§9.39.8ἐνταῦθα δὴ χρὴ πιεῖν αὐτὸν Λήθης τε ὕδωρ καλούμενον, ἵνα λήθη γένηταί οἱ πάντων ἃ τέως ἐφρόντιζε, καὶ ἐπὶ τῷδε ἄλλο αὖθις ὕδωρ πίνειν Μνημοσύνης·
そこで下りていく者は、まず「忘却」と呼ばれる水を飲む必要がある。 それは彼がそれまで考えていたすべてのことを忘れるためである。 そしてこの後に、今度は「記憶」の別の水を飲む。
ἀπὸ τούτου τε μνημονεύει τὰ ὀφθέντα οἱ καταβάντι.
これによって彼は、下りていったときに見えたものを記憶することになる。
θεασάμενος δὲ ἄγαλμα ὃ ποιῆσαι Δαίδαλόν φασιν—ὑπὸ δὲ τῶν ἱερέων οὐκ ἐπιδείκνυται πλὴν ὅσοι παρὰ τὸν Τροφώνιον μέλλουσιν ἔρχεσθαι— τοῦτο τὸ ἄγαλμα ἰδὼν καὶ θεραπεύσας τε καὶ εὐξάμενος ἔρχεται πρὸς τὸ μαντεῖον, χιτῶνα ἐνδεδυκὼς λινοῦν καὶ ταινίαις τὸν χιτῶνα ἐπιζωσθεὶς καὶ ὑποδησάμενος ἐπιχωρίας κρηπῖδας.
また、人々がダイダロス作だと言う彫像を拝観したのち――これは神官たちによって、トロポニオスのもとへ行こうとしている人々を除いては、公開されない――この像を見て、敬意を払い、そして祈りを捧げた上で、リネンのキトンを着て、リボンでそのキトンを帯び、土地特有の靴を履いて、神託所へと向かう。
§9.39.9ἔστι δὲ τὸ μαντεῖον ὑπὲρ τὸ ἄλσος ἐπὶ τοῦ ὄρους.
神託所は森の上、山の上にある。
κρηπὶς μὲν ἐν κύκλῳ περιβέβληται λίθου λευκοῦ, περίοδος δὲ τῆς κρηπῖδος κατὰ ἅλων τὴν ἐλαχίστην ἐστίν, ὕψος δὲ ἀποδέουσα δύο εἶναι πήχεις·
その周囲には白い石の土台が円形に巡らされており、その土台の周囲は、最も小さな脱穀場ほどであり、高さは2キュビットに少し足りない。
ἐφεστήκασι δὲ ἐπὶ τῇ κρηπῖδι ὀβελοὶ καὶ αὐτοὶ χαλκοῖ καὶ αἱ συνέχουσαι σφᾶς ζῶναι, διὰ δὲ αὐτῶν θύραι πεποίηνται.
その土台の上には、それ自体がブロンズ製の杭と、それらを繋ぐ帯が立てられており、それらの間には扉が作られている。
τοῦ περιβόλου δὲ ἐντὸς χάσμα γῆς ἐστιν οὐκ αὐτόματον ἀλλὰ σὺν τέχνῃ καὶ ἁρμονίᾳ πρὸς τὸ ἀκριβέστατον ᾠκοδομημένον.
その囲いの内側には、自然にできたものではなく、技術と精緻な接合によって極めて正確に建てられた地割れがある。
§9.39.10τοῦ δὲ οἰκοδομήματος τούτου τὸ σχῆμα εἴκασται κριβάνῳ·
この建造物の形状はパン焼き窯に似ている。
τὸ δὲ εὖρος ἡ διάμετρος αὐτοῦ τέσσαρας παρέχοιτο ἂν ὡς εἰκάσαι πήχεις·
その幅、すなわち直径は、推測するに4キュビットほどだろう。
βάθος δὲ τοῦ οἰκοδομήματος, οὐκ ἂν οὐδὲ τοῦτο εἰκάζοι τις ἐς πλέον ὀκτὼ καθήκειν πηχῶν.
そしてこの建造物の深さも、8キュビット以上に達しているとは推測されない。
κατάβασις δὲ οὐκ ἔστι πεποιημένη σφίσιν ἐς τὸ ἔδαφος·
底への下り口は作られていない。
ἐπειδὰν δὲ ἀνὴρ ἔρχηται παρὰ τὸν Τροφώνιον, κλίμακα αὐτῷ κομίζουσι στενὴν καὶ ἐλαφράν.
人がトロポニオスのもとへ行くときには、彼らは彼のために狭くて軽い梯子を持ってくる。
καταβάντι δέ ἐστιν ὀπὴ μεταξὺ τοῦ τε ἐδάφους καὶ τοῦ οἰκοδομήματος·
下りたところには、底と建造物の間に穴がある。
σπιθαμῶν τὸ εὖρος δύο, τὸ δὲ ὕψος ἐφαίνετο εἶναι σπιθαμῆς.
幅は2スパン、高さは1スパンであるように見えた。
§9.39.11ὁ οὖν κατιὼν κατακλίνας ἑαυτὸν ἐς τὸ ἔδαφος ἔχων μάζας μεμαγμένας μέλιτι προεμβάλλει τε ἐς τὴν ὀπὴν τοὺς πόδας καὶ αὐτὸς ἐπιχωρεῖ, τὰ γόνατά οἱ τῆς ὀπῆς ἐντὸς γενέσθαι προθυμούμενος·
そこで下りていく者は、蜂蜜を練り込んだ大麦パンを手にして床に横たわり、まず自分の足をその穴に入れ、自らも進んで、膝が穴の中に入るように努める。
τὸ δὲ λοιπὸν σῶμα αὐτίκα ἐφειλκύσθη τε καὶ τοῖς γόνασιν ἐπέδραμεν, ὥσπερ ποταμῶν ὁ μέγιστος καὶ ὠκύτατος συνδεθέντα ὑπὸ δίνης ἀποκρύψειεν ἂν ἄνθρωπον.
すると、残りの体はすぐに引き込まれ、膝に続いて滑り込む。 それは、川の中で最も大きく最も流れの速いものが、渦に巻き込まれた人間をあっという間に見えなくしてしまうかのようである。
τὸ δὲ ἐντεῦθεν τοῖς ἐντὸς τοῦ ἀδύτου γενομένοις οὐχ εἷς οὐδὲ ὁ αὐτὸς τρόπος ἐστὶν ὅτῳ διδάσκονται τὰ μέλλοντα, ἀλλά πού τις καὶ εἶδε καὶ ἄλλος ἤκουσεν.
そこから先、最奥部の内側に入った人々にとって、未来のことを知らされる方法は一つでも同じでもなく、ある者は目で見て、別の者は耳で聞いた。
ἀναστρέψαι δὲ ὀπίσω τοῖς καταβᾶσι διὰ στομίου τε ἔστι τοῦ αὐτοῦ καὶ προεκθεόντων σφίσι τῶν ποδῶν.
そして、下りていった人々が戻るのもまた同じ開口部からであり、その際、彼らは足から先に滑り出てくる。
§9.39.12ἀποθανεῖν δὲ οὐδένα τῶν καταβάντων λέγουσιν ὅτι μὴ μόνον τῶν Δημητρίου τινὰ δορυφόρων·
下りていった者で死んだ者は誰もいないと言われているが、ただデメトリオスの護衛兵の一人だけは例外である。
τοῦτον δὲ οὔτε ποιῆσαι περὶ τὸ ἱερόν φασιν οὐδὲν τῶν νενομισμένων οὔτε χρησόμενον τῷ θεῷ καταβῆναι, χρυσὸν δὲ καὶ ἄργυρον ἐκκομιεῖν ἐλπίσαντα ἐκ τοῦ ἀδύτου.
この男については、神殿に関して定められた儀式のどれ一つも行わず、また神に伺いを立てるために下りたのでもなく、最奥部から金や銀を運び出すことを期待して下りたのだと言われている。
λέγεται δὲ καὶ τούτου τὸν νεκρὸν ἑτέρωθι ἀναφανῆναι καὶ οὐ κατὰ στόμα ἐκβληθῆναι τὸ ἱερόν.
そして、この男の死体は別の場所に現れ、神殿の入り口からは排出されなかったとも言われている。
ἐς μὲν δὴ τὸν ἄνθρωπον λεγομένων καὶ ἄλλων εἴρηταί μοι τὰ ἀξιολογώτατα·
この男に関して他にも言われていることの中で、最も注目すべきことは私が述べた通りである。
§9.39.13τὸν δὲ ἀναβάντα παρὰ τοῦ Τροφωνίου παραλαβόντες αὖθις οἱ ἱερεῖς καθίζουσιν ἐπὶ θρόνον Μνημοσύνης μὲν καλούμενον, κεῖται δὲ οὐ πόρρω τοῦ ἀδύτου, καθεσθέντα δὲ ἐνταῦθα ἀνερωτῶσιν ὁπόσα εἶδέ τε καὶ ἐπύθετο·
トロポニオスのもとから登ってきた者を、神官たちは再び引き取って、「記憶」の椅子と呼ばれるものに座らせる。 その椅子は最奥部からそう遠くないところにある。 彼がそこに座ると、彼が見たことや知ったことのすべてを尋ねる。
μαθόντες δὲ ἐπιτρέπουσιν αὐτὸν ἤδη τοῖς προσήκουσιν.
それを聞き取ると、今度は身内の者たちに彼を託す。
οἱ δὲ ἐς τὸ οἴκημα, ἔνθα καὶ πρότερον διῃτᾶτο παρά τε Τύχῃ καὶ Δαίμονι ἀγαθοῖς, ἐς τοῦτο ἀράμενοι κομίζουσι κάτοχόν τε ἔτι τῷ δείματι καὶ ἀγνῶτα ὁμοίως αὑτοῦ τε καὶ τῶν πέλας.
身内たちは、彼が以前にも「善き運命」と「善き精霊」のもとで生活していたあの建物へと、彼を抱えて運んでいくが、彼はまだ恐怖に囚われており、自分自身のことも周囲の人々のことも同様にわからない状態である。
ὕστερον μέντοι τά τε ἄλλα οὐδέν τι φρονήσει μεῖον ἢ πρότερον καὶ γέλως ἐπάνεισίν οἱ.
しかし後になると、知性の点でも他の点でも以前と全く変わらなくなり、笑いも彼に戻る。
§9.39.14γράφω δὲ οὐκ ἀκοὴν ἀλλὰ ἑτέρους τε ἰδὼν καὶ αὐτὸς τῷ Τροφωνίῳ χρησάμενος.
私はこれを聞き語りとしてではなく、他の人々を見ただけでなく、自分自身もトロポニオスの神託を受けた上で書いている。
τοὺς δὲ ἐς τοῦ Τροφωνίου κατελθόντας, ἀνάγκη σφᾶς, ὁπόσα ἤκουσεν ἕκαστος ἢ εἶδεν, ἀναθεῖναι γεγραμμένα ἐν πίνακι.
そして、トロポニオスのもとへ下りていった者たちは、各自が聞いたことや見たことを、板に書き記して奉納することが義務づけられている。
λείπεται δʼ ἔτι καὶ τοῦ Ἀριστομένους ἐνταῦθα ἡ ἀσπίς·
そこにはアリストメネスの盾もまだ残されている。
τὰ δὲ ἐς αὐτὴν ὁποῖα ἐγένετο, ἐδήλωσα ἐν τοῖς προτέροις τοῦ λόγου.
その盾に関してどのようなことが起きたかは、私の記述の前の部分で明らかにした。