Humanitext Reader

七十人訳聖書 · エステル記 §1.1-1.22

アルタクセルクセスの宴と王妃アスティンの廃位

2 / 14 箇所 · ギリシア語

要旨

アルタクセルクセス王はスサで壮大な宴会を開き、王妃アスティンにその美しさを披露するよう命じたが拒絶された。怒った王は臣下の助言に従い、王妃の地位を剥奪し、夫を敬うべきとする法令を全国に発布した。

§1.1Καὶ ἐγένετο μετὰ τοὺς λόγους τούτους ἐν ταῖς ἡμέραις Ἀρταξέρξου, οὗτος ὁ Ἀρταξέρξης ἀπὸ τῆς Ἰνδικῆς ἑκατὸν εἴκοσι ἑπτὰ χωρῶν ἐκράτησεν.
そして、これらの出来事の後、アルタクセルクセスの時代に次のようなことが起こった。 このアルタクセルクセスは、インドから百二十七の州を支配していた。
§1.2ἐν αὐταῖς ταῖς ἡμέραις ὅτε ἐθρονίσθη ὁ βασιλεὺς Ἀρταξέρξης ἐν Σούσοις τῇ πόλει, §1.3ἐν τῷ τρίτῳ ἔτει βασιλεύοντος αὐτοῦ, δοχὴν ἐποίησεν τοῖς φίλοις καὶ τοῖς λοιποῖς ἔθνεσιν καὶ τοῖς ΙΙερσῶν καὶ Μήδων ἐνδόξοις καὶ τοῖς ἄρχουσιν τῶν σατραπῶν.
まさにその日々、アルタクセルクセス王がスサの都で王座に就いていたとき、彼の治世第三年に、彼はその友人たち、他の諸民族、ペルシアとメディアの貴族たち、そしてサトラップたちの支配者たちのために、宴会を催した。
§1.4καὶ μετὰ ταῦτα μετὰ τὸ δεῖξαι αὐτοῖς τὸν πλοῦτον τῆς βασιλείας αὐτοῦ καὶ τὴν δόξαν τῆς εὐφροσύνης τοῦ πλούτου αὐτοῦ ἐν ἡμέραις ἑκατὸν ὀγδοήκοντα·
そしてこれらのことの後、百八十日間にわたって、彼の王国の富と、その富による歓楽の栄華を彼らに示した後に。
§1.5ὅτε δὲ ἀνεπληρώθησαν αἱ ἡμέραι τοῦ γάμου, ἐποίησεν ὁ βασιλεὺς πότον τοῖς ἔθνεσιν τοῖς εὑρεθεῖσιν εἰς τὴν πόλιν ἐπὶ ἡμέρας ἓξ ἐν αὐλῇ οἴκου τοῦ βασιλέως,
祝宴の日々が満ちたとき、王は、都にいた諸民族のために、王宮の庭で六日間にわたる宴会を催した。
§1.6κεκοσμημένῃ βυσσίνοις καὶ καρπασίνοις τεταμένοις ἐπὶ σχοινίοις βυσσίνοις καὶ πορφυροῖς, ἐπὶ κύβοις χρυσοῖς καὶ ἀργυροῖς, ἐπὶ στύλοις παρίνοις καὶ λιθίνοις·
そこは白い亜麻布と綿布で飾られ、それらは白い亜麻と紫の紐で、金の、また銀の台座の上に、大理石や石の柱に張られていた。
κλίναι χρυσαῖ καὶ ἀργυραῖ ἐπὶ λιθοστρώτου σμαραγδίτου λίθου καὶ πιννίνου καὶ παρίνου λίθου, καὶ στρωμναὶ διαφανεῖς ποικίλως διηνθισμέναι, κύκλῳ ῥόδα πεπασμένα·
エメラルドや真珠母貝、大理石を敷き詰めた床の上には、金や銀の寝台があり、その上には色とりどりに花で飾られた薄手の敷物があり、周囲には薔薇が撒かれていた。
§1.7ποτήρια χρυσᾶ καὶ ἀργυρᾶ, καὶ ἀνθράκινον κυλίκιον προκείμενον ἀπὸ ταλάντων τρισμυρίων·
金や銀の杯があり、また三万タラントの価値がある炭玉の杯が置かれていた。
οἶνος πολὺς καὶ ἡδύς, ὃν αὐτὸς ὁ βασιλεὺς ἔπινεν.
ワインは豊富で美味しく、王自身がそれを飲んでいた。
§1.8ὁ δὲ πότος οὗτος οὐ κατὰ προκείμενον νόμον ἐγένετο·
この飲酒は、定められた規則に従うものではなかった。
οὕτως δὲ ἠθέλησεν ὁ βασιλεύς, καὶ ἐπέταξεν τοῖς οἰκονόμοις ποιῆσαι τὸ θέλημα αὐτοῦ καὶ τῶν ἀνθρώπων.
王がそのように望み、給仕たちに、自分と人々(賓客)の意志に従って行うよう命じたからである。
§1.9καὶ Ἀστιν ἡ βασίλισσα ἐποίησε πότον ταῖς γυναιξὶν ἐν τοῖς βασιλείοις ὅπου ὁ βασιλεὺς Ἀρταξέρξης.
また、王妃アスティンも、アルタクセルクセス王の宮殿内で、女性たちのために宴会を催した。
§1.10ἐν δὲ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἡδέως γενόμενος ὁ βασιλεὺς εἶπεν τῷ Ἀμὰν καὶ Μαζὰν καὶ Φαρρὰ καὶ Βωραζὴ καὶ Ζαθολθὰ καὶ Ἀββαταζὰ καὶ Θαραβά, τοῖς ἑπτὰ εὐνούχοις τοῖς διακόνοις τοῦ βασιλέως Ἀρταξέρξου,
七日目に、王は気分が良くなり、アルタクセルクセス王に仕える七人の宦官、すなわちアマン、マザン、ファラ、ボラゼ、ザトルタ、アバタザ、タラバに命じた。
§1.11εἰσαγαγεῖν τὴν βασίλισσαν πρὸς αὐτόν, βασιλεύειν αὐτὴν καὶ περιθεῖναι αὐτῇ τὸ διάδημα καὶ δεῖξαι αὐτὴν τοῖς ἄρχουσιν καὶ τοῖς ἔθνεσιν τὸ κάλλος αὐτῆς·
王妃を自分の前に連れて来るように。 彼女を王妃として遇し、彼女に王冠をかぶせ、その美しさを首領たちや諸民族に示すためであった。
ὅτι καλὴ ἦν.
彼女は美しかったからである。
§1.12καὶ οὐκ εἰσήκουσεν αὐτοῦ Ἀστὶν ἡ βασίλισσα ἐλθεῖν μετὰ τῶν εὐνούχων. καὶ ἐλυπήθη ὁ βασιλεὺς καὶ ὠργίσθη,
しかし王妃アスティンは、宦官たちに伴われて来るようにという王の命令に聞き従わなかった。
§1.13καὶ εἶπεν τοῖς φίλοις αὐτοῦ Κατὰ ταῦτα ἐλάλησεν Ἀστιν, ποιήσατε οὖν περὶ τούτου νόμον καὶ κρίσιν.
そのため、王は深く傷つき、怒りに燃えた。 そして王は友人たちに言った。 「アスティンはこのようなことを言った。 それゆえ、このことについて法律と判決を定めよ。
§1.14καὶ προσῆλθεν αὐτῷ Ἀρκεσαῖος καὶ Σαρσαθαῖος καὶ Μαλησεὰρ οἱ ἄρχοντες Περσῶν καὶ Μήδων οἱ ἐγγὺς τοῦ βασιλέως, οἱ πρῶτοι παρακαθήμενοι τῷ βασιλεῖ,
」すると、王の近くに仕え、王の傍らに座る第一の席を占める、ペルシアとメディアの首領たちであるアルケサイオス、サルサタイオス、マレセアルが王のもとに進み出た。
§1.15καὶ ἀπήγγειλαν αὐτῷ κατὰ τοὺς νόμους ὡς δεῖ ποιῆσαι Ἀστιν τῇ βασιλίσσῃ, ὅτι οὐκ ἐποίησεν τὰ ὑπὸ τοῦ βασιλέως προσταχθέντα διὰ τῶν εὐνούχων.
彼らは法律に従って、王妃アスティンをどのように処置すべきかを王に告げた。 彼女が、宦官たちを通じて王が命じたことを実行しなかったからである。
§1.16καὶ εἶπεν ὁ Μουχαῖος πρὸς τὸν βασιλέα καὶ τοὺς ἄρχοντας Oὐ τὸν βασιλέα μόνον ἠδίκησεν Ἀστιν ἡ βασίλισσα, ἀλλὰ καὶ πάντας τοὺς ἄρχοντας καὶ τοὺς ἡγουμένους τοῦ βασιλέως.
ムカイオスは王と首領たちに言った。 「王妃アスティンは、王に対してだけではなく、王のすべての首領たちと指導者たちに対しても不義を行いました。
§1.17καὶ γὰρ διηγήσατο αὐτοῖς τὰ ῥήματα τῆς βασιλίσσης, καὶ ὡς ἀντεῖπεν τῷ βασιλεῖ. ὡς οὖν ἀντεῖπεν τῷ βασιλεῖ Ἀρταξέρξῃ,
なぜなら、王妃の言葉と、いかに王に抗ったかが女性たちに伝えられるからです。
§1.18οὕτως σήμερον αἱ τυραννίδες αἱ λοιπαὶ τῶν ἀρχόντων Περσῶν καὶ Μήδων ἀκούσασαι τὰ τῷ βασιλεῖ λεχθέντα ὑπʼ αὐτῆς τολμήσουσιν ὁμοίως ἀτιμάσαι τοὺς ἄνδρας αὐτῶν.
彼女がアルタクセルクセス王に抗ったように、今日、ペルシアとメディアの首領たちの他の妻たちも、王妃が王に言ったことを聞いて、同じように夫たちを軽んじるようになるでしょう。
§1.19εἰ οὖν δοκεῖ τῷ βασιλεῖ, προσταξάτω βασιλικὸν καὶ γραφήτω κατὰ τοὺς νόμους Μήδων καὶ Περσῶν, καὶ μὴ ἄλλως χρησάσθω, μηδὲ εἰσελθάτω ἔτι ἡ βασίλισσα πρὸς αὐτόν, καὶ τὴν βασιλείαν αὐτῆς δότω ὁ βασιλεὺς γυναικὶ κρείττονι αὐτῆς.
もし王がよろしければ、王令を発し、メディアとペルシアの法律に従ってそれを書き記し、改定されることのないようにしてください。 すなわち、王妃が二度と王の前に現れることのないようにし、王は彼女の王妃の地位を、彼女よりも優れた女性に与えてください。
§1.20καὶ ἀκουσθήτω ὁ νόμος ὁ ὑπὸ τοῦ βασιλέως ὃν ἐὰν ποιῇ ἐν τῇ βασιλείᾳ αὐτοῦ· καὶ οὕτως πᾶσαι αἱ γυναῖκες περιθήσουσιν τιμὴν τοῖς ἀνδράσιν ἑαυτῶν, ἀπὸ πτωχοῦ ἕως πλουσίου.
そうすれば、王がその王国において定める法律が広く知れ渡り、すべての妻たちが、貧しい者から富める者に至るまで、その夫に敬意を払うようになるでしょう。
§1.21καὶ ἤρεσεν ὁ λόγος τῷ βασιλε καὶ τοῖς ἄρχουσι· καὶ ἐποίησεν ὁ βασιλεὺς καθὰ ἐλάλησεν ὁ Μουχαίος,
」この提案は王と首領たちの心にかない、王はムカイオスの言った通りに実行した。
§1.22καὶ ἀπέστειλεν εἰς πᾶσαν τὴν βασιλείαν κατὰ χώραν, κατὰ τὴν λέξιν αὐτῶν, ὥστε εἶναι φόβον αὐτοῖς ἐν ταῖς οἰκίαις αὐτῶν.
そして彼は、国中のすべての州に、それぞれの言語で勅書を送り、彼らの家庭において夫に対する敬意があるようにした。

語釈・文法注

  1. 1.4μετὰ τὸ δεῖξαι — 前置詞 `μετά` が冠詞付き不定詞 `τὸ δεῖξαι`(対格)を伴って「〜した後に」という時間的先行を表す。この不定詞の意味上の主語は、文脈から王(アルタクセルクセス)である。
  2. 1.11βασιλεύειν αὐτὴν — 不定詞 `βασιλεύειν`(統治する、王妃である)の意味上の主語は対格の `αὐτήν`。王妃が王妃としての威厳や身分を公に示す、あるいは王妃として振る舞うことを表している。
  3. 1.17διηγήσατο — 三人称単数動詞。主語は省略されているが、文脈上、王妃の抗命事件や彼女が発した言葉が「女性たちに伝えられる」という客観的な噂の広まりを意味する。
  4. 1.22ὥστε εἶναι φόβον αὐτοῖς — 接続詞 `ὥστε` が不定詞 `εἶναι` を伴って結果または目的を表す。`αὐτοῖς`(与格)は家庭における夫たちを指し、「彼らに(妻からの)恐れ(敬意)がもたらされるように」という意図を示す。

この箇所を引用する

七十人訳聖書, エステル記 §1.1-1.22. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0527.tlg019.humanitext-grc1:1.1-1.22

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。