3.14τὰ δὲ ἀντίγραφα τῶν ἐπιστολῶν ἐξετίθετο κατὰ χώραν· καὶ προσετάγη πᾶσι τοῖς ἔθνεσιν ἑτοίμους εἶναι εἰς τὴν ἡμέραν ταύτην.
」その書状の写しは各州で公示され、すべての民族がその日に備えるよう命じられた。
§3.15ἐσπεύδετο δὲ τὸ πρᾶγμα καὶ εἰς Σουσάν· ὁ δὲ βασιλεὺς καὶ Ἁμὰν ἐκωθωνίζοντο, ἐταράσσετο δὲ ἡ πόλις.
事が急がれてスサでも発令され、王とハマンは酒を酌み交わしていたが、都は混乱に陥った。

語釈・文法注

  1. §3.4τοῖς τοῦ βασιλέως λόγοις ἀντιτασσόμενον — 分詞 ἀντιτασσόμενον は Μαρδοχαῖον に係り、「背いている(モルデカイ)」を表す。動詞 ἀντιτάσσομαι は与格(τοῖς... λόγοις)を伴って「〜に対抗する、背く」の意。
  2. §3.7ὥστε ἀπολέσαι ἐν μιᾷ ἡμέρᾳ τὸ γένος Μαρδοχαίου, καὶ ἔπεσεν ὁ κλῆρος — ὥστε +不定詞(ἀπολέσαι)が結果・目的の節を導く。その後の καὶ ἔπεσεν...(そしてくじが当たった)は構文的には主節と並列されているが、論理的には不定詞節に続く。ヘブライ語の配意(waw-consecutive)をギリシア語の等位接続で表現した聖書独特の文体。
  3. §3.2aπαρεξόμενος ἀνανεώσασθαί τε — 未来分詞 παρεξόμενος は、主動詞 ἐβουλήθην に従属して目的(「〜をもたらすために」)を表し、接続詞 τε を伴う不定詞 ἀνανεώσασθαι(回復させること)へと繋がる。王の公式文書にふさわしい、多重の分詞(ἐπάρξας, ἐπικρατήσας, ἐπαιρόμενος, διεξάγων, καταστήσαι)が入れ子になった長大な修飾構造の一部。
  4. §3.3aπυθομένου δέ μου τῶν συμβούλων — 属格独立格の構造。μου が意味上の主語、πυθομένου が動詞、τῶν συμβούλων が動詞 πυνθάνομαι(尋ねる、諮る)の属格補語。この独立格の内部に、ハマン(Ἁμάν)を修飾する一連の完了分詞やアオリスト分詞(διενέγκας, ἀποδεδιγμένος, ἀπενηνεγμένος)を含む主格の句が挿入されている。
  5. §3.5aδιειληφότες οὖν τόδε τὸ ἔθνος... κείμενον — 完了分詞 διειληφότες(〜と判断したため)は §3.6a の主動詞 προστετάχαμεν(命じた)に係る。分詞の目的語は τόδε τὸ ἔθνος(この民族)であり、さらに κείμενον などの分詞が同民族を修飾する。非常に長い前置きを構成して論理的な理由を示している。

この箇所を引用する

七十人訳聖書, エステル記 §3.1-3.15. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0527.tlg019.humanitext-grc1:3.1-3.15

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。