§9.40.6"
Φύλας δʼ ὤπυιεν κούρην κλειτοῦ Ἰολάου
† λειπεφιληνην εἶδος Ὀλυμπιάδεσσιν ὅμοιον,
Ἱππότην δέ οἱ υἱὸν ἐνὶ μεγάροισιν ἔτικτεν
Θηρώ τʼ εὐειδῆ, ἰκέλην φαέεσσι σελήνης.
「フィラスは、高名なイオラオスの娘を妻とし、 †その容姿はオリンポスの女神たちに似ており、彼女は彼の館で、息子ヒッポテスと、月の光に似た、美しいテロを生んだ。
Θηρὼ δʼ Ἀπόλλωνος ἐς ἀγκοίνῃσι πεσοῦσα
γείνατο Χαίρωνος κρατερὸν μένος ἱπποδάμοιο.
テロはアポロンの腕の中に抱かれ、馬を飼いならす強勇なカイロンを生んだ。
"
Ὅμηρος δὲ ἐπιστάμενος ἐμοὶ δοκεῖν Χαιρώνειάν τε ἤδη καὶ Λεβάδειαν καλουμένας, ὅμως τοῖς ἀρχαίοις ἐχρήσατο ὀνόμασιν ἐς αὐτάς, καθότι καὶ Αἴγυπτον τὸν ποταμὸν εἶπεν, οὐ Νεῖλον.
」ホメロスは、私の思うに、すでにそれらがカイロネイアやレバデイアと呼ばれていたことを知っていたが、それでもなお、それらに対して古い名前を用いた。 それはちょうど、彼が川を「ニルス」ではなく「アイギュプトス」と呼んだのと同じことである。
§9.40.7Χαιρωνεῦσι δὲ δύο ἐστὶν ἐν τῇ χώρᾳ τρόπαια, ἃ Ῥωμαῖοι καὶ Σύλλας ἔστησαν Ταξίλον καὶ στρατιὰν τὴν Μιθριδάτου κρατήσαντες.
カイロネイアの人々の土地には二つの戦勝記念碑があり、これらはローマ人とスッラが、タクシロスとミトリダテスの軍勢を破って建てたものである。
Φίλιππος δὲ οὐκ ἀνέθηκεν ὁ Ἀμύντου τρόπαιον οὔτε ἐνταῦθα οὔτε ὁπόσας μάχας ἄλλας βαρβάρους ἢ καὶ Ἕλληνας ἐνίκησεν·
しかし、アミュンタスの子フィリッポスは、ここ(カイロネイア)でも、また他にいかなる蛮族やギリシア人に勝利したときにも、戦勝記念碑を建てなかった。
οὐ γάρ τι Μακεδόσιν ἱστάναι τρόπαια ἦν νενομισμένον.
というのも、マケドニア人にとって戦勝記念碑を建てることは、習慣になっていなかったからである。
§9.40.8λέγεται δὲ ὑπὸ Μακεδόνων Καρανὸν βασιλεύοντα ἐν Μακεδονίᾳ κρατῆσαι μάχῃ Κισσέως, ὃς ἐδυνάστευεν ἐν χώρᾳ τῇ ὁμόρῳ·
マケドニア人によって言われているところでは、マケドニアの王であったカラノスが、隣接する土地を支配していたキッセウスに戦いで勝利した。
καὶ ὁ μὲν τρόπαιον ὁ Καρανὸς κατὰ νόμους τοὺς Ἀργείων ἔστησεν ἐπὶ τῇ νίκῃ·
そしてカラノスはアルゴス人の法に従って、その勝利のための戦勝記念碑を建てた。
ἐπελθόντα δέ φασιν ἐκ τοῦ Ὀλύμπου λέοντα ἀνατρέψαι τε τὸ τρόπαιον καὶ ἀφανισθῆναι, συνεῖναι τε γνώμῃ §9.40.9Καρανὸν οὐκ εὖ βουλεύσασθαι βαρβάροις τοῖς περιοικοῦσιν ἐς ἔχθραν ἐλθόντα ἀδιάλλακτον, καταστῆναί τε χρῆναι μήτε ὑπὸ αὐτοῦ Καρανοῦ μήτε ὑπὸ τῶν ὕστερον βασιλευσόντων Μακεδονίας τρόπαια ἵστασθαι, εἰ ἐς εὔνοιάν ποτε τοὺς προσχώρους ὑπάξονται.
しかし、オリンポス山から一頭の獅子がやって来て戦勝記念碑をなぎ倒し、そのまま姿を消したと言われている。 そしてカラノスは自らの考えで、次のように理解したのだと。 すなわち、周辺の蛮族と和解しがたい敵対関係に入ることで、自分は思慮を欠いた決定をしたこと、そして、もし隣国の人々をいつか友愛へと導こうとするならば、カラノス自身によっても、またのちにマケドニアを支配することになる王たちによっても、戦勝記念碑が建てられないことが(ルールとして)確立されるべきであると。
μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ Ἀλέξανδρος, οὐκ ἀναστήσας οὔτε ἐπὶ Δαρείῳ τρόπαια οὔτε ἐπὶ ταῖς Ἰνδικαῖς νίκαις.
アレクサンドロスもこの話の証人となっており、彼はダレイオスに対しても、あるいはインドでの勝利に対しても、戦勝記念碑を建てなかった。
§9.40.10προσιόντων δὲ τῇ πόλει πολυάνδριον Θηβαίων ἐστὶν ἐν τῷ πρὸς Φίλιππον ἀγῶνι ἀποθανόντων.
都市に近づくと、フィリッポスとの戦いで倒れたテーバイ人たちの共同墓地がある。
ἐπιγέγραπται μὲν δὴ ἐπίγραμμα οὐδέν, ἐπίθημα δʼ ἔπεστιν αὐτῷ λέων·
碑文は何も刻まれていないが、その上には獅子の像が置かれている。
φέροι δʼ ἂν ἐς τῶν ἀνδρῶν μάλιστα τὸν θυμόν·
これはあの男たちの気高き魂を最もよく表しているのだろう。
ἐπίγραμμα δὲ ἄπεστιν ἐμοὶ δοκεῖν ὅτι οὐδὲ ἐοικότα τῇ τόλμῃ σφίσι τὰ ἐκ τοῦ δαίμονος ἠκολούθησε.
私の思うに、碑文がないのは、彼らの勇気にふさわしい結果を神がもたらさなかったからである。
§9.40.11θεῶν δὲ μάλιστα Χαιρωνεῖς τιμῶσι τὸ σκῆπτρον ὃ ποιῆσαι Διί φησιν Ὅμηρος Ἥφαιστον, παρὰ δὲ Διὸς λαβόντα Ἑρμῆν δοῦναι Πέλοπι, Πέλοπα δὲ Ἀτρεῖ καταλιπεῖν, τὸν δὲ Ἀτρέα Θυέστῃ, παρὰ Θυέστου δὲ ἔχειν Ἀγαμέμνονα·
神々に関わるもののうちで、カイロネイアの人々が最も崇拝しているのは、ホメロスがヘパイストスがゼウスのために作ったと言っている王笏である。 そしてゼウスからこれを受け取ったヘルメスがペロプスに与え、ペロプスはアトレウスに遺し、アトレウスはテュエステスに、テュエステスからはアガメムノンがこれを持った。
τοῦτο οὖν τὸ σκῆπτρον σέβουσι, Δόρυ ὀνομάζοντες.
したがって、彼らはこの王笏を崇め、「槍」と呼んでいる。
καὶ εἶναι μέν τι θειότερον οὐχ ἥκιστα δηλοῖ τὸ ἐς τοὺς ἀνθρώπους ἐπιφανὲς ἐξ αὐτοῦ·
そして、それが極めて神聖なものであることは、それが人々の間に現す威光から非常によく示されている。
§9.40.12φασὶ δʼ ἐπὶ τοῖς ὅροις αὐτῶν καὶ Πανοπέων τῶν ἐν τῇ Φωκίδι εὑρεθῆναι, σὺν δὲ αὐτῷ καὶ χρυσὸν εὕρασθαι τοὺς Φωκεῖς, σφίσι δὲ ἀσμένοις ἀντὶ χρυσοῦ γενέσθαι τὸ σκῆπτρον.
彼らの言うところでは、それは彼らの土地とフォキス地方のパノペウスの人々の土地との境界で発見された。 そして、それと一緒にフォキス人たちは金も見つけたが、カイロネイアの人々は金の代わりに王笏を喜んで手に入れた。
κομισθῆναι δὲ αὐτὸ ἐς τὴν Φωκίδα ὑπὸ Ἠλέκτρας τῆς Ἀγαμέμνονος πείθομαι.
私は、それがアガメムノンの娘エレクトラによってフォキスへと運ばれたのだと信じている。
ναὸς δὲ οὐκ ἔστιν αὐτῷ δημοσίᾳ πεποιημένος, ἀλλὰ κατὰ ἔτος ἕκαστον ὁ ἱερώμενος ἐν οἰκήματι ἔχει τὸ σκῆπτρον·
それのために公に建てられた神殿はなく、毎年、神職に就いている者が自宅にその王笏を保管している。
καί οἱ θυσίαι ἀνὰ πᾶσαν ἡμέραν θύονται, καὶ τράπεζα παράκειται παντοδαπῶν κρεῶν καὶ πεμμάτων πλήρης.
そしてそれに対して毎日犠牲が捧げられ、さまざまな肉や菓子が満載された食卓が供えられる。