Humanitext Reader

パウサニアス · ギリシア案内記 §9.5.9-9.5.16

ライオスとオイディポスから王制終焉までのテーバイ史

370 / 465 箇所 · ギリシア語

要旨

ライオスの帰還からオイディポスの悲劇、そしてエピゴノイによるテーバイ攻略から合議制(共和制)移行に至るまでの、テーバイ王統の変遷と歴史が語られる。

§9.5.9κατὰ δὲ τὴν τιμωρίαν τοῦ Ἀμφίονος ἔστιν ἔπη ποιήσεως Μινυάδος, ἔχει δὲ ἐς Ἀμφίονα κοινῶς καὶ ἐς τὸν Θρᾷκα Θάμυριν.
アムピオンへの罰については、叙事詩『ミニュアス』に詩句があり、それはアムピオンとトラキア人タミュリスの双方に共通して言及している。
ὡς δὲ τὸν οἶκον τὸν Ἀμφίονος καὶ Ζήθου τὸν μὲν ἡ νόσος ἡ λοιμώδης ἠρήμωσε, Ζήθῳ δὲ τὸν παῖδα ἀπέκτεινεν ἡ τεκοῦσα κατὰ δή τινα ἁμαρτίαν, ἐτεθνήκει δὲ ὑπὸ λύπης καὶ αὐτὸς ὁ Ζῆθος, οὕτω Λάιον ἐπὶ βασιλείᾳ κατάγουσιν οἱ Θηβαῖοι.
一方、アムピオンとゼトスの家について、前者を疫病が荒廃させ、ゼトスについては、その妻が過失によって我が子を殺害し、ゼトス自身も悲しみのあまり死んでしまったため、このようにしてテーバイ人たちはライオスを王位に就けるべく連れ戻した。
§9.5.10Λαΐῳ δὲ βασιλεύοντι καὶ γυναῖκα ἔχοντι Ἰοκάστην μάντευμα ἦλθεν ἐκ Δελφῶν ἐκ τοῦ παιδός οἱ τὴν τελευτήν, εἰ τέκοι τινὰ Ἰοκάστη, γενήσεσθαι.
ライオスが王であり、ヨカステを妻としていたとき、もしヨカステが誰か子供を産むなら、ライオス自身の死はその子供によってもたらされるだろう、という神託がデルポイから下った。
καὶ ὁ μὲν ἐπὶ τούτῳ τὸν Οἰδίποδα ἐκτίθησιν·
そこで彼はこの神託のためにオイディポスを遺棄した。
ὁ δὲ καὶ τὸν πατέρα ἀποκτενεῖν ἔμελλεν, ὡς ηὐξήθη, καὶ τὴν μητέρα ἔγημε.
しかしオイディポスは、成長すると父を殺害することになり、母を妻とした。
παῖδας δὲ ἐξ αὐτῆς οὐ δοκῶ οἱ γενέσθαι, μάρτυρι Ὁμήρῳ χρώμενος, ὃς ἐποίησεν ἐν Ὀδυσσείᾳ
しかし、私は彼女との間に子供が生まれたとは思わない。 その証人としてホメロスを挙げる。 彼は『オデュッセイア』において次のように歌っている。
§9.5.11" μητέρα τʼ Οἰδιπόδαο ἴδον, καλὴν Ἐπικάστην, ἣ μέγα ἔργον ἔρεξεν ἀιδρείῃσι νόοιο γημαμένη ᾧ υἱεῖ·
"また私はオイディポスの母、美しきエピカステを見た、彼女は心の無知によって大いなる罪を犯し、我が子を夫とした。
ὁ δʼ ὃν πατέρʼ ἐξεναρίξας γῆμεν·
彼は自らの父を殺して彼女を娶ったのだ。
ἄφαρ δʼ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν.
しかし神々は直ちにこれを人間たちに暴き出された。
" πῶς οὖν ἐποίησαν ἀνάπυστα ἄφαρ, εἰ δὴ τέσσαρες ἐκ τῆς Ἐπικάστης ἐγένοντο παῖδες τῷ Οἰδίποδι;
"もし本当にエピカステから四人の子供がオイディポスに生まれたのだとしたら、神々はどのようにして「直ちに」暴き出されたというのだろうか。
ἐξ Εὐρυγανείας δὲ τῆς Ὑπέρφαντος ἐγεγόνεσαν.
実は、子供たちはヒュペルファスの子エウリュガネイアから生まれていたのである。
δηλοῖ δὲ καὶ ὁ τὰ ἔπη ποιήσας ἃ Οἰδιπόδια ὀνομάζουσι·
このことは、『オイディポデイア』と呼ばれる叙事詩を作った詩人も明らかにしている。
καὶ Ὀνασίας Πλαταιᾶσιν ἔγραψε κατηφῆ τὴν Εὐρυγάνειαν ἐπὶ τῇ μάχῃ τῶν παίδων.
またオナシアスは、プラタイアにおいて、子供たちの戦いのために憂いに沈むエウリュガネイアを描いた。
§9.5.12Πολυνείκης δὲ περιόντος μὲν καὶ ἄρχοντος Οἰδίποδος ὑπεξῆλθεν ἐκ Θηβῶν δέει μὴ τελεσθεῖεν ἐπὶ σφίσιν αἱ κατᾶραι τοῦ πατρός·
ポリュネイケスは、オイディポスがまだ存命で支配していたとき、父の呪いが自分たちに成就することを恐れてテーバイから退去した。
ἀφικόμενος δὲ ἐς Ἄργος καὶ θυγατέρα Ἀδράστου λαβὼν κατῆλθεν ἐς Θήβας μετάπεμπτος ὑπὸ Ἐτεοκλέους μετὰ τὴν τελευτὴν Οἰδίποδος.
そしてアルゴスに到着してアドラストスの娘を妻に迎えたが、オイディポスの死後、エテオクレスに招かれてテーバイへと帰還した。
κατελθὼν δὲ ἐς διαφορὰν προήχθη τῷ Ἐτεοκλεῖ, καὶ οὕτω τὸ δεύτερον ἔφυγε·
しかし帰還するとエテオクレスと不和になり、こうして二度目の亡命をした。
δεηθεὶς δὲ Ἀδράστου δοῦναί οἱ δύναμιν τὴν κατάξουσαν, τήν τε στρατιὰν ἀπόλλυσι καὶ πρὸς τὸν Ἐτεοκλέα αὐτὸς μονομαχεῖ κατὰ πρόκλησιν.
そしてアドラストスに自分を帰国させるための軍勢を求めたが、その軍勢を失い、自身は挑戦を受けてエテオクレスと一騎打ちを行った。
§9.5.13καὶ οἱ μὲν μονομαχοῦντες ἀποθνήσκουσιν, ἐς δὲ Λαοδάμαντα τὸν Ἐτεοκλέους καθηκούσης τῆς βασιλείας Κρέων ὁ Μενοικέως ἐδυνάστευεν ἐπιτροπεύων τὸν παῖδα.
そして一騎打ちを行った者たちは死亡し、王位はエテオクレスの子ラオダマスに帰したが、メノイケウスの子クレオンがその子供を後見しつつ権力を振るった。
ἤδη δὲ Λαοδάμαντος ηὐξημένου καὶ ἔχοντος τὴν ἀρχήν, δεύτερον τότε ἄγουσι τὴν στρατιὰν ἐπὶ τὰς Θήβας·
ラオダマスがすでに成長し支配権を握っていたとき、彼らは二度目の軍勢をテーバイに向けて進めた。
ἀντεστρατοπεδευμένων δὲ καὶ τῶν Θηβαίων περὶ Γλίσαντα, ὡς ἐς χεῖρας συνῆλθον, Αἰγιαλέα μὲν τὸν Ἀδράστου Λαοδάμας ἀποκτίννυσι, κρατησάντων δὲ τῇ μάχῃ τῶν Ἀργείων Λαοδάμας σὺν τοῖς ἐθέλουσιν ἕπεσθαι Θηβαίων ὑπὸ τὴν ἐπιοῦσαν νύκτα ἀπεχώρησεν ἐς Ἰλλυριούς.
テーバイ人たちもグリサスのあたりに相対して陣を敷き、彼らが肉薄して交戦すると、ラオダマスはアドラストスの子アイギアレウスを殺害したが、戦闘でアルゴス人たちが勝利を収めたため、ラオダマスは従うことを望むテーバイ人たちとともに、翌る夜のうちにイリュリア人のもとへ撤退した。
§9.5.14τὰς δὲ Θήβας ἑλόντες οἱ Ἀργεῖοι παραδιδόασι Θερσάνδρῳ Πολυνείκους παιδί.
アルゴス人たちはテーバイを占領すると、ポリュネイケスの子テルサンドロスにそれを引き渡した。
ὡς δὲ τοῖς σὺν Ἀγαμέμνονι ἐς Τροίαν στρατεύουσιν ἡ διαμαρτία τοῦ πλοῦ γίνεται καὶ ἡ πληγὴ ἡ περὶ Μυσίαν, ἐνταῦθα καὶ τὸν Θέρσανδρον κατέλαβεν ἀποθανεῖν ὑπὸ Τηλέφου, μάλιστα Ἑλλήνων ἀγαθὸν γενόμενον ἐν τῇ μάχῃ·
そして、アガメムノンとともにトロイアへ遠征する者たちが航路を誤り、ミュシア付近で痛手を被った際、そこでテルサンドロスもまたテレポスによって殺害されることになったが、彼はその戦いにおいてギリシア人のうち最も勇敢に戦った。
καί οἱ τὸ μνῆμα ἐς Καΐκου πεδίον ἐλαύνοντί ἐστιν ἐν Ἐλαίᾳ πόλει, λίθος ὁ ἐν τῷ ὑπαίθρῳ τῆς ἀγορᾶς·
カイコス平野へと進んでいく者にとって、彼の墓はエライアの都市にあり、広場の屋外にある石碑がそれである。
§9.5.15καὶ ἐναγίζειν οἱ ἐπιχώριοί φασιν αὐτῷ.
アンド地元の者たちは彼に供犠を捧げていると言う。
τελευτήσαντος δὲ Θερσάνδρου καὶ δεύτερα ἐπί τε Ἀλέξανδρον καὶ ἐς Ἴλιον ἀθροιζομένου στόλου Πηνέλεων ἄρχοντα εἵλοντο, ὅτι οὐκ ἐν ἡλικίᾳ πω Τισαμενὸς ἦν ὁ Θερσάνδρου·
テルサンドロスが亡くなり、アレクサンドロスとイリオスに対して二度目の船団が召集されたとき、テルサンドロスの子ティサメノスがまだ兵役に達する年齢に達していなかったため、ペネレオスを指導者に選んだ。
Πηνέλεω δὲ ἀποθανόντος ὑπὸ Εὐρυπύλου τοῦ Τηλέφου Τισαμενὸν βασιλέα αἱροῦνται, Θερσάνδρου τε ὄντα καὶ Δημωνάσσης τῆς Ἀμφιαράου.
ペネレオスがテレポスの子エウリュピュロスによって討たれると、彼らはテルサンドロスとアムピアラオスの娘デモナサの子であるティサメノスを王に選んだ。
τῶν δὲ Ἐρινύων τῶν Λαΐου καὶ Οἰδίποδος Τισαμενῷ μὲν οὐκ ἐγένετο μήνιμα, Αὐτεσίωνι δὲ τῷ Τισαμενοῦ, ὥστε καὶ παρὰ τοὺς Δωριέας μετῴκησε τοῦ θεοῦ χρήσαντος.
ライオスとオイディポスの復讐の女神たちの怒りは、ティサメノスには下らなかったが、ティサメノスの子アウテシオンに下ったため、彼は神のお告げによってドリス人たちのもとへと移住した。
§9.5.16Αὐτεσίωνος δὲ ἀπελθόντος, οὕτω βασιλέα εἵλοντο Δαμασίχθονα Ὀφέλτου τοῦ Πηνέλεω.
アウテシオンが立ち去ったため、そこで彼らはペネレオスの子オペルテスの子ダマシクトンを王に選んだ。
τούτου δὲ ἦν τοῦ Δαμασίχθονος Πτολεμαῖος, τοῦ δὲ Ξάνθος, ὃν Ἀνδρόπομπος μονομαχήσαντά οἱ δόλῳ καὶ οὐ σὺν τῷ δικαίῳ κτείνει.
このダマシクトンの子にはプトレマイオスがおり、その子にはクサントスがいたが、アンドロポンポスが彼と一騎打ちをして、策略を用い、正義に反して殺害した。
τὸ δὲ ἐντεῦθεν διὰ πλειόνων πολιτεύεσθαι μηδὲ ἀπʼ ἀνδρὸς ἑνὸς ἠρτῆσθαι τὰ πάντα ἄμεινον ἐφαίνετο τοῖς Θηβαίοις.
それ以降は、複数人によって政治を行い、すべてのことを一人の男に依存しないようにすることが、テーバイ人にとってより好ましく思われた。

語釈・文法注

  1. §9.5.9ὡς δὲ τὸν οἶκον τὸν Ἀμφίονος καὶ Ζήθου — ὡς... οὕτω(「〜のとき、このようにして」)によって導かれる文構造。前部(ὡς...)は、μὲν... δὲ... によってアムピオンの家とゼトスの家の悲劇的な没落が対比され、それを受けて後部(οὕτω...)でライオスがテーバイ人に連れ戻される主節が続く。
  2. §9.5.10ἐκ τοῦ παιδός οἱ τὴν τελευτήν ... γενήσεσθαι — 人称代名詞の与格 οἱ は、主節の主語であるライオス(Λαΐῳ)を指す所有の与格(「彼の」)。ἐκ τοῦ παιδός(「子供による」)は名詞 τὴν τελευτήν(「死」)を修飾する前置詞句。
  3. §9.5.11πῶς οὖν ἐποίησαν ἀνάπυστα ἄφαρ — ἄφαρ(「直ちに」)という語に対するパウサニアスの独自の文献批判的解釈。彼によれば、オイディポスと母親(エピカステ)の結婚が「ただちに」神々によって露見させられたのであれば、その間に4人もの子供が生まれる時間的猶予はなかったはずであり、それゆえ子供たちの実母は別の女性(エウリュガネイア)であると結論づけている。
  4. §9.5.14ἐς Καΐκου πεδίον ἐλαύνοντί ἐστιν — 現在分詞与格 ἐλαύνοντι(「(馬などを)駆る、進む」)は、いわゆる「旅人の与格」であり、「〜へ進む人にとって」という地理的・空間的指標を示す。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §9.5.9-9.5.16. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:9.5.9-9.5.16

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。