Humanitext Reader

パウサニアス · ギリシア案内記 §9.7.1-9.7.6

カッサンドロスによるテーバイの再建とその後の衰退

372 / 465 箇所 · ギリシア語

要旨

アレクサンドロスによる破壊の後、カッサンドロスらによって再建されたテーバイの歴史を辿り、その後のスッラによる処罰と、著者の時代における著しい衰退を描写する。

§9.7.1τότε δὲ τοὺς Θηβαίους γενομένους ἀναστάτους ὑπὸ Ἀλεξάνδρου καὶ διαπεσόντας ἐς Ἀθήνας ὕστερον Κάσσανδρος ὁ Ἀντιπάτρου κατήγαγεν.
その時、アレクサンドロスによって破滅させられ、アテナイへ逃げ延びたテーバイ人たちを、のちにアンティパトロスの子カッサンドロスが帰還させた。
ἐς δὲ τῶν Θηβῶν τὸν οἰκισμὸν προθυμότατοι μὲν ἐγένοντο Ἀθηναῖοι, συνεπελάβοντο δὲ καὶ Μεσσήνιοι καὶ Ἀρκάδων οἱ Μεγάλην πόλιν ἔχοντες.
テーバイの再建においてはアテナイ人が最も熱心であったが、メッセニア人や、アルカディア人のうちメガロポリスを領有する者たちもともに援助した。
§9.7.2δοκεῖ δέ μοι τὰς Θήβας οἰκίσαι ὁ Κάσσανδρος κατὰ ἔχθος Ἀλεξάνδρου μάλιστα·
カッサンドロスがテーバイを再建したのは、主としてアレクサンドロスへの憎しみからであったと私には思われる。
ἐπεξῆλθε δὲ καὶ τὸν πάντα οἶκον Ἀλεξάνδρου φθείρων, ὃς Ὀλυμπιάδα γε παρέβαλε καταλεῦσαι τοῖς ἐπʼ αὐτὴν Μακεδόνων παρωξυσμένοις καὶ τοὺς παῖδας Ἀλεξάνδρου τόν τε ἐκ Βαρσίνης Ἡρακλέα καὶ Ἀλέξανδρον τὸν ἐκ Ῥωξάνης ἀπέκτεινεν ὑπὸ φαρμάκων.
彼はまた、アレクサンドロスの家系をすべて根絶やしにするまで追求し、オリンピアスを彼女に対して激昂していたマケドニア人たちに引き渡して石打ちに処させ、アレクサンドロスの子供たち、すなわちバルシネとの間の子ヘラクレスと、ロクサネとの間の子アレクサンドロスを毒殺した。
οὐ μὴν οὐδὲ αὐτὸς χαίρων τὸν βίον κατέστρεψεν·
とはいえ、彼自身も安らかに生涯を終えたわけではなかった。
ἐπλήσθη γὰρ ὑδέρῳ, καὶ ἀπʼ αὐτοῦ ζῶντι ἐγένοντο εὐλαί.
なぜなら、彼は水腫に罹り、それによって生存中に体に蛆がわいたからである。
§9.7.3τῶν δέ οἱ παίδων Φίλιππον μὲν τὸν πρεσβύτατον, ὡς μετʼ οὐ πολὺ παρέλαβε τὴν ἀρχήν, ἀπήγαγεν ὑπολαβοῦσα νόσος φθινώδης, Ἀντίπατρος δὲ ὁ μετʼ ἐκεῖνον Θεσσαλονίκην τὴν μητέρα ἀποκτίννυσι, Φιλίππου τε οὖσαν τοῦ Ἀμύντου καὶ Νικασιπόλιδος·
彼の子供たちのうち、最年長のフィリッポスは、支配権を引き継いでまもなく、肺結核に襲われて世を去った。 彼の次のアンティパトロスは、アミュンタスの子フィリッポスとニカシポリスの娘である母テッサロニケを殺害した。
ἀπέκτεινε δὲ Ἀλεξάνδρῳ νέμειν πλέον εὐνοίας αἰτιασάμενος.
彼は、母がアレクサンドロスに対してより多くの好意を注いでいると非難して、彼女を殺害したのである。
ὁ δὲ Ἀλέξανδρος ἦν νεώτατος τῶν Κασσάνδρου παίδων·
一方、アレクサンドロスはカッサンドロスの子供たちのうち最年少であった。
ἐπαγαγόμενος δὲ Δημήτριον τὸν Ἀντιγόνου καθεῖλε μὲν διʼ ἐκείνου καὶ ἐτιμωρήσατο τὸν ἀδελφὸν Ἀντίπατρον, ἀνεφάνη μέντοι φονέα ἐξευρηκὼς ἑαυτῷ καὶ οὐ σύμμαχον.
彼はアンティゴノスの子デメトリオスを引き入れて、彼を通じて兄アンティパトロスを失脚させ復讐したが、結局のところ、自分自身のために同盟者ではなく殺人者を呼び寄せていたことが明らかになった。
§9.7.4Κασσάνδρῳ μὲν ὅστις δὴ θεῶν τὴν δίκην ἔμελλεν ἀποδώσειν·
カッサンドロスには、神々のうちの誰かが報いを与えることになっていた。
Θηβαίοις δὲ ἐπὶ μὲν Κασσάνδρου πᾶς ὁ ἀρχαῖος περίβολος ἀνῳκίσθη, ἔδει δὲ ἄρα καὶ ὕστερον κακῶν σφᾶς μεγάλων γεύσασθαι.
一方、テーバイ人にとっては、カッサンドロスの時代に古い城壁のすべてが再建されたが、彼らはその後にも大きな災厄を味わう運命にあった。
Μιθριδάτῃ γὰρ καταστάντι ἐς τὸν πρὸς Ῥωμαίους πόλεμον προσεχώρησαν Θηβαῖοι κατʼ ἄλλο ἐμοὶ δοκεῖν οὐδέν, τοῦ δὲ Ἀθηναίων δήμου φιλίᾳ.
なぜなら、ローマ人との戦争に突入したミトリダテスに対して、テーバイ人は、私に思われるところでは他に何によるのでもなく、アテナイの民衆への友情から味方したからである。
Σύλλα δὲ ἐσβαλόντος ἐς τὴν Βοιωτίαν δεῖμα ἔσχε τοὺς Θηβαίους, καὶ ἐγνωσιμάχησάν τε αὐτίκα καὶ ἐτράποντο αὖθις ἐς τὴν Ῥωμαίων φιλίαν.
しかし、スッラがボイオティアに侵入すると、テーバイ人には恐怖が襲い、彼らは直ちに考えを改め、再びローマ人の友情へと立ち戻った。
§9.7.5Σύλλας δὲ ἐς αὐτοὺς ἐχρῆτο ὅμως τῷ θυμῷ, καὶ ἄλλα τε ἐξεῦρεν ἐπὶ λύμῃ τῶν Θηβαίων καὶ τὴν ἡμίσειαν ἀπετέμετο αὐτῶν τῆς χώρας κατὰ πρόφασιν τοιαύτην.
しかし、スッラはなおも彼らに対して怒りを表し、テーバイ人を害するために他の手段も編み出したほか、次のような口実のもとに、彼らの領土の半分を切り取った。
ἡνίκα ἤρχετο τοῦ πρὸς Μιθριδάτην πολέμου, χρημάτων ἐσπάνιζε·
彼がミトリダテスとの戦争を開始したとき、資金が不足していた。
συνέλεξεν οὖν ἔκ τε Ὀλυμπίας ἀναθήματα καὶ τὰ ἐξ Ἐπιδαύρου καὶ τὰ ἐκ Δελφῶν, ὁπόσα ὑπελίποντο οἱ Φωκεῖς·
そこで、彼はオリンピアから、またエピダウロスから、そしてデルポイから、フォキス人たちが残しておいた限りの奉納品を集めた。
§9.7.6ταῦτα μὲν δὴ διένειμε τῇ στρατιᾷ, τοῖς θεοῖς δὲ ἀντέδωκεν ἀντὶ τῶν χρημάτων γῆς τὴν ἡμίσειαν τῆς Θηβαΐδος.
これらを彼は軍勢に分配し、神々に対しては、それらの資金の代わりに、テーバイ地方の土地の半分を(補償として)与えた。
τὴν μὲν δὴ ἀφαίρετον χώραν ὕστερον Ῥωμαίων χάριτι ἀνεσώσαντο οἱ Θηβαῖοι, τὰ δὲ ἄλλα ἐς τὸ ἀσθενέστατον ἀπʼ ἐκείνου προήχθησαν·
この没収された土地を、のちにテーバイ人はローマ人の恩恵によって取り戻したが、その他の点において彼らはそれ以降、極度の衰退に陥った。
καί σφισιν ἡ μὲν κάτω πόλις πᾶσα ἔρημος ἦν ἐπʼ ἐμοῦ πλὴν τὰ ἱερά, τὴν δὲ ἀκρόπολιν οἰκοῦσι Θήβας καὶ οὐ Καδμείαν καλουμένην.
そして私の時代には、彼らにとって下方の都市は神殿を除いてすべて荒廃しており、彼らはアクロポリスに居住しているが、それは「カドメイア」ではなく「テーバイ」と呼ばれている。

語釈・文法注

  1. §9.7.2παρέβαλε καταλεῦσαι — 不定詞 καταλεῦσαι は、主動詞 παρέβαλε(引き渡した)の目的を表す。「石打ちにさせるために」引き渡した、という意。
  2. §9.7.3ἀνεφάνη μέντοι φονέα ἐξευρηκὼς — 動詞 ἀνεφάνη(ἀναφαίνω の受動相直説法過去)が完了分詞 ἐξευρηκὼς を伴い、「(彼は)〜したことが判明した」という述語的関係を示す。
  3. §9.7.4ἐμοὶ δοκεῖν — 独立不定詞(絶対不定詞)の用法で、「私に思われるところでは」「私の見解では」と文全体を修飾する。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §9.7.1-9.7.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:9.7.1-9.7.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。