§9.39.1τὰ μὲν δὴ πρὸς τῶν ὀρῶν Φωκεῖς ὑπεροικοῦσιν Ὀρχομενίων, ἐν δὲ τῷ πεδίῳ Λεβάδειά ἐστιν αὐτοῖς ὅμορος.
山に近い側ではフォキス人たちがオルコメノス人の上の地域に住んでおり、平野においてはレバデイアが彼らに隣接している。
αὕτη τὸ μὲν ἐξ ἀρχῆς ᾠκεῖτο ἐπὶ μετεώρου καὶ ὠνομάζετο Μίδεια ἀπὸ τῆς Ἀσπληδόνος μητρός·
この町は、元々は高地に人が住んでおり、アスプレドンの母にちなんでミデイアと呼ばれていた。
Λεβάδου δὲ ἐξ Ἀθηνῶν ἐς αὐτὴν ἀφικομένου κατέβησάν τε ἐς τὸ χθαμαλὸν οἱ ἄνθρωποι καὶ ἐκλήθη Λεβάδεια ἡ πόλις ἀπʼ αὐτοῦ.
しかし、アテナイからレバドスがそこへやって来ると、人々は低い土地へと下り、彼の名にちなんで町はレバデイアと呼ばれるようになった。
πατέρα δὲ τοῦ Λεβάδου, καὶ καθʼ ἥντινα αἰτίαν ἦλθεν, οὐκ ἴσασιν ἄλλο ἢ γυναῖκα εἶναι Λεβάδου Λαονίκην.
レバドスの父親については、また彼がどのような理由でやって来たのかについては、レバドスの妻がラオニケであったということ以外、彼らは何も知らない。
§9.39.2κεκόσμηται μὲν δὴ τὰ ἄλλα σφίσιν ἡ πόλις ὁμοίως τοῖς Ἑλλήνων μάλιστα εὐδαίμοσι, διείργει δὲ ἀπʼ αὐτῆς τὸ ἄλσος τοῦ Τροφωνίου ποταμὸς Ἕρκυνα.
彼らの町は、他の点ではギリシアで最も繁栄している人々の町と同様に整えられているが、ヘルキュナ川がその町とトロポニオスの森とを隔てている。
φασὶ δʼ ἐνταῦθα Ἕρκυναν ὁμοῦ Κόρῃ τῇ Δήμητρος παίζουσαν καὶ ἔχουσαν χῆνα ἀφεῖναι τοῦτον ἄκουσαν·
そこでヘルキュナが、デメテルの娘コレと一緒に遊び、ガチョウを持っていたが、うっかりそれを放してしまったと言われている。
ἐς δὲ ἄντρον κοῖλον ἐσπτάντος καὶ ὑπὸ λίθον ἀποκρύψαντος αὑτὸν ἐσελθοῦσα ἡ Κόρη λαμβάνει τὸν ὄρνιθα ὑπὸ τῷ λίθῳ κατακείμενον·
そして、中が空洞になった洞窟にガチョウが飛び込み、石の下に身を隠すと、コレが中に入って、その石の下にうずくまっている鳥を捕まえた。
ῥυῆναί τε δὴ τὸ ὕδωρ ὅθεν ἀνείλετο ἡ Κόρη τὸν λίθον καὶ ὀνομασθῆναι τὸν ποταμὸν ἐπὶ τούτῳ λέγουσιν Ἕρκυναν.
そして、コレが石を持ち上げた場所から水が流れ出し、このことにちなんで川がヘルキュナと名付けられたと彼らは言っている。
§9.39.3καὶ ἔστι μὲν πρὸς τῇ ὄχθῃ τοῦ ποταμοῦ ναὸς Ἑρκύνης, ἐν δὲ αὐτῷ παρθένος χῆνα ἔχουσα ἐν ταῖς χερσίν·
川の岸辺にはヘルキュナの神殿があり、その中には手の中にガチョウを抱いている乙女の像がある。
εἰσὶ δὲ ἐν τῷ σπηλαίῳ τοῦ ποταμοῦ τε αἱ πηγαὶ καὶ ἀγάλματα ὀρθά, περιειλιγμένοι δέ εἰσιν αὐτῶν τοῖς σκήπτροις δράκοντες.
また洞窟の中には、川の源流といくつかの直立した彫像があり、それらの彫像の笏には蛇たちが巻き付いている。
ταῦτα εἰκάσαι μὲν ἄν τις Ἀσκληπιοῦ τε εἶναι καὶ Ὑγείας, εἶεν δʼ ἂν Τροφώνιος καὶ Ἕρκυνα, ἐπεὶ μηδὲ τοὺς δράκοντας Ἀσκληπιοῦ μᾶλλον ἢ καὶ Τροφωνίου νομίζουσιν ἱεροὺς εἶναι.
これらはアスクレピオスとヒュギエイアのものであると推測することもできるが、トロポニオスとヘルキュナであってもよいだろう。 なぜなら彼らは、蛇をアスクレピオスだけでなく、トロポニオスにとっても神聖なものであるとみなしているからである。
ἐπὶ δὲ τῷ ποταμῷ μνῆμά ἐστιν Ἀρκεσιλάου· Λήϊτον δὲ ἀνακομίσαι φασὶ τοῦ Ἀρκεσιλάου τὰ ὀστᾶ ἐκ Τροίας.
川の近くにはアルケシラオスの墓があり、レイトスがアルケシラオスの遺骨をトロイアから持ち帰ったと言われている。
§9.39.4τὰ δὲ ἐπιφανέστατα ἐν τῷ ἄλσει Τροφωνίου ναὸς καὶ ἄγαλμά ἐστιν, Ἀσκληπιῷ καὶ τοῦτο εἰκασμένον·
その森で最も有名なものは、トロポニオスの神殿と像であり、これもアスクレピオスに似せて作られている。
Πραξιτέλης δὲ ἐποίησε τὸ ἄγαλμα.
プラクシテレスがその像を制作した。
ἔστι δὲ καὶ Δήμητρος ἱερὸν ἐπίκλησιν Εὐρώπης καὶ Ζεὺς Ὑέτιος ἐν ὑπαίθρῳ.
また、エウロペという呼び名を持つデメテルの神殿もあり、屋外には雨をもたらすゼウスの像がある。
ἀναβᾶσι δὲ ἐπὶ τὸ μαντεῖον καὶ αὐτόθεν ἰοῦσιν ἐς τὸ πρόσω τοῦ ὄρους, Κόρης ἐστὶ καλουμένη θήρα καὶ Διὸς Βασιλέως ναός.
神託所へと登り、そこから山のさらに奥へと進む人々には、コレの「狩り」と呼ばれる場所と、王ゼウスの神殿がある。
τοῦτον μὲν δὴ διὰ τὸ μέγεθος ἢ καὶ τῶν πολέμων τὸ ἀλλεπάλληλον ἀφείκασιν ἡμίεργον·
この神殿は、その大きさのためか、あるいは戦争が相次いだため、未完成のまま放置されている。
ἐν δὲ ἑτέρῳ ναῷ Κρόνου καὶ Ἥρας καὶ Διός ἐστιν ἀγάλματα.
しかし別の神殿には、クロノスとヘラとゼウスの像がある。
ἔστι δὲ καὶ Ἀπόλλωνος ἱερόν.
また、アポロンの神殿もある。
§9.39.5κατὰ δὲ τὸ μαντεῖον τοιάδε γίνεται.
神託所に関しては、次のようなことが行われる。
ἐπειδὰν ἀνδρὶ ἐς τοῦ Τροφωνίου κατιέναι δόξῃ, πρῶτα μὲν τεταγμένων ἡμερῶν δίαιταν ἐν οἰκήματι ἔχει, τὸ δὲ οἴκημα Δαίμονός τε ἀγαθοῦ καὶ Τύχης ἱερόν ἐστιν ἀγαθῆς·
ある人がトロポニオスの神託所へ下りていくことを決めたとき、まず第一に、定められた日数の間、ある建物の中で生活を送る。 その建物は「善き精霊」と「善き運命」の神殿である。
διαιτώμενος δὲ ἐνταῦθα τά τε ἄλλα καθαρεύει καὶ λουτρῶν εἴργεται θερμῶν, τὸ δὲ λουτρὸν ὁ ποταμός ἐστιν ἡ Ἕρκυνα·
そこで生活を送りながら、他の点でも身を清め、温かい入浴を避ける。 その入浴の場所はヘルキュナ川である。
καί οἱ καὶ κρέα ἄφθονά ἐστιν ἀπὸ τῶν θυσιῶν, θύει γὰρ δὴ ὁ κατιὼν αὐτῷ τε τῷ Τροφωνίῳ καὶ τοῦ Τροφωνίου τοῖς παισί, πρὸς δὲ Ἀπόλλωνί τε καὶ Κρόνῳ καὶ Διὶ ἐπίκλησιν Βασιλεῖ καὶ Ἥρᾳ τε Ἡνιόχῃ καὶ Δήμητρι ἣν ἐπονομάζοντες Εὐρώπην τοῦ Τροφωνίου φασὶν εἶναι τροφόν.
また、彼には犠牲式からの肉が十分に与えられる。 というのも、下りていく者はトロポニオス自身とトロポニオスの子供たち、さらにアポロン、クロノス、王と呼ばれるゼウス、馭者ヘラ、そしてエウロペと呼びつつトロポニオスの養母であると言っているデメテルに犠牲を捧げるからである。
§9.39.6καθʼ ἑκάστην δὲ τῶν θυσιῶν ἀνὴρ μάντις παρὼν ἐς τοῦ ἱερείου τὰ σπλάγχνα ἐνορᾷ, ἐνιδὼν δὲ προθεσπίζει τῷ κατιόντι εἰ δὴ αὐτὸν εὐμενὴς ὁ Τροφώνιος καὶ ἵλεως δέξεται.
それぞれの犠牲式の際に予言者が立ち会って、犠牲獣の内臓を観察し、それを観察した上で、下りていく者に、トロポニオスが彼を好意的に、また優しく受け入れるかどうかを前もって予言する。
τῶν μὲν δὴ ἄλλων ἱερείων τὰ σπλάγχνα οὐχ ὁμοίως δηλοῖ τοῦ Τροφωνίου τὴν γνώμην·
他の犠牲獣の内臓は、同じようにはトロポニオスの意図を示さない。
ἐν δὲ νυκτὶ ᾗ κάτεισιν ἕκαστος, ἐν ταύτῃ κριὸν θύουσιν ἐς βόθρον, ἐπικαλούμενοι τὸν Ἀγαμήδην.
各自が下りていく夜には、その夜に、彼らはアガメデスを呼び求めながら、穴の中に牡羊を犠牲に捧げる。
θυμάτων δὲ τῶν πρότερον πεφηνότων αἰσίων λόγος ἐστὶν οὐδείς, εἰ μὴ καὶ τοῦδε τοῦ κριοῦ τὰ σπλάγχνα τὸ αὐτὸ θέλοι λέγειν·
それ以前の犠牲が吉兆を示していたとしても、もしこの牡羊の内臓も同じことを示そうとしないならば、それは全く考慮されない。
ὁμολογούντων δὲ καὶ τούτων, τότε ἕκαστος ἤδη κάτεισιν εὔελπις, κάτεισι δὲ οὕτω.
これらも一致するならば、そのとき各自はもはや希望を抱いて下りていく。 そして以下のようにして下りていく。
§9.39.7πρῶτα μὲν ἐν τῇ νυκτὶ αὐτὸν ἄγουσιν ἐπὶ τὸν ποταμὸν τὴν Ἕρκυναν, ἀγαγόντες δὲ ἐλαίῳ χρίουσι καὶ λούουσι δύο παῖδες τῶν ἀστῶν ἔτη τρία που καὶ δέκα γεγονότες, οὓς Ἑρμᾶς ἐπονομάζουσιν·
まず夜の間に、彼らは彼をヘルキュナ川へと連れていく。 連れていった上で、13歳ほどになった市民の二人の少年が、オリーブ油を塗り、そして洗う。 この少年たちのことを人々はヘルマと呼んでいる。
οὗτοι τὸν καταβαίνοντά εἰσιν οἱ λούοντες καὶ ὁπόσα χρὴ διακονούμενοι ἅτε παῖδες.
この少年たちが、下りていく者を洗う者たちであり、少年として仕えるべきあらゆることを手伝う。
τὸ ἐντεῦθεν ὑπὸ τῶν ἱερέων οὐκ αὐτίκα ἐπὶ τὸ μαντεῖον, ἐπὶ δὲ ὕδατος πηγὰς ἄγεται·
そこからは、神官たちによってすぐには神託所へではなく、水の源泉へと連れていかれる。
αἱ δὲ ἐγγύτατά εἰσιν ἀλλήλων.
それらは互いにきわめて近くにある。