§9.6.1τῶν δέ σφισιν ἐν ἀγῶσι πολέμου γενομένων εὐτυχημάτων, καὶ ὡς ἑτέρως, τοσάδε φανερώτατα ὄντα εὕρισκον.
テーバイ人たちに戦争の争いにおいて生じた成功、およびその逆の不運について、私は以下のような最も顕著なものを見出した。
ἐκρατήθησαν ὑπὸ Ἀθηναίων μάχῃ Πλαταιεῦσιν ἀμυνάντων, ὅτε σφᾶς ἐπέλαβεν ὑπὲρ τῶν ὅρων πολεμῆσαι τῆς χώρας·
彼らは、領土の境界をめぐって戦うことが彼らに降りかかったときに、プラタイア人たちを救援するアテナイ人たちによって戦いで破られた。
προσέπταισαν δὲ καὶ δεύτερον Ἀθηναίοις ἀντιταξάμενοι περὶ Πλάταιαν, ἡνίκα δοκοῦσιν ἑλέσθαι τὰ βασιλέως Ξέρξου πρὸ τῶν Ἑλληνικῶν.
また、二度目には、ギリシアの側を差し置いてクセルクセス王の側を選んだと思われるときに、プラタイアの付近でアテナイ人たちに対峙して敗北を喫した。
§9.6.2τῆς δὲ αἰτίας ταύτης δημοσίᾳ σφίσιν οὐ μέτεστιν, ὅτι ἐν ταῖς Θήβαις ὀλιγαρχία καὶ οὐχὶ ἡ πάτριος πολιτεία τηνικαῦτα ἴσχυεν·
しかし、この非難については、彼らが公的に関与しているわけではない。 なぜなら、その当時テーバイにおいては、祖代々の国制ではなく、寡頭制が勢力を持っていたからである。
εἰ γοῦν Πεισιστράτου τυραννοῦντος ἔτι ἢ τῶν παίδων Ἀθήνῃσιν ἀφίκετο ἐπὶ τὴν Ἑλλάδα ὁ βάρβαρος, οὐκ ἔστιν ὅπως οὐ καὶ Ἀθηναίους κατέλαβεν ἂν ἔγκλημα μηδισμοῦ.
もし仮に、ペイシストラトスまたはその子らがアテナイでまだ僭主政治を行っていたときに異民族がギリシアに到来していたならば、アテナイ人をもペルシア加担の罪が襲わなかったはずはないからである。
§9.6.3ὕστερον μέντοι καὶ Θηβαίοις νίκη κατʼ Ἀθηναίων ἐπὶ Δηλίῳ τῷ Ταναγραίων ἐγένετο, καὶ Ἱπποκράτης τε ὁ Ἀρίφρονος, ὃς στρατηγὸς ἦν Ἀθηναίοις, καὶ τῆς ἄλλης στρατιᾶς τὸ πολὺ ἔπεσε.
しかし後には、タナグラ領のデリオンにおいて、テーバイ人にもアテナイ人に対する勝利がもたらされ、アテナイ人の将軍であったアリプロンの子ヒッポクラテスも、他の軍勢の大部分も戦死した。
Λακεδαιμονίοις δὲ παραυτίκα μὲν ἀπελθόντος τοῦ Μήδου καὶ ἄχρι τοῦ Πελοποννησίων πρὸς Ἀθηναίους πολέμου τὰ ἐκ Θηβῶν εἶχεν ἐπιτηδείως·
ラケダイモン人にとっては、ペルシア人が退去した直後から、ペロポネソス人とアテナイ人との戦争に至るまで、テーバイからの形勢は好都合に推移していた。
διαπολεμηθέντος δὲ τοῦ πολέμου καὶ Ἀθηναίοις καταλυθέντος τοῦ ναυτικοῦ, μετʼ οὐ πολὺ Θηβαῖοι μετὰ Κορινθίων ἐς τὸν πρὸς Λακεδαιμονίους πόλεμον προήχθησαν.
しかし、戦争が戦い抜かれ、アテナイ人の海軍力が解体されると、間もなくテーバイ人はコリントス人とともにラケダイモン人に対する戦争へと至った。
§9.6.4κρατηθέντες δὲ μάχῃ περὶ Κόρινθόν τε καὶ ἐν Κορωνείᾳ, νικῶσιν αὖθις ἐν Λεύκτροις ἐπιφανεστάτην νίκην ὁπόσας γενομένας Ἕλλησιν ἴσμεν κατὰ Ἑλλήνων·
コリントスの付近およびコロネイアにおいて戦いで敗れたものの、彼らは後にレウクトラにおいて、ギリシア人の間でギリシア人に対して起こったものとして我々が知る限りのものの中で、最も輝かしい勝利を収めた。
καὶ δεκαδαρχίας τε, ἃς Λακεδαιμόνιοι κατέστησαν ἐν ταῖς πόλεσιν, ἔπαυσαν καὶ ἁρμοστὰς τοὺς Σπαρτιάτας ἐκβάλλουσιν.
そして、ラケダイモン人たちが諸都市に設置した十人政治を廃止し、スパルタ人の調停官たちを追放した。
ὕστερον δὲ καὶ τὸν Φωκικὸν πόλεμον, ὀνομαζόμενον δὲ ὑπὸ Ἑλλήνων ἱερόν, συνεχῶς δέκα ἔτεσιν ἐπολέμησαν.
その後、ギリシア人によって「神聖」と呼ばれるフォキス戦争をも、十年間継続して戦った。
§9.6.5εἴρηται δέ μοι καὶ ἐν τῇ Ἀτθίδι συγγραφῇ τὸ ἐν Χαιρωνείᾳ σφάλμα συμφορὰν γενέσθαι τοῖς πᾶσιν Ἕλλησι·
また、カイロネイアでの敗北が全ギリシア人にとっての不幸となったことは、私の『アッティカ記』の中でもすでに述べられている。
Θηβαίους δὲ καὶ ἐς πλέον κατέλαβεν, οἷς γε καὶ ἐσήχθη ἐς τὴν πόλιν φρουρά.
しかし、それはテーバイ人にはさらに大きな規模で襲いかかった。 彼らのもとには市の中に守備隊が導入されさえしたからである。
Φιλίππου δὲ ἀποθανόντος καὶ ἐς Ἀλέξανδρον ἡκούσης τῆς Μακεδόνων ἀρχῆς, Θηβαίοις ἐπῆλθεν ἐξελεῖν τὴν φρουράν·
フィリッポスが死去し、マケドニア人の支配権がアレクサンドロスに帰したとき、テーバイ人には守備隊を追い出そうという考えが起こった。
ποιήσασι δὲ ταῦτα προεσήμαινεν αὐτίκα ὁ θεὸς τὸν ἐπιόντα ὄλεθρον, καί σφισιν ἐν Δήμητρος ἱερῷ Θεσμοφόρου σημεῖα ἐγένετο ἐναντία ἢ πρὸ τοῦ ἔργου τοῦ ἐν Λεύκτροις·
彼らがこれを行うと、神は直ちに迫り来る破滅をあらかじめ示された。 そしてデメテル・テスモポロスの神殿において、レウクトラでの戦いの前とは反対の兆候が彼らに生じたのである。
§9.6.6τότε μὲν γὰρ τοῦ ἱεροῦ τὰς θύρας ὑφάσματι ἀράχναι λευκῷ, κατὰ δὲ τὴν Ἀλεξάνδρου καὶ Μακεδόνων ἔφοδον μέλανι ἐξύφηναν.
というのも、その時には、クモたちが神殿の扉を白い織物で覆ったのに対し、アレクサンドロスとマケドニア人たちの襲来の際には、黒い織物で覆ったからである。
λέγεται δὲ καὶ Ἀθηναίοις ὗσαι τέφραν ὁ θεὸς ἐνιαυτῷ πρότερον πρὶν ἢ τὸν πόλεμον τὸν ἐπαχθέντα ὑπὸ Σύλλα τὰ μεγάλα σφίσιν ἐνεγκεῖν παθήματα.
また、スッラによってもたらされた戦争がアテナイ人に多大なる苦難をもたらすより一年前、神がアテナイ人に対して灰を降らせたと言われている。