§9.7.1τότε δὲ τοὺς Θηβαίους γενομένους ἀναστάτους ὑπὸ Ἀλεξάνδρου καὶ διαπεσόντας ἐς Ἀθήνας ὕστερον Κάσσανδρος ὁ Ἀντιπάτρου κατήγαγεν.
At that time, the Thebans, having been driven from their homes by Alexander and having fled to Athens, were later restored by Cassander, the son of Antipater.
ἐς δὲ τῶν Θηβῶν τὸν οἰκισμὸν προθυμότατοι μὲν ἐγένοντο Ἀθηναῖοι, συνεπελάβοντο δὲ καὶ Μεσσήνιοι καὶ Ἀρκάδων οἱ Μεγάλην πόλιν ἔχοντες.
In the rebuilding of Thebes, the Athenians showed themselves the most zealous, but the Messenians also took part in the assistance, as did those of the Arcadians who held Megalopolis.
§9.7.2δοκεῖ δέ μοι τὰς Θήβας οἰκίσαι ὁ Κάσσανδρος κατὰ ἔχθος Ἀλεξάνδρου μάλιστα· ἐπεξῆλθε δὲ καὶ τὸν πάντα οἶκον Ἀλεξάνδρου φθείρων, ὃς Ὀλυμπιάδα γε παρέβαλε καταλεῦσαι τοῖς ἐπʼ αὐτὴν Μακεδόνων παρωξυσμένοις καὶ τοὺς παῖδας Ἀλεξάνδρου τόν τε ἐκ Βαρσίνης Ἡρακλέα καὶ Ἀλέξανδρον τὸν ἐκ Ῥωξάνης ἀπέκτεινεν ὑπὸ φαρμάκων.
It seems to me that Cassander rebuilt Thebes chiefly out of hatred for Alexander; for he also went so far as to destroy the entire house of Alexander, delivering Olympias to be stoned to death by the Macedonians who were exasperated against her, and killing the children of Alexander, both Heracles, his son by Barsine, and Alexander, his son by Roxane, by means of poison.
οὐ μὴν οὐδὲ αὐτὸς χαίρων τὸν βίον κατέστρεψεν· ἐπλήσθη γὰρ ὑδέρῳ, καὶ ἀπʼ αὐτοῦ ζῶντι ἐγένοντο εὐλαί.
Nevertheless, he himself did not end his life happily either; for he was filled with dropsy, and from this, worms bred in him while he was still alive.
§9.7.3τῶν δέ οἱ παίδων Φίλιππον μὲν τὸν πρεσβύτατον, ὡς μετʼ οὐ πολὺ παρέλαβε τὴν ἀρχήν, ἀπήγαγεν ὑπολαβοῦσα νόσος φθινώδης, Ἀντίπατρος δὲ ὁ μετʼ ἐκεῖνον Θεσσαλονίκην τὴν μητέρα ἀποκτίννυσι, Φιλίππου τε οὖσαν τοῦ Ἀμύντου καὶ Νικασιπόλιδος· ἀπέκτεινε δὲ Ἀλεξάνδρῳ νέμειν πλέον εὐνοίας αἰτιασάμενος.
Of his children, Philip, the eldest, not long after taking over the rule, was carried off by a wasting disease; but Antipater, the next after him, put to death his mother Thessalonice, who was the daughter of Philip the son of Amyntas and of Nicasipolis, killing her on the charge that she showed greater affection for Alexander.
ὁ δὲ Ἀλέξανδρος ἦν νεώτατος τῶν Κασσάνδρου παίδων· ἐπαγαγόμενος δὲ Δημήτριον τὸν Ἀντιγόνου καθεῖλε μὲν διʼ ἐκείνου καὶ ἐτιμωρήσατο τὸν ἀδελφὸν Ἀντίπατρον, ἀνεφάνη μέντοι φονέα ἐξευρηκὼς ἑαυτῷ καὶ οὐ σύμμαχον.
Now Alexander was the youngest of the children of Cassander; having brought in Demetrius the son of Antigonus, he deposed and punished his brother Antipater through him, but was revealed to have found for himself a murderer and not an ally.
§9.7.4Κασσάνδρῳ μὲν ὅστις δὴ θεῶν τὴν δίκην ἔμελλεν ἀποδώσειν· Θηβαίοις δὲ ἐπὶ μὲν Κασσάνδρου πᾶς ὁ ἀρχαῖος περίβολος ἀνῳκίσθη, ἔδει δὲ ἄρα καὶ ὕστερον κακῶν σφᾶς μεγάλων γεύσασθαι.
Cassander, then, was destined to pay the penalty to whichever of the gods it might be; but for the Thebans, though their whole ancient circuit wall was rebuilt under Cassander, they were destined after all to taste great evils later.
Μιθριδάτῃ γὰρ καταστάντι ἐς τὸν πρὸς Ῥωμαίους πόλεμον προσεχώρησαν Θηβαῖοι κατʼ ἄλλο ἐμοὶ δοκεῖν οὐδέν, τοῦ δὲ Ἀθηναίων δήμου φιλίᾳ.
For when Mithridates entered into the war against the Romans, the Thebans joined him, for no other reason, in my opinion, than their friendship for the Athenian people.
Σύλλα δὲ ἐσβαλόντος ἐς τὴν Βοιωτίαν δεῖμα ἔσχε τοὺς Θηβαίους, καὶ ἐγνωσιμάχησάν τε αὐτίκα καὶ ἐτράποντο αὖθις ἐς τὴν Ῥωμαίων φιλίαν.
But when Sulla invaded Boeotia, fear seized the Thebans, and they immediately changed their minds and turned back again to the friendship of the Romans.
§9.7.5Σύλλας δὲ ἐς αὐτοὺς ἐχρῆτο ὅμως τῷ θυμῷ, καὶ ἄλλα τε ἐξεῦρεν ἐπὶ λύμῃ τῶν Θηβαίων καὶ τὴν ἡμίσειαν ἀπετέμετο αὐτῶν τῆς χώρας κατὰ πρόφασιν τοιαύτην.
Sulla, however, still directed his anger against them, and devised other measures for the ruin of the Thebans, and cut off half of their territory on the following pretext.
ἡνίκα ἤρχετο τοῦ πρὸς Μιθριδάτην πολέμου, χρημάτων ἐσπάνιζε· συνέλεξεν οὖν ἔκ τε Ὀλυμπίας ἀναθήματα καὶ τὰ ἐξ Ἐπιδαύρου καὶ τὰ ἐκ Δελφῶν, ὁπόσα ὑπελίποντο οἱ Φωκεῖς·
When he was beginning the war against Mithridates, he was in lack of money; he therefore collected the votive offerings from Olympia, those from Epidaurus, and those from Delphi, as many as the Phocians had left behind.
§9.7.6ταῦτα μὲν δὴ διένειμε τῇ στρατιᾷ, τοῖς θεοῖς δὲ ἀντέδωκεν ἀντὶ τῶν χρημάτων γῆς τὴν ἡμίσειαν τῆς Θηβαΐδος.
These he distributed to his army, and in return for the money, he gave back to the gods half of the territory of the Thebans.
τὴν μὲν δὴ ἀφαίρετον χώραν ὕστερον Ῥωμαίων χάριτι ἀνεσώσαντο οἱ Θηβαῖοι, τὰ δὲ ἄλλα ἐς τὸ ἀσθενέστατον ἀπʼ ἐκείνου προήχθησαν· καί σφισιν ἡ μὲν κάτω πόλις πᾶσα ἔρημος ἦν ἐπʼ ἐμοῦ πλὴν τὰ ἱερά, τὴν δὲ ἀκρόπολιν οἰκοῦσι Θήβας καὶ οὐ Καδμείαν καλουμένην.
This confiscated land the Thebans later recovered by the favor of the Romans, but in other respects they were brought from that time to the lowest state of weakness; and in my time, the whole lower city was deserted for them except for the temples, and they inhabit the acropolis, calling it Thebes and not Cadmeia.