Humanitext Reader

パウサニアス · ギリシア案内記 §9.8.1-9.8.7

ポトニアイの聖域とテーバイの七つの城門

373 / 465 箇所 · ギリシア語

要旨

アソポス川の先にあるポトニアイの聖林、ディオニュソス祭儀、およびアムピアラオスにまつわる伝承を述べた後、テーバイの古城壁の七つの門の名称と由来について説明する。

§9.8.1διαβεβηκότι δὲ ἤδη τὸν Ἀσωπὸν καὶ τῆς πόλεως δέκα μάλιστα ἀφεστηκότι σταδίους Ποτνιῶν ἐστιν ἐρείπια καὶ ἐν αὐτοῖς ἄλσος Δήμητρος καὶ Κόρης.
アソポス川をすでに渡り、都市からおよそ十スタディオン離れたところに、ポトニアイの遺跡があり、その中にはデメテルとコレの聖林がある。
τὰ δὲ ἀγάλματα ἐν τῷ ποταμῷ τῷ παρὰ τὰς Ποτνιὰς τὰς θεὰς ὀνομάζουσιν.
また、ポトニアイの近くを流れる川の中にある像を、人々はポトニアイの女神たちと呼んでいる。
ἐν χρόνῳ δὲ εἰρημένῳ δρῶσι καὶ ἄλλα ὁπόσα καθέστηκέ σφισι καὶ ἐς τὰ μέγαρα καλούμενα ἀφιᾶσιν ὗς τῶν νεογνῶν·
定められた時期に、彼らは定められている他の様々な儀式を行い、メガラと呼ばれる穴の中に、生まれたての子豚を投げ入れる。
τοὺς δὲ ὗς τούτους ἐς τὴν ἐπιοῦσαν τοῦ ἔτους ὥραν ἐν Δωδώνῃ φασὶν ἐπὶ λόγῳ τῷδε ἄλλος πού τις πεισθήσεται.
この子豚たちが翌年の同じ季節にドドナに現れるという話については、他の誰かなら信じるかもしれない。
§9.8.2ἐνταῦθα καὶ Διονύσον ναός ἐστιν Αἰγοβόλου.
そこにはアイゴボロスという異名を持つディオニュソスの神殿もある。
θύοντες γὰρ τῷ θεῷ προήχθησάν ποτε ὑπὸ μέθης ἐς ὕβριν, ὥστε καὶ τοῦ Διονύσου τὸν ἱερέα ἀποκτείνουσιν·
かつてこの神に犠牲を捧げていた者たちが、酔っぱらって暴挙に及び、ディオニュソスの神官を殺害してしまった。
ἀποκτείναντας δὲ αὐτίκα ἐπέλαβε νόσος λοιμώδης, καί σφισιν ἀφίκετο ἴαμα ἐκ Δελφῶν τῷ Διονύσῳ θύειν παῖδα ὡραῖον·
彼らが殺害すると直ちに疫病が彼らを襲い、デルポイから彼らに、ディオニュソスに美しい少年を犠牲として捧げることが治療法であるという神託が届いた。
ἔτεσι δὲ οὐ πολλοῖς ὕστερον τὸν θεόν φασιν αἶγα ἱερεῖον ὑπαλλάξαι σφίσιν ἀντὶ τοῦ παιδός.
しかしその数年後、神は少年の代わりに彼らに山羊を犠牲獣として取り替えてくださったと言われている。
δείκνυται δὲ ἐν Ποτνιαῖς καὶ φρέαρ·
また、ポトニアイには泉も示されている。
τὰς δὲ ἵππους τὰς ἐπιχωρίους τοῦ ὕδατος πιούσας τούτου μανῆναι λέγουσιν.
現地の馬がこの水を飲むと狂うと言われている。
§9.8.3ἐκ δὲ τῶν Ποτνιῶν ἰοῦσιν ἐς Θήβας ἔστιν ἐν δεξιᾷ περίβολος τῆς ὁδοῦ οὐ μέγας καὶ κίονες ἐν αὐτῷ·
ポトニアイからテーバイへ行く途中、道の右側に、それほど大きくない囲い地があり、その中には柱が立っている。
διαστῆναι δὲ Ἀμφιαράῳ τὴν γῆν ταύτῃ νομίζουσιν, ἐπιλέγοντες καὶ τάδε ἔτι, μήτε ὄρνιθας ἐπὶ τῶν κιόνων καθέζεσθαι τούτων μήτε πόαν τὴν ἐνταῦθα μήτε ἥμερον ζῷον μήτε τῶν ἀγρίων νέμεσθαι.
人々はこの場所でアムピアラオスのために地が裂けたと信じており、さらに、この柱の上には鳥も留まらず、そこにある草を家畜も野獣も食べることはないと言い添えている。
§9.8.4Θηβαίοις δὲ ἐν τῷ περιβόλῳ τοῦ ἀρχαίου τείχους ἑπτὰ ἀριθμὸν ἦσαν πύλαι, μένουσι δὲ καὶ ἐς ἡμᾶς ἔτι.
テーバイ人にとっては、古い城壁の囲いの中に七つの門があり、それらは我々の時代にもまだ残っている。
τεθῆναι δὲ τὰ ὀνόματα ἐπυνθανόμην σφίσιν ἀπό τε Ἠλέκτρας ἀδελφῆς Κάδμου καὶ Προιτίσιν ἀπὸ ἀνδρὸς τῶν ἐπιχωρίων·
それらの名称について私が調べたところでは、カドモスの姉妹エレクトラ、および現地の男であるプロイトスにちなむプロイティデス門から付けられたという。
ἡλικίαν δὲ Προίτου καὶ τὸ ἀνωτέρω γένος χαλεπὰ ἦν εὑρεῖν.
しかし、プロイトスの年代や、より古い系譜を見出すのは困難であった。
τὰς δὲ Νηίστας ὀνομασθῆναί φασιν ἐπὶ τῷδε.
また、ネイスタ門は次のような理由で名付けられたと言われている。
ἐν ταῖς χορδαῖς νήτην καλοῦσι τὴν ἐσχάτην·
弦楽器の弦のうち、一番端の最高音の弦をネーテーと呼ぶ。
ταύτην οὖν τὴν χορδὴν Ἀμφίονα ἐπὶ ταῖς πύλαις ταύταις ἀνευρεῖν λέγουσιν.
アムピオンがこの門のところでこの弦を発明したと言われている。
ἤδη δὲ ἤκουσα καὶ ὡς Ζήθου τοῦ ἀδελφοῦ τοῦ Ἀμφίονος τῷ παιδὶ ὄνομα Νῆις γένοιτο, ἀπὸ τούτου δὲ τοῦ Νήϊδος τὰς πύλας κληθῆναι ταύτας.
しかし私は、アムピオンの兄弟ゼトスの子の名前がネイスであり、このネイスからこの門が名付けられたという話もすでに聞いた。
§9.8.5πύλας δὲ Κρηναίας, τὰς δὲ Ὑψίστας ἐπὶ λόγῳ τοιῷδε ὀνομάζουσι·
クレナイアイ門、およびヒュプシスタイ門は、次のような理由でそう呼ばれている。
πρὸς δὲ ταῖς Ὑψίσταις Διὸς ἱερὸν ἐπίκλησίν ἐστιν Ὑψίστου.
ヒュプシスタイ門の近くには、ヒュプシストスという異名を持つゼウスの神殿がある。
τὰς δὲ ἐπὶ ταύταις πύλας ὀνομάζουσιν Ὠγυγίας, τελευταῖαι δέ εἰσιν Ὁμολωίδες·
その隣の門を彼らはオギュギアイ門と呼び、最後がホモロイデス門である。
ἐφαίνετο δὲ εἶναί μοι καὶ τὸ ὄνομα νεώτατον ταῖς πύλαις ταύταις, αἱ δὲ Ὠγύγιαι τὸ ἀρχαιότατον.
私には、ホモロイデスという名前がこれらの門の中で最も新しく、オギュギアイ門が最も古いように思われた。
§9.8.6τὰς δὲ Ὁμολωίδας κληθῆναί φασιν ἐπὶ τοιῷδε.
ホモロイデス門の名は次のような理由で付けられたと言われている。
ἡνίκα ὑπὸ Ἀργείων μάχῃ πρὸς Γλίσαντι ἐκρατήθησαν, τότε ὁμοῦ Λαοδάμαντι τῷ Ἐτεοκλέους ὑπεξίασιν οἱ πολλοί·
テーバイ人がグリサス近くの戦いでアルゴス人に敗れたとき、エテオクレスの子ラオダマスとともに、大部分の者が逃亡した。
τούτων οὖν μοῖρα τὴν μὲν ἐς τοὺς Ἰλλυριοὺς πορείαν ἀπώκνησε, τραπόμενοι δὲ ἐς Θεσσαλοὺς καταλαμβάνουσιν Ὁμόλην, ὀρῶν τῶν Θεσσαλικῶν καὶ εὔγεων μάλιστα καὶ ὕδασιν ἐπιρρεομένην.
彼らのうちの一派は、イリュリア人への旅を躊躇し、テッサリア人の方向へ転じてホモレを占拠した。 ホモレはテッサリアの山々の中で最も肥沃で、水が豊かに流れる場所である。
§9.8.7Θερσάνδρου δὲ τοῦ Πολυνείκους ἀνακαλεσαμένου σφᾶς ἐπὶ τὰ οἰκεῖα, τὰς πύλας διὰ ὧν τὴν κάθοδον ἐποιοῦντο ἀπὸ τῆς Ὁμόλης ὀνομάζουσιν Ὁμολωίδας.
ポリネイケスの子テルサンドロスが彼らを祖国へ呼び戻したとき、彼らがホモレから帰還する際に通った門を、彼らはホモレにちなんでホモロイデス門と呼ぶのである。
ἐρχομένῳ δὲ ἐκ Πλαταίας ἔσοδος ἐς τὰς Θήβας κατὰ πύλας ἐστὶν Ἠλέκτρας, καὶ ταύτῃ Καπανέα τὸν Ἱππόνου βιαιοτέρας ποιούμενον πρὸς τὸ τεῖχος τὰς προσβολὰς βληθῆναι κεραυνῷ λέγουσι.
プラタイアから行く者にとって、テーバイへの入り口はエレクトラ門のところにあり、この場所で、ヒッポノオスの子カパネウスが城壁に対して激しい攻撃を仕掛けていた際に、雷に打たれたと言われている。

語釈・文法注

  1. 9.8.1ἄλλος πού τις πεισθήσεται — 未来形 πεισθήσεται(受動未来・中間意味)と、否定的なニュアンスを含む不定代名詞 ἄλλος πού τις(「おそらく他の誰か」)の組み合わせにより、パウサニアス自身はこのドドナの奇跡の伝承を信じていないことを皮肉を交えて示している。
  2. 9.8.2αἶγα ἱερεῖον ὑπαλλάξαι σφίσιν ἀντὶ τοῦ παιδός — 不定詞 ὑπαλλάξαι の意味上の主語は対格の τὸν θεόν であり、与格の σφίσιν(「彼らに」)に対して「少年の代わりに(ἀντὶ τοῦ παιδός)犠牲の山羊(αἶγα ἱερεῖον)」を代わりの犠牲として与えたことを指す。ギリシア神話における身代わりの生贄のモチーフが示されている。
  3. 9.8.4τάς δὲ Νηίστας ὀνομασθῆναί φασιν — 対格不定詞構文であり、受動不定詞 ὀνομασθῆναι の意味上の主語は、直前の対格の τὰς δὲ Νηίστας(ネイスタ門)である。この門の名前の語源について、二通りの説(弦の名前 νήτη、および人名 Νῆις)が提示されている。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §9.8.1-9.8.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:9.8.1-9.8.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。