§9.40.6"
Φύλας δʼ ὤπυιεν κούρην κλειτοῦ Ἰολάου
† λειπεφιληνην εἶδος Ὀλυμπιάδεσσιν ὅμοιον,
Ἱππότην δέ οἱ υἱὸν ἐνὶ μεγάροισιν ἔτικτεν
Θηρώ τʼ εὐειδῆ, ἰκέλην φαέεσσι σελήνης.
“菲拉斯娶了著名的伊奥劳斯的女儿, †……她的容貌如同奥林匹斯的女神,她在他的大殿里为他生下了一个儿子希ッポテス,以及美丽的忒罗,她如同月亮的光芒。
Θηρὼ δʼ Ἀπόλλωνος ἐς ἀγκοίνῃσι πεσοῦσα
γείνατο Χαίρωνος κρατερὸν μένος ἱπποδάμοιο.
而忒罗投入阿波罗的怀抱,生下了驯马的、强悍的凯隆。
"
Ὅμηρος δὲ ἐπιστάμενος ἐμοὶ δοκεῖν Χαιρώνειάν τε ἤδη καὶ Λεβάδειαν καλουμένας, ὅμως τοῖς ἀρχαίοις ἐχρήσατο ὀνόμασιν ἐς αὐτάς, καθότι καὶ Αἴγυπτον τὸν ποταμὸν εἶπεν, οὐ Νεῖλον.
” 在我看来,荷马虽然知道它们当时已经被称为凯罗尼亚和莱巴德亚,但仍然对它们使用了古老的名字,正如他也将那条河称为埃及河,而不是尼罗河一样。
§9.40.7Χαιρωνεῦσι δὲ δύο ἐστὶν ἐν τῇ χώρᾳ τρόπαια, ἃ Ῥωμαῖοι καὶ Σύλλας ἔστησαν Ταξίλον καὶ στρατιὰν τὴν Μιθριδάτου κρατήσαντες.
在凯罗尼亚人的土地上有两座战胜纪念碑,是罗马人和苏拉在击败塔克西路斯和米特里达梯的军队后树立的。
Φίλιππος δὲ οὐκ ἀνέθηκεν ὁ Ἀμύντου τρόπαιον οὔτε ἐνταῦθα οὔτε ὁπόσας μάχας ἄλλας βαρβάρους ἢ καὶ Ἕλληνας ἐνίκησεν· οὐ γάρ τι Μακεδόσιν ἱστάναι τρόπαια ἦν νενομισμένον.
然而,阿米恩塔斯之子腓力无论是在这里,还是在战胜蛮族或希腊人的其他任何战斗中,都没有树立战胜纪念碑;因为马其顿人根本没有树立战胜纪念碑的习俗。
§9.40.8λέγεται δὲ ὑπὸ Μακεδόνων Καρανὸν βασιλεύοντα ἐν Μακεδονίᾳ κρατῆσαι μάχῃ Κισσέως, ὃς ἐδυνάστευεν ἐν χώρᾳ τῇ ὁμόρῳ·
因为马其顿人说,当卡拉诺斯统治马其顿的时候,他在战斗中击败了统治邻近土地的奇塞乌斯。
καὶ ὁ μὲν τρόπαιον ὁ Καρανὸς κατὰ νόμους τοὺς Ἀργείων ἔστησεν ἐπὶ τῇ νίκῃ· ἐπελθόντα δέ φασιν ἐκ τοῦ Ὀλύμπου λέοντα ἀνατρέψαι τε τὸ τρόπαιον καὶ ἀφανισθῆναι, συνεῖναι τε γνώμῃ §9.40.9Καρανὸν οὐκ εὖ βουλεύσασθαι βαρβάροις τοῖς περιοικοῦσιν ἐς ἔχθραν ἐλθόντα ἀδιάλλακτον, καταστῆναί τε χρῆναι μήτε ὑπὸ αὐτοῦ Καρανοῦ μήτε ὑπὸ τῶν ὕστερον βασιλευσόντων Μακεδονίας τρόπαια ἵστασθαι, εἰ ἐς εὔνοιάν ποτε τοὺς προσχώρους ὑπάξονται.
卡拉诺斯按照阿耳戈斯人的法律为这次胜利树立了战胜纪念碑;但据说一只从奥林匹斯山走出来的狮子推翻了纪念碑并消失了,而卡拉诺斯在心中领悟到:自己与周围的蛮族结下不可调和的仇怨,并非明智之举;如果想要让邻国的人们在未来产生好感,就必须确立一条规则,即无论是卡拉诺斯自己,还是此后统治马其顿的国王们,都不应该树立战胜纪念碑。
μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ Ἀλέξανδρος, οὐκ ἀναστήσας οὔτε ἐπὶ Δαρείῳ τρόπαια οὔτε ἐπὶ ταῖς Ἰνδικαῖς νίκαις.
亚历山大也证实了这一说法,因为他既没有因击败大流士而树立战胜纪念碑,也没有为他在印度取得的胜利树立纪念碑。
§9.40.10προσιόντων δὲ τῇ πόλει πολυάνδριον Θηβαίων ἐστὶν ἐν τῷ πρὸς Φίλιππον ἀγῶνι ἀποθανόντων.
在接近城市的地方,有一座在与腓力的斗争中牺牲的底比斯人的合葬墓。
ἐπιγέγραπται μὲν δὴ ἐπίγραμμα οὐδέν, ἐπίθημα δʼ ἔπεστιν αὐτῷ λέων· φέροι δʼ ἂν ἐς τῶν ἀνδρῶν μάλιστα τὸν θυμόν·
墓上确实没有刻任何铭文,但墓顶上立着一只狮子;这可能最能代表那些人的气魄。
ἐπίγραμμα δὲ ἄπεστιν ἐμοὶ δοκεῖν ὅτι οὐδὲ ἐοικότα τῇ τόλμῃ σφίσι τὰ ἐκ τοῦ δαίμονος ἠκολούθησε.
在我看来,没有刻铭文是因为神所赐予的结局与他们的勇气并不相符。
§9.40.11θεῶν δὲ μάλιστα Χαιρωνεῖς τιμῶσι τὸ σκῆπτρον ὃ ποιῆσαι Διί φησιν Ὅμηρος Ἥφαιστον, παρὰ δὲ Διὸς λαβόντα Ἑρμῆν δοῦναι Πέλοπι, Πέλοπα δὲ Ἀτρεῖ καταλιπεῖν, τὸν δὲ Ἀτρέα Θυέστῃ, παρὰ Θυέστου δὲ ἔχειν Ἀγαμέμνονα·
在与神明相关的事物中,凯罗尼亚人最崇敬的是王笏,荷马说这是赫菲斯托斯为宙斯制作的,赫尔墨斯从宙斯那里得到后送给了珀罗普斯,珀罗普斯留给了阿特柔斯,阿特柔斯留给了 Thyestes,而阿伽门农则从 Thyestes 那里得到了它。
τοῦτο οὖν τὸ σκῆπτρον σέβουσι, Δόρυ ὀνομάζοντες.
因此,他们崇拜这根王笏,称其为“矛”。
καὶ εἶναι μέν τι θειότερον οὐχ ἥκιστα δηλοῖ τὸ ἐς τοὺς ἀνθρώπους ἐπιφανὲς ἐξ αὐτοῦ· §9.40.12φασὶ δʼ ἐπὶ τοῖς ὅροις αὐτῶν καὶ Πανοπέων τῶν ἐν τῇ Φωκίδι εὑρεθῆναι, σὺν δὲ αὐτῷ καὶ χρυσὸν εὕρασθαι τοὺς Φωκεῖς, σφίσι δὲ ἀσμένοις ἀντὶ χρυσοῦ γενέσθαι τὸ σκῆπτρον.
而它具有某种更为神圣的性质,这从它在人类中所展现出的威光中得到了极为充分的证明;据说,它是发现在他们自己与福基斯地方的帕诺佩乌斯人的边界上的。 当时福基斯人随它一起还发现了黄金,但凯罗尼亚人却乐于得到王笏而不是黄金。
κομισθῆναι δὲ αὐτὸ ἐς τὴν Φωκίδα ὑπὸ Ἠλέκτρας τῆς Ἀγαμέμνονος πείθομαι.
我相信这根王笏是由阿伽门农的女儿埃拉克特拉带到福基斯的。
ναὸς δὲ οὐκ ἔστιν αὐτῷ δημοσίᾳ πεποιημένος, ἀλλὰ κατὰ ἔτος ἕκαστον ὁ ἱερώμενος ἐν οἰκήματι ἔχει τὸ σκῆπτρον· καί οἱ θυσίαι ἀνὰ πᾶσαν ἡμέραν θύονται, καὶ τράπεζα παράκειται παντοδαπῶν κρεῶν καὶ πεμμάτων πλήρης.
官方并没有为它建造神庙,而是每年由担任祭司的人将王笏保存在自己的住所中;每天都有向它献祭的仪式,旁边还摆放着一张摆满各种肉类和糕点的桌子。