§2.1Καὶ μετὰ τοὺς λόγους τούτους ἐκόπασεν ὁ βασιλεὺς τοῦ θυμοῦ, καὶ οὐκέτι ἐμνήσθη τῆς Ἀστίν, μνημονεύων οἷα ἐλάλησεν καὶ ὡς κατέκρινεν αὐτήν.
在这些事以后,王的气消了,他不再想念阿斯丁,只回想她所说的以及他如何惩处了她。
§2.2καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως Ζητηθήτω τῷ βασιλεῖ κοράσια ἄφθορα καλὰ τῷ εἴδει·
王的臣仆说:「愿人替王寻找容貌美丽的处女。
§2.3καὶ καταστήσει ὁ βασιλεὺς κωμάρχας ἐν πάσαις ταῖς χώραις τῆς βασιλείας αὐτοῦ, καὶ ἐπιλεξάτωσαν κοράσια παρθενικὰ καλὰ τῷ εἴδει εἰς Σουσὰν τὴν πόλιν εἰς τὸν γυναικῶνα, καὶ παραδοθήτωσαν τῷ εὐνούχῳ τοῦ βασιλέως τῷ φύλακι τῶν γυναικῶν, καὶ δοθήτω σμῆγμα καὶ ἡ λοιπὴ ἐπιμέλεια
愿王在国中各省委任官员,使他们把容貌美丽的年轻处女招聚到书珊城的女院,交在掌管女子的王之太监手里,并给她们美化容貌之物和其他所需的照料。
§2.4καὶ ἡ γυνὴ ἣ ἂν ἀρέσῃ τῷ βασιλεῖ βασιλεύσει ἀντὶ Ἀστιν.
那喜悦王的女子可以立为王后,代替阿斯丁。
καὶ ἤρεσεν τῷ βασιλεῖ τὸ πρόσταγμα, καὶ ἐποίησεν οὕτως.
」王以这主意为美,就如此行了。
§2.5Καὶ ἄνθρωπος ἦν Ἰουδαῖος ἐν Σούσοις τῇ πόλει, καὶ ὄνομα αὐτῷ Μαρδοχαῖος ὁ τοῦ Ἰαείρου τοῦ Σεμεείου τοῦ Κεισαίου ἐκ φυλῆς Βενιαμείν,
在书珊城里有一个犹太人,名叫末底改,是便雅悯族人,是基士的曾孙、示每的孙子、睚珥的儿子。
§2.6ὃς ἦν αἰχμάλωτος ἐξ Ἰερουσαλὴμ ἣν ᾐχμαλώτευσεν Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος.
他是从耶路撒冷被掳去的,就是巴比伦王尼布甲尼撒所掳去的人之一。
§2.7καὶ ἦν τούτῳ παῖς θρεπτή, θυγάτηρ Ἀμειναδὰβ ἀδελφοῦ πατρὸς αὐτοῦ, καὶ ὄνομα αὐτῇ Ἐσθήρ·
他抚养着他叔叔亚米拿达的女儿,名叫以斯帖。
ἐν δὲ τῷ μεταλλάξαι αὐτῆς τοὺς γονεῖς ἐπαίδευσεν αὐτὴν ἑαυτῷ εἰς γυναῖκα·
她父母双亡后,末底改便收养她作自己的妻子。
καὶ ἦν τὸ κοράσιον καλὸν τῷ εἴδει.
这女子容貌极其美丽。
§2.8καὶ ὅτε ἠκούσθη τὸ τοῦ βασιλέως πρόσταγμα, συνήχθησαν κοράσια πολλὰ εἰς Σουσὰν τὴν πόλιν ὑπὸ χεῖρα Γαί, καὶ ἤχθη Ἐσθὴρ πρὸς Γαὶ τὸν φύλακα τῶν γυναικῶν.
王的旨意传出之后,许多女子被招聚到书珊城,交在盖的手下。 以斯帖也被带到掌管女子的盖那里。
§2.9καὶ ἤρεσεν αὐτῷ τὸ κοράσιον, καὶ εὗρεν χάριν ἐνώπιον αὐτοῦ·
这女子获得他的喜悦,在他面前蒙恩。
καὶ ἔσπευσεν αὐτῇ δοῦναι τὸ σμῆγμα καὶ τὴν μερίδα καὶ τὰ ἑπτὰ κοράσια τὰ ἀποδεδιγμένα αὐτῇ ἐκ βασιλικοῦ, καὶ ἐχρήσατο αὐτῇ καλῶς καὶ ταῖς ἅβραις αὐτῆς ἐν τῷ γυναικῶνι·
他急忙给她需用的香油和膳食,又派皇宫里选出来的七个女仆伺候她,并使她和她的女仆在女院里享受最好的待遇。
§2.10καὶ οὐχ ὑπέδειξεν ἑσθὴρ τὸ γένος αὐτῆς οὐδὲ τὴν πατρίδα· ὁ γὰρ Μαρδοχαῖος ἐνετείλατο αὐτῇ μὴ ἀπαγγεῖλαι.
以斯帖未曾将她的宗族和籍贯告诉人,因为末底改嘱咐她不可说明。
§2.11καθʼ ἑκάστην δὲ ἡμέραν ὁ Μαρδοχαῖος περιεπάτει κατὰ τὴν αὐλὴν τὴν γυναικείαν, ἐπισκοπῶν τί Ἐσθὴρ συμβήσεται.
末底改天天在女院的院前行走,要看看以斯帖平安不平安,并她会遇到什么事。
§2.12οὗτος δὲ ἦν καιρὸς κορασίου εἰσελθεῖν πρὸς τὸν βασιλέα, ὅταν ἀναπληρώσῃ μῆνας ιβ΄· οὕτως γὰρ ἀναπληροῦνται αἱ ἡμέραι τῆς θεραπείας. μῆνας ἓξ ἀλιφόμεναι ἐν σμυρνίνῳ ἐλαίῳ, καὶ μῆνας ἓξ ἐν τοῖς ἀρώμασιν καὶ ἐν τοῖς σμήγμασιν τῶν γυναικῶν,
众女子按例要先洁净身体十二个月,然后才可以挨次进去见王:六个月用没药油浸身体,六个月用香料和洁身之物。
§2.13καὶ τότε εἰσπορεύεται πρὸς τὸν βασιλέα· καὶ ᾧ ἐὰν εἴπῃ, παραδώσει αὐτὴν συνεισέρχεσθαι αὐτῷ ἀπὸ τοῦ γυναικῶνος ἕως τῶν βασιλείων.
女子进去见王是这样:凡她所要的,都会给她带去,使她从女院带到皇宫。
§2.14δείλης εἰσπορεύεται, καὶ πρὸς ἡμέραν ἀποτρέχει εἰς τὸν γυναικῶνα τὸν δεύτερον οὗ Γαὶ ὁ εὐνοῦχος τοῦ βασιλέως ὁ φύλαξ τῶν γυναικῶν, καὶ οὐκέτι εἰσπορεύεται πρὸς τὸν βασιλέα ἐὰν μὴ κληθῇ ὀνόματι.
晚上进去,次日早晨回到第二女院,交在掌管女子的王之太监盖的手下。 除非王喜爱她、按名召唤,她不再进去见王。
§2.15ἐν δὲ τῷ ἀναπληροῦσθαι τὸν χρόνον Ἐσθὴρ τῆς θυγατρὸς Ἀμειναδὰβ ἀδελφοῦ πατρὸς Μαρδοχαίου εἰσελθεῖν πρὸς τὸν βασιλέα, οὐδὲν ἠθέτησεν ὧν ἐνετείλατο ὁ εὐνοῦχος ὁ φύλαξ τῶν γυναικῶν·
末底改叔叔亚米拿达的女儿,就是末底改收养为女儿的以斯帖,按次序当进去见王的时候,除了掌管女子的太监所指定的,她别无所求。
ἦν γὰρ Ἐσθὴρ εὑρίσκουσα χάριν παρὰ πάντων τῶν βλεπόντων αὐτήν.
凡看见以斯帖的都喜悦她。
§2.16καὶ εἰσῆλθεν Ἐσθὴρ πρὸς Ἀρταξέρξην τὸν βασιλέα τῷ δωδεκάτῳ μηνὶ ὅς ἐστιν Ἀδάρ, τῷ ἑβδόμῳ ἔτει τῆς βασιλείας αὐτοῦ.
亚达薛西王治世第七年十二月,就是亚达月,以斯帖被引入宫见王。
§2.17καὶ ἠράσθη ὁ βασιλεὺς Ἐσθὴρ, καὶ εὗρεν χάριν παρὰ πάσας τὰς παρθένους, καὶ ἐπέθηκεν αὐτῇ τὸ διάδημα τὸ γυναικεῖον.
王爱以斯帖过于爱众女,她在王眼前蒙宠爱比众处女更多。 王就把王后的冠冕戴在她头上。
§2.18καὶ ἐποίησεν ὁ βασιλεὺς πότον πᾶσι τοῖς φίλοις αὐτοῦ καὶ ταῖς δυνάμεσιν ἐπὶ ἡμέρας ἑπτά, καὶ ὕψωσεν τοὺς γάμους Ἐσθὴρ, καὶ ἄφεσιν ἐποίησεν τοῖς ὑπὸ τὴν βασιλείαν αὐτοῦ.
王又为他所有的首领和臣仆设摆盛宴七天,宣告以斯帖的婚宴,并向他治下的各省宣告免税。
§2.19ὁ δὲ Μαρδοχαῖος ἐθεράπευεν ἐν τῆ αὐλῇ.
末底改则在朝门服役。
§2.20ἡ δὲ Ἐσθὴρ οὐχ ὑπέδειξεν τὴν πατρίδα αὐτῆς· οὕτως γὰρ ἐνετείλατο αὐτῇ Μαρδοχαῖος, φοβεῖσθαι τὸν θεὸν καὶ ποιεῖν τὰ προστάγματα αὐτοῦ, καθὼς ἦν μετʼ αὐτοῦ·
以斯帖仍未说明她的籍贯,因为末底改曾这样嘱咐她,要她敬畏神,遵行神的诫命,正如她与他同在时一样。
καὶ Ἐσθὴρ οὐ μετήλλαξεν τὴν ἀγωγὴν αὐτῆς.
以斯帖并没有改变她的言行方式。
§2.21καὶ ἐλυπήθησαν οἱ δύο εὐνοῦχοι τοῦ βασιλέως οἱ ἀρχισωματοφύλακες ὅτι προήχθη Μαρδοχαῖος. καὶ ἐζήτουν ἀποκτεῖναι Ἀρταξέρξην τὸν βασιλέα.
那时,王的两个太监,就是守门的侍卫长,因末底改被提升而心怀怨恨,想要下手害亚达薛西王。
§2.22καὶ ἐδηλώθη Μαρδοχαίῳ ὁ λόγος, καὶ ἐσήμανεν Ἐσθὴρ, καὶ αὐτὴ ἐνεφάνισεν τῷ βασιλεῖ τὰ τῆς ἐπιβουλῆς.
末底改知道了这事,就告诉王后以斯帖,以斯帖便将这阴谋呈报给王。
§2.23ὁ δὲ βασιλεὺς ἤτασεν τοὺς δύο εὐνούχους καὶ ἐκρέμασεν αὐτούς· καὶ προσέταξεν ὁ βασιλεὺς καταχωρίσαι εἰς μνημόσυνον ἐν τῇ βασιλικῇ βιβλιοθήκῃ ὑπὲρ τῆς εὐνοίας Μαρδοχαίου ἐν ἐγκωμίῳ.
王查问这两个太监,就把他们绞死了,并吩咐将这事记在王室的图书记载中,以颂扬末底改的忠诚。