§9.6.1τῶν δέ σφισιν ἐν ἀγῶσι πολέμου γενομένων εὐτυχημάτων, καὶ ὡς ἑτέρως, τοσάδε φανερώτατα ὄντα εὕρισκον.
关于他们在战争中获得的成功以及相反的遭遇,我发现以下这些是最明显的。
ἐκρατήθησαν ὑπὸ Ἀθηναίων μάχῃ Πλαταιεῦσιν ἀμυνάντων, ὅτε σφᾶς ἐπέλαβεν ὑπὲρ τῶν ὅρων πολεμῆσαι τῆς χώρας· προσέπταισαν δὲ καὶ δεύτερον Ἀθηναίοις ἀντιταξάμενοι περὶ Πλάταιαν, ἡνίκα δοκοῦσιν ἑλέσθαι τὰ βασιλέως Ξέρξου πρὸ τῶν Ἑλληνικῶν.
当为了争夺领土边界而不得不进行战争的情况降临到他们身上时,他们被援助普拉泰亚人的雅典人在战斗中击败;而当他们被认为在希腊人之前选择站在国王薛西斯的一边时,他们在普拉泰亚附近与雅典人对峙并第二次遭遇了失败。
§9.6.2τῆς δὲ αἰτίας ταύτης δημοσίᾳ σφίσιν οὐ μέτεστιν, ὅτι ἐν ταῖς Θήβαις ὀλιγαρχία καὶ οὐχὶ ἡ πάτριος πολιτεία τηνικαῦτα ἴσχυεν·
然而,在公家层面上,他们并没有分担这一罪名,因为当时在底比斯势力强大的是寡头制,而非其祖传的政体。
εἰ γοῦν Πεισιστράτου τυραννοῦντος ἔτι ἢ τῶν παίδων Ἀθήνῃσιν ἀφίκετο ἐπὶ τὴν Ἑλλάδα ὁ βάρβαρος, οὐκ ἔστιν ὅπως οὐ καὶ Ἀθηναίους κατέλαβεν ἂν ἔγκλημα μηδισμοῦ.
至少,如果当庇西特拉托或其子嗣仍在雅典实行僭主统治时,蛮族便已攻打希腊,那么雅典人也绝不可能不遭受勾结波斯的指控。
§9.6.3ὕστερον μέντοι καὶ Θηβαίοις νίκη κατʼ Ἀθηναίων ἐπὶ Δηλίῳ τῷ Ταναγραίων ἐγένετο, καὶ Ἱπποκράτης τε ὁ Ἀρίφρονος, ὃς στρατηγὸς ἦν Ἀθηναίοις, καὶ τῆς ἄλλης στρατιᾶς τὸ πολὺ ἔπεσε.
然而,后来底比斯人也在塔纳格拉境内的德利翁赢得了对雅典人的胜利,雅典人的将军、阿里普隆之子希波克拉底以及其他军队的大部分人都战死了。
Λακεδαιμονίοις δὲ παραυτίκα μὲν ἀπελθόντος τοῦ Μήδου καὶ ἄχρι τοῦ Πελοποννησίων πρὸς Ἀθηναίους πολέμου τὰ ἐκ Θηβῶν εἶχεν ἐπιτηδείως· διαπολεμηθέντος δὲ τοῦ πολέμου καὶ Ἀθηναίοις καταλυθέντος τοῦ ναυτικοῦ, μετʼ οὐ πολὺ Θηβαῖοι μετὰ Κορινθίων ἐς τὸν πρὸς Λακεδαιμονίους πόλεμον προήχθησαν.
对于拉刻代蒙人来说,在波斯人撤退后直至伯罗奔尼撒人对雅典人的战争期间,底比斯方面的情况一直很顺遂;但当战争彻底结束、雅典人的海军被瓦解后,没过多久,底比斯人便与科林斯人一同被卷入了对抗拉刻代蒙人的战争。
§9.6.4κρατηθέντες δὲ μάχῃ περὶ Κόρινθόν τε καὶ ἐν Κορωνείᾳ, νικῶσιν αὖθις ἐν Λεύκτροις ἐπιφανεστάτην νίκην ὁπόσας γενομένας Ἕλλησιν ἴσμεν κατὰ Ἑλλήνων· καὶ δεκαδαρχίας τε, ἃς Λακεδαιμόνιοι κατέστησαν ἐν ταῖς πόλεσιν, ἔπαυσαν καὶ ἁρμοστὰς τοὺς Σπαρτιάτας ἐκβάλλουσιν.
虽然在科林斯附近以及在科罗尼亚的战斗中被击败,但他们随后在留克特拉赢得了我们在希腊人对抗希腊人的所有已知战争中最辉煌的胜利;他们不仅废除了拉刻代蒙人在各城邦设立的十人掌政,还驱逐了斯巴达的调停官。
ὕστερον δὲ καὶ τὸν Φωκικὸν πόλεμον, ὀνομαζόμενον δὲ ὑπὸ Ἑλλήνων ἱερόν, συνεχῶς δέκα ἔτεσιν ἐπολέμησαν.
后来,他们还连续十年进行了被希腊人称为“神圣战争”的福基斯战争。
§9.6.5εἴρηται δέ μοι καὶ ἐν τῇ Ἀτθίδι συγγραφῇ τὸ ἐν Χαιρωνείᾳ σφάλμα συμφορὰν γενέσθαι τοῖς πᾶσιν Ἕλλησι· Θηβαίους δὲ καὶ ἐς πλέον κατέλαβεν, οἷς γε καὶ ἐσήχθη ἐς τὴν πόλιν φρουρά.
在我的《阿提卡纪》中也已提及,在喀罗尼亚的惨败成了全体希腊人的灾难;但这对底比斯人的打击尤为深重,因为甚至有驻军被引入了他们的城内。
Φιλίππου δὲ ἀποθανόντος καὶ ἐς Ἀλέξανδρον ἡκούσης τῆς Μακεδόνων ἀρχῆς, Θηβαίοις ἐπῆλθεν ἐξελεῖν τὴν φρουράν· ποιήσασι δὲ ταῦτα προεσήμαινεν αὐτίκα ὁ θεὸς τὸν ἐπιόντα ὄλεθρον, καί σφισιν ἐν Δήμητρος ἱερῷ Θεσμοφόρου σημεῖα ἐγένετο ἐναντία ἢ πρὸ τοῦ ἔργου τοῦ ἐν Λεύκτροις·
当腓力去世、马其顿人的统治权传给亚历山大时,底比斯人产生了驱逐驻军的想法;当他们这样做时,神明立刻预示了即将到来的毁灭,并且在德墨忒尔·忒斯摩佛罗斯的神庙里,他们遇到了与留克特拉战役前相反的征兆。
§9.6.6τότε μὲν γὰρ τοῦ ἱεροῦ τὰς θύρας ὑφάσματι ἀράχναι λευκῷ, κατὰ δὲ τὴν Ἀλεξάνδρου καὶ Μακεδόνων ἔφοδον μέλανι ἐξύφηναν.
因为当时,蜘蛛用白色的网织满了神庙的大门,但在亚历山大和马其顿人入侵期间,它们却织了黑色的网。
λέγεται δὲ καὶ Ἀθηναίοις ὗσαι τέφραν ὁ θεὸς ἐνιαυτῷ πρότερον πρὶν ἢ τὸν πόλεμον τὸν ἐπαχθέντα ὑπὸ Σύλλα τὰ μεγάλα σφίσιν ἐνεγκεῖν παθήματα.
据说在苏拉给雅典人带来巨大痛苦的战争发生前一年,神明也曾向雅典人降下灰烬。