Humanitext Reader

保萨尼亚斯 · 希腊志 §9.39.8-9.39.14

特罗丰尼乌斯神谕的降下仪式与神所结构

第 407 段,共 465 段 · 希腊语

内容简介

作者结合自身经历,详细描述了在特罗丰尼乌斯神谕所求问神谕的具体仪式、神谕所的独特构造、进入最神圣之所内部的神秘步骤以及返回后的情况。

§9.39.8ἐνταῦθα δὴ χρὴ πιεῖν αὐτὸν Λήθης τε ὕδωρ καλούμενον, ἵνα λήθη γένηταί οἱ πάντων ἃ τέως ἐφρόντιζε, καὶ ἐπὶ τῷδε ἄλλο αὖθις ὕδωρ πίνειν Μνημοσύνης· ἀπὸ τούτου τε μνημονεύει τὰ ὀφθέντα οἱ καταβάντι.
在那里,他必须饮用被称为忘却之水的水,以便遗忘他直到那时为止所想的一切事情,并且在这之后,还要再饮用另一种记忆之水;由此他能记住他下去时所见到的景象。
θεασάμενος δὲ ἄγαλμα ὃ ποιῆσαι Δαίδαλόν φασιν—ὑπὸ δὲ τῶν ἱερέων οὐκ ἐπιδείκνυται πλὴν ὅσοι παρὰ τὸν Τροφώνιον μέλλουσιν ἔρχεσθαι— τοῦτο τὸ ἄγαλμα ἰδὼν καὶ θεραπεύσας τε καὶ εὐξάμενος ἔρχεται πρὸς τὸ μαντεῖον, χιτῶνα ἐνδεδυκὼς λινοῦν καὶ ταινίαις τὸν χιτῶνα ἐπιζωσθεὶς καὶ ὑποδησάμενος ἐπιχωρίας κρηπῖδας.
在瞻仰了据说是由代达罗斯制作的雕像之后——神官们不会向其他人展示它,除非是那些将要前往特罗丰尼乌斯那里的人——在看见这尊雕像并对其进行了敬拜和祈祷之后,他穿着一件亚麻外衣,用带子系紧这件外衣,并穿上当地的皮靴,前往神谕所。
§9.39.9ἔστι δὲ τὸ μαντεῖον ὑπὲρ τὸ ἄλσος ἐπὶ τοῦ ὄρους.
神谕所位于圣林之上的山顶。
κρηπὶς μὲν ἐν κύκλῳ περιβέβληται λίθου λευκοῦ, περίοδος δὲ τῆς κρηπῖδος κατὰ ἅλων τὴν ἐλαχίστην ἐστίν, ὕψος δὲ ἀποδέουσα δύο εἶναι πήχεις· ἐφεστήκασι δὲ ἐπὶ τῇ κρηπῖδι ὀβελοὶ καὶ αὐτοὶ χαλκοῖ καὶ αἱ συνέχουσαι σφᾶς ζῶναι, διὰ δὲ αὐτῶν θύραι πεποίηνται.
其周围环绕着一圈白石基座,基座的周长相当于最小的打谷场,高度比两腕尺略低;基座上立着同样是青铜制的尖柱和连接它们的横带,在它们中间做有门。
τοῦ περιβόλου δὲ ἐντὸς χάσμα γῆς ἐστιν οὐκ αὐτόματον ἀλλὰ σὺν τέχνῃ καὶ ἁρμονίᾳ πρὸς τὸ ἀκριβέστατον ᾠκοδομημένον.
而在围墙内,有一个并非自然形成,而是以极高的精确度用技术和对称性建造而成的地裂。
§9.39.10τοῦ δὲ οἰκοδομήματος τούτου τὸ σχῆμα εἴκασται κριβάνῳ· τὸ δὲ εὖρος ἡ διάμετρος αὐτοῦ τέσσαρας παρέχοιτο ἂν ὡς εἰκάσαι πήχεις· βάθος δὲ τοῦ οἰκοδομήματος, οὐκ ἂν οὐδὲ τοῦτο εἰκάζοι τις ἐς πλέον ὀκτὼ καθήκειν πηχῶν.
这座建筑的形状类似于烤炉;其宽度,即直径,据估计约为四腕尺;至于这座建筑的深度,谁也不会估计它会深过八腕尺。
κατάβασις δὲ οὐκ ἔστι πεποιημένη σφίσιν ἐς τὸ ἔδαφος· ἐπειδὰν δὲ ἀνὴρ ἔρχηται παρὰ τὸν Τροφώνιον, κλίμακα αὐτῷ κομίζουσι στενὴν καὶ ἐλαφράν.
并没有建造通往底部的下路;但当有人来到特罗丰尼乌斯这里时,他们会为他带来一个狭窄而轻便的梯子。
καταβάντι δέ ἐστιν ὀπὴ μεταξὺ τοῦ τε ἐδάφους καὶ τοῦ οἰκοδομήματος· σπιθαμῶν τὸ εὖρος δύο, τὸ δὲ ὕψος ἐφαίνετο εἶναι σπιθαμῆς.
对于下去的人来说,在底部和建筑之间有一个洞口;其宽度为两掌宽,高度看起来是一掌宽。
§9.39.11ὁ οὖν κατιὼν κατακλίνας ἑαυτὸν ἐς τὸ ἔδαφος ἔχων μάζας μεμαγμένας μέλιτι προεμβάλλει τε ἐς τὴν ὀπὴν τοὺς πόδας καὶ αὐτὸς ἐπιχωρεῖ, τὰ γόνατά οἱ τῆς ὀπῆς ἐντὸς γενέσθαι προθυμούμενος· τὸ δὲ λοιπὸν σῶμα αὐτίκα ἐφειλκύσθη τε καὶ τοῖς γόνασιν ἐπέδραμεν, ὥσπερ ποταμῶν ὁ μέγιστος καὶ ὠκύτατος συνδεθέντα ὑπὸ δίνης ἀποκρύψειεν ἂν ἄνθρωπον.
于是下去的人,手里拿着混有蜂蜜的面饼,自己躺在底部,先将双脚伸进洞口,并自己向前移动,努力让膝盖进入洞口内;而其余的身体也立即被拖入并随着膝盖滑入,就像最大最急的河流会瞬间将卷入漩涡的人吞没并使其消失一样。
τὸ δὲ ἐντεῦθεν τοῖς ἐντὸς τοῦ ἀδύτου γενομένοις οὐχ εἷς οὐδὲ ὁ αὐτὸς τρόπος ἐστὶν ὅτῳ διδάσκονται τὰ μέλλοντα, ἀλλά πού τις καὶ εἶδε καὶ ἄλλος ἤκουσεν.
自此之后,对于进入最神圣之所内部的人来说,他们被告知未来的方式并不是单一或相同的,而是有人看见了,另有人听到了。
ἀναστρέψαι δὲ ὀπίσω τοῖς καταβᾶσι διὰ στομίου τε ἔστι τοῦ αὐτοῦ καὶ προεκθεόντων σφίσι τῶν ποδῶν.
而对于下去的人来说,退回也是通过同一个洞口,并且他们是双脚先退出来的。
§9.39.12ἀποθανεῖν δὲ οὐδένα τῶν καταβάντων λέγουσιν ὅτι μὴ μόνον τῶν Δημητρίου τινὰ δορυφόρων· τοῦτον δὲ οὔτε ποιῆσαι περὶ τὸ ἱερόν φασιν οὐδὲν τῶν νενομισμένων οὔτε χρησόμενον τῷ θεῷ καταβῆναι, χρυσὸν δὲ καὶ ἄργυρον ἐκκομιεῖν ἐλπίσαντα ἐκ τοῦ ἀδύτου.
据说,下去的人中除了德米特里的一位卫兵外,没有一个人死亡;关于这个人,他们说他既没有在圣所周围履行任何规定的仪式,也不是为了求问神明而下去的,而是希望能从最神圣之所中带走金银。
λέγεται δὲ καὶ τούτου τὸν νεκρὸν ἑτέρωθι ἀναφανῆναι καὶ οὐ κατὰ στόμα ἐκβληθῆναι τὸ ἱερόν.
据说这个人的尸体出现在了别处,而不是从圣所的洞口被抛出来的。
ἐς μὲν δὴ τὸν ἄνθρωπον λεγομένων καὶ ἄλλων εἴρηταί μοι τὰ ἀξιολογώτατα·
关于这个人虽有其他传说,但我已叙述了最值得一提的事情。
§9.39.13τὸν δὲ ἀναβάντα παρὰ τοῦ Τροφωνίου παραλαβόντες αὖθις οἱ ἱερεῖς καθίζουσιν ἐπὶ θρόνον Μνημοσύνης μὲν καλούμενον, κεῖται δὲ οὐ πόρρω τοῦ ἀδύτου, καθεσθέντα δὲ ἐνταῦθα ἀνερωτῶσιν ὁπόσα εἶδέ τε καὶ ἐπύθετο·
祭司们再次接引从特罗丰尼乌斯那里上来的人,让他坐在被称为记忆之椅的座位上,这座位距离最神圣之所不远;当他坐在那里时,他们会询问他所见所闻的一切。
μαθόντες δὲ ἐπιτρέπουσιν αὐτὸν ἤδη τοῖς προσήκουσιν.
了解之后,他们便将他交给他的亲属。
οἱ δὲ ἐς τὸ οἴκημα, ἔνθα καὶ πρότερον διῃτᾶτο παρά τε Τύχῃ καὶ Δαίμονι ἀγαθοῖς, ἐς τοῦτο ἀράμενοι κομίζουσι κάτοχόν τε ἔτι τῷ δείματι καὶ ἀγνῶτα ὁμοίως αὑτοῦ τε καὶ τῶν πέλας.
亲属们将他抬到他之前居住的、属于好运和善灵的房屋中,此时他仍因恐惧而神志不清,同样不认识自己和身边的人。
ὕστερον μέντοι τά τε ἄλλα οὐδέν τι φρονήσει μεῖον ἢ πρότερον καὶ γέλως ἐπάνεισίν οἱ.
然而,稍后他在智力上完全不亚于以前,笑声也会回到他身上。
§9.39.14γράφω δὲ οὐκ ἀκοὴν ἀλλὰ ἑτέρους τε ἰδὼν καὶ αὐτὸς τῷ Τροφωνίῳ χρησάμενος.
我所写的内容并非传闻,而是既看到了别人,自己也曾亲自向特罗丰尼乌斯求问过神谕。
τοὺς δὲ ἐς τοῦ Τροφωνίου κατελθόντας, ἀνάγκη σφᾶς, ὁπόσα ἤκουσεν ἕκαστος ἢ εἶδεν, ἀναθεῖναι γεγραμμένα ἐν πίνακι.
凡是下到特罗丰尼乌斯那里的人,必须将每个人所听到的或看到的,写在木板上作为奉献。
λείπεται δʼ ἔτι καὶ τοῦ Ἀριστομένους ἐνταῦθα ἡ ἀσπίς· τὰ δὲ ἐς αὐτὴν ὁποῖα ἐγένετο, ἐδήλωσα ἐν τοῖς προτέροις τοῦ λόγου.
那里至今还留有阿里斯托墨涅斯的盾牌;关于这块盾牌发生了什么事,我已在之前的叙述中说明了。

词汇与语法注释

  1. 9.39.8ἐπὶ τῷδε — 介词 ἐπί 连同指示代名词的与格 τῷδε 表示时间上的先后顺序,意为“在此之后”或“接着”。
  2. 9.39.9ἀποδέουσα δύο εἶναι πήχεις — 现在分词阴性单数 ἀποδέουσα 与阴性名词 περίοδος(周长)一致(或不规则地对中性名词 ὕψος 起修饰作用,表示不足的状态),与不定式 εἶναι 连用,表示“不足以达到两腕尺”。
  3. 9.39.11ὥσπερ ... ἀποκρύψειεν ἂν — 在连接词 ὥσπερ 引导的比喻中,祈愿法过去时 ἀποκρύψειεν 与助词 ἄν 连用,表示潜在或假设的情况,意为“正如……可能会吞没一般”。
  4. 9.39.13κάτοχόν τε ἔτι τῷ δείματι — 意为“被……支配、占有”的形容词 κάτοχος 常支配与格,在此与名词 δείμα(恐惧)的与格 τῷ δείματι 相结合。

引用这一段

保萨尼亚斯, 希腊志 §9.39.8-9.39.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:9.39.8-9.39.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。