§9.40.1τὸ δὲ μαντεῖον οἱ Βοιωτοὶ τοῦτο οὐ πεπυσμένοι πρότερον ἐπʼ αἰτίᾳ τοιᾷδε ἔγνωσαν.
しかし、ボイオティア人たちは、以前には知られていなかったこの神託所を、次のような理由で知るようになった。
θεωροὺς ἀφʼ ἑκάστης πόλεως ἄνδρας ἀποστέλλουσιν ἐς Δελφούς·
彼らは各都市から使節をデルポイへと派遣した。
οὐ γὰρ δή σφισιν ἔτος δεύτερον ὗεν ὁ θεός.
というのも、神が彼らのために2年続けて雨を降らせなかったからである。
τούτοις αἰτοῦσιν ἐπανόρθωμα τοῦ αὐχμοῦ προσέταξεν ἡ Πυθία παρὰ Τροφώνιον ἐς Λεβάδειαν ἐλθοῦσιν εὕρασθαι παρὰ ἐκείνου τὸ ἴαμα.
日照りの救済策を求める彼らに対して、ピュティアは、レバデイアのトロポニオスのもとへ行き、彼から治療法を得るようにと命じた。
§9.40.2ὡς δὲ ἐς τὴν Λεβάδειαν ἐλθόντες οὐκ ἐδύναντο εὑρεῖν τὸ μαντεῖον, ἐνταῦθα τῶν ἐξ Ἀκραιφνίου πόλεως Σάων—οὗτος δὲ ἦν καὶ ἡλικίᾳ τῶν θεωρῶν πρεσβύτατος—εἶδεν ἑσμὸν μελισσῶν, καὶ παρέστη οἱ, ὅποι ποτʼ ἂν ἀποτράπωνται, καὶ αὐτὸς ἕπεσθαι.
しかし彼らがレバデイアにやって来ても神託所を見つけることができなかったので、そのとき、アクライプニオン市の出身者たちの一人であるサオン――彼は使節たちの中で年齢も最年長であったが――が蜂の群れを見た。 そして、彼女たちがどこへ向かおうとも、自分自身もついて行こうという考えが彼に浮かんだ。
αὐτίκα δὴ τὰς μελίσσας ἐς τοῦτο ἐσπετομένας ὁρᾷ τῆς γῆς, καὶ συνεσῆλθέ σφισιν ἐς τὸ μαντεῖον.
するとすぐに、彼は蜂たちが地面のこの場所に飛び込んでいくのを目にし、彼女たちと一緒に神託所の中へと入っていった。
τοῦτον τὸν Σάωνα καὶ τὴν ἱερουργίαν τὴν καθεστηκυῖαν, καὶ ὁπόσα περὶ τὸ χρηστήριον δρῶσιν ἄλλα, διδαχθῆναι παρὰ τοῦ Τροφωνίου φασίν.
このサオンが、定められた儀式や、神託所に関して彼らが行う他のすべての事柄を、トロポニオス自身から教えられたのだと言われている。
§9.40.3Δαιδάλου δὲ τῶν ἔργων δύο μὲν ταῦτά ἐστιν ἐν Βοιωτοῖς, Ἡρακλῆς τε ἐν Θήβαις καὶ παρὰ Λεβαδεῦσιν ὁ Τροφώνιος, τοσαῦτα δὲ ἕτερα ξόανα ἐν Κρήτῃ, Βριτόμαρτις ἐν Ὀλοῦντι καὶ Ἀθηνᾶ παρὰ Κνωσσίοις·
ダイダロスの作品のうち、ボイオティアにあるのはこれら二つであり、テーバイのヘラクレス像と、レバデイアの人々のもとにあるトロポニオス像である。 そして、それと同数の別の木彫像がクレタ島にあり、オルスにおけるブリトマルティス像と、クノッソスの人々のもとにあるアテナ像である。
παρὰ τούτοις δὲ καὶ ὁ τῆς Ἀριάδνης χορός, οὗ καὶ Ὅμηρος ἐν Ἰλιάδι μνήμην ἐποιήσατο, ἐπειργασμένος ἐστὶν ἐπὶ λευκοῦ λίθου.
また、彼らのもとには、ホメロスも『イリアス』の中で言及したアリアドネの舞踏場が、白い石に浮き彫りで施されている。
καὶ Δηλίοις Ἀφροδίτης ἐστὶν οὐ μέγα ξόανον, λελυμασμένον τὴν δεξιὰν χεῖρα ὑπὸ τοῦ χρόνου·
デロス島の人々のもとにも、アプロディテのそれほど大きくない木彫像があり、右手が歳月によって損なわれている。
κάτεισι δὲ ἀντὶ ποδῶν ἐς τετράγωνον σχῆμα.
そして、それは足の代わりに四角い形状へと細くなっている。
§9.40.4πείθομαι τοῦτο Ἀριάδνην λαβεῖν παρὰ Δαιδάλου, καὶ ἡνίκα ἠκολούθησε τῷ Θησεῖ, τὸ ἄγαλμα ἐπεκομίζετο οἴκοθεν·
私は、アリアドネがこれをダイダロスから受け取り、彼女がテセウスに従ったときに、この像を故郷から携えていったのだと信じている。
ἀφαιρεθέντα δὲ αὐτῆς τὸν Θησέα οὕτω φασὶν οἱ Δήλιοι τὸ ξόανον τῆς θεοῦ ἀναθεῖναι τῷ Ἀπόλλωνι τῷ Δηλίῳ, ἵνα μὴ οἴκαδε ἐπαγόμενος ἐς ἀνάμνησίν τε Ἀριάδνης ἐφέλκηται καὶ ἀεὶ νέας ἐπὶ τῷ ἔρωτι εὑρίσκηται τὰς συμφοράς.
そして、彼女を奪われたテセウスが、このようにして、この女神の木彫像をデロスのアポロンに奉納したのだとデロス島の人々は言っている。 それは、彼がそれを家に持ち帰ることで、アリアドネの記憶を引きずり出され、その愛ゆえに常に新たな不幸を被ることがないようにするためであった。
πέρα δὲ οὐκ οἶδα ὑπόλοιπα ὄντα τῶν Δαιδάλου·
これらを超えて、ダイダロスの作品で残されているものを私は知らない。
τοῖς γὰρ ἀνατεθεῖσιν ὑπὸ Ἀργείων ἐς τὸ Ἡραῖον καὶ ἐς Γέλαν τὴν ἐν Σικελίᾳ κομισθεῖσιν ἐξ Ὀμφάκης, ἀφανισθῆναί σφισιν ὁ χρόνος καθέστηκεν αἴτιος.
というのも、アルゴス人によってヘライオンに奉納されたものや、オンパケからシケリアのゲラへと運ばれたものについては、歳月がそれらを消滅させた原因となったからである。
§9.40.5Λεβαδέων δὲ ἔχονται Χαιρωνεῖς.
レバデイアの人々には、カイロネイアの人々が隣接している。
ἐκαλεῖτο δὲ ἡ πόλις καὶ τούτοις Ἄρνη τὸ ἀρχαῖον·
彼らの都市もまた、古代にはアルネと呼ばれていた。
θυγατέρα δὲ εἶναι λέγουσιν Αἰόλου τὴν Ἄρνην, ἀπὸ δὲ ταύτης κληθῆναι καὶ ἑτέραν ἐν Θεσσαλίᾳ πόλιν·
人々は、アルネはアイオロスの娘であり、この女性にちなんでテッサリアのもう一つの都市も名付けられたと言っている。
τὸ δὲ νῦν τοῖς Χαιρωνεῦσιν ὄνομα γεγονέναι ἀπὸ Χαίρωνος, ὃν Ἀπόλλωνός φασιν εἶναι, μητέρα δὲ αὐτοῦ Θηρὼ τὴν Φύλαντος εἶναι.
しかし、現在のカイロネイアの人々の名前は、アポロンの息子と言われ、フィラスの娘テロを母に持つカイロンに由来していると言われている。
μαρτυρεῖ δὲ καὶ ὁ τὰ ἔπη τὰς μεγάλας Ἠοίας ποιήσας·
そして、叙事詩『大ヘーオイアイ』を作った詩人も、このことを証言している。