§9.6.1τῶν δέ σφισιν ἐν ἀγῶσι πολέμου γενομένων εὐτυχημάτων, καὶ ὡς ἑτέρως, τοσάδε φανερώτατα ὄντα εὕρισκον.
Regarding the successes that befell them in the contests of war, and also the reverse, I found the following to be the most manifest.
ἐκρατήθησαν ὑπὸ Ἀθηναίων μάχῃ Πλαταιεῦσιν ἀμυνάντων, ὅτε σφᾶς ἐπέλαβεν ὑπὲρ τῶν ὅρων πολεμῆσαι τῆς χώρας· προσέπταισαν δὲ καὶ δεύτερον Ἀθηναίοις ἀντιταξάμενοι περὶ Πλάταιαν, ἡνίκα δοκοῦσιν ἑλέσθαι τὰ βασιλέως Ξέρξου πρὸ τῶν Ἑλληνικῶν. §9.6.2τῆς δὲ αἰτίας ταύτης δημοσίᾳ σφίσιν οὐ μέτεστιν, ὅτι ἐν ταῖς Θήβαις ὀλιγαρχία καὶ οὐχὶ ἡ πάτριος πολιτεία τηνικαῦτα ἴσχυεν· εἰ γοῦν Πεισιστράτου τυραννοῦντος ἔτι ἢ τῶν παίδων Ἀθήνῃσιν ἀφίκετο ἐπὶ τὴν Ἑλλάδα ὁ βάρβαρος, οὐκ ἔστιν ὅπως οὐ καὶ Ἀθηναίους κατέλαβεν ἂν ἔγκλημα μηδισμοῦ. §9.6.3ὕστερον μέντοι καὶ Θηβαίοις νίκη κατʼ Ἀθηναίων ἐπὶ Δηλίῳ τῷ Ταναγραίων ἐγένετο, καὶ Ἱπποκράτης τε ὁ Ἀρίφρονος, ὃς στρατηγὸς ἦν Ἀθηναίοις, καὶ τῆς ἄλλης στρατιᾶς τὸ πολὺ ἔπεσε.
They were defeated in battle by the Athenians who were defending the Plataeans, when it befell them to wage war over the boundaries of their land; and they also met with failure a second time, when they drew themselves up against the Athenians around Plataea, at the time when they seem to have chosen the side of King Xerxes in preference to that of the Greeks. But they have no share in this blame publicly, because at that time in Thebes an oligarchy, and not their ancestral constitution, was in power; at any rate, if the barbarian had come against Greece while Pisistratus or his sons were still playing the tyrant at Athens, there is no way that a charge of Medism would not also have overtaken the Athenians. Later, however, a victory was also won by the Thebans over the Athenians at Delium in the territory of Tanagra, and Hippocrates the son of Ariphron, who was general of the Athenians, fell along with the greater part of the rest of the army.
Λακεδαιμονίοις δὲ παραυτίκα μὲν ἀπελθόντος τοῦ Μήδου καὶ ἄχρι τοῦ Πελοποννησίων πρὸς Ἀθηναίους πολέμου τὰ ἐκ Θηβῶν εἶχεν ἐπιτηδείως· διαπολεμηθέντος δὲ τοῦ πολέμου καὶ Ἀθηναίοις καταλυθέντος τοῦ ναυτικοῦ, μετʼ οὐ πολὺ Θηβαῖοι μετὰ Κορινθίων ἐς τὸν πρὸς Λακεδαιμονίους πόλεμον προήχθησαν. §9.6.4κρατηθέντες δὲ μάχῃ περὶ Κόρινθόν τε καὶ ἐν Κορωνείᾳ, νικῶσιν αὖθις ἐν Λεύκτροις ἐπιφανεστάτην νίκην ὁπόσας γενομένας Ἕλλησιν ἴσμεν κατὰ Ἑλλήνων· καὶ δεκαδαρχίας τε, ἃς Λακεδαιμόνιοι κατέστησαν ἐν ταῖς πόλεσιν, ἔπαυσαν καὶ ἁρμοστὰς τοὺς Σπαρτιάτας ἐκβάλλουσιν.
For the Lacedaemonians, immediately after the departure of the Persian and up to the war of the Peloponnesians against the Athenians, relations from Thebes were on a favorable footing; but when the war had been fought to an end and the naval power of the Athenians had been dissolved, not long after, the Thebans along with the Corinthians were led into the war against the Lacedaemonians. Having been defeated in battle around Corinth and at Coroneia, they won in turn at Leuctra a most illustrious victory of all those we know to have occurred among Greeks against Greeks; and they both put an end to the decarchies which the Lacedaemonians had established in the cities, and expelled the Spartan harmosts.
ὕστερον δὲ καὶ τὸν Φωκικὸν πόλεμον, ὀνομαζόμενον δὲ ὑπὸ Ἑλλήνων ἱερόν, συνεχῶς δέκα ἔτεσιν ἐπολέμησαν. §9.6.5εἴρηται δέ μοι καὶ ἐν τῇ Ἀτθίδι συγγραφῇ τὸ ἐν Χαιρωνείᾳ σφάλμα συμφορὰν γενέσθαι τοῖς πᾶσιν Ἕλλησι· Θηβαίους δὲ καὶ ἐς πλέον κατέλαβεν, οἷς γε καὶ ἐσήχθη ἐς τὴν πόλιν φρουρά.
Afterwards, they also fought the Phocian war, called 'sacred' by the Greeks, continuously for ten years. It has also been stated by me in my Attic history that the defeat at Chaeroneia became a calamity for all the Greeks; but it overtook the Thebans to an even greater degree, for whom a garrison was actually introduced into their city.
Φιλίππου δὲ ἀποθανόντος καὶ ἐς Ἀλέξανδρον ἡκούσης τῆς Μακεδόνων ἀρχῆς, Θηβαίοις ἐπῆλθεν ἐξελεῖν τὴν φρουράν· ποιήσασι δὲ ταῦτα προεσήμαινεν αὐτίκα ὁ θεὸς τὸν ἐπιόντα ὄλεθρον, καί σφισιν ἐν Δήμητρος ἱερῷ Θεσμοφόρου σημεῖα ἐγένετο ἐναντία ἢ πρὸ τοῦ ἔργου τοῦ ἐν Λεύκτροις· §9.6.6τότε μὲν γὰρ τοῦ ἱεροῦ τὰς θύρας ὑφάσματι ἀράχναι λευκῷ, κατὰ δὲ τὴν Ἀλεξάνδρου καὶ Μακεδόνων ἔφοδον μέλανι ἐξύφηναν.
But when Philip died and the rule over the Macedonians came to Alexander, the idea occurred to the Thebans to expel the garrison; and when they did this, the god immediately portended the coming destruction, and for them in the temple of Demeter Thesmophoros there occurred signs opposite to those before the action at Leuctra. For at that time, spiders wove a white web over the doors of the temple, but during the invasion of Alexander and the Macedonians, they wove a black one.
λέγεται δὲ καὶ Ἀθηναίοις ὗσαι τέφραν ὁ θεὸς ἐνιαυτῷ πρότερον πρὶν ἢ τὸν πόλεμον τὸν ἐπαχθέντα ὑπὸ Σύλλα τὰ μεγάλα σφίσιν ἐνεγκεῖν παθήματα.
It is also said that the god rained ashes upon the Athenians a year before the war brought upon them by Sulla brought great sufferings to them.