Humanitext Reader

パウサニアス · ギリシア案内記 §9.36.1-9.36.8

プレギュアス人の歴史とミニュアースの宝庫

403 / 465 箇所 · ギリシア語

要旨

エテอกレス亡き後の王位継承の歴史とプレギュアス人の略奪行為、およびミニュアースが築いた巨万の富と彼の建設した宝庫について述べる。また、妻の姦通者を殺害してオルコメノスに亡命し、姦通罪処罰の最初の法的先例となったヒュエトスの神話を語る。

§9.36.1γενομένης δὲ Ἐτεοκλεῖ τῆς τελευτῆς ἡ βασιλεία περιῆλθεν ἐς τὸ Ἄλμου γένος.
エテอกレスに死が訪れると、王位はハルモスの家系へと移行した。
Ἄλμῳ δὲ αὐτῷ μὲν θυγατέρες Χρυσογένεια ἐγένετο καὶ Χρύση·
ハルモス自身には、娘としてクリュソゲネイアとクリュセが生まれた。
Χρύσης δὲ τῆς Ἄλμου καὶ Ἄρεως ἔχει φήμη γενέσθαι Φλεγύαν, καὶ τὴν ἀρχὴν Ἐτεοκλέους ἀποθανόντος ἄπαιδος ὁ Φλεγύας ἔσχεν οὗτος.
ハルモスの娘クリュセとアレスの間にプレギュアスが生まれたという噂があり、エテอกレスが子供を残さずに死んだため、このプレギュアスが支配権を手に入れた。
τῇ μὲν δὴ χώρᾳ τῇ πάσῃ Φλεγυαντίδα ὄνομα εἶναι μετέθεντο ἀντὶ Ἀνδρηίδος,
彼らは国全体の名前を、アンドレイスに代えてプレギュアンティスと改めた。
§9.36.2πόλις δὲ ἐγένετο ἥ τε ἐξ ἀρχῆς οἰκισθεῖσα ἡ Ἀνδρηὶς καὶ προσέκτισεν ὁ Φλεγύας ὁμώνυμον αὑτῷ, τοὺς τὰ πολεμικὰ ἀρίστους Ἑλλήνων συλλέξας ἐς αὐτήν.
都市については、当初から入植されていたアンドレイスがあり、さらにプレギュアスが、ギリシア人の中で軍事に最も優れた者たちをそこに集めて、自分と同名の都市をその傍らに創建した。
καὶ ἀπέστησάν τε ἀνὰ χρόνον ἀπὸ τῶν ἄλλων Ὀρχομενίων ὑπὸ ἀνοίας καὶ τόλμης οἱ Φλεγύαι καὶ ἦγον καὶ ἔφερον τοὺς προσοίκους·
そしてやがてプレギュアス人たちは、愚行と大胆さのゆえに、他のオルコメノス人たちから離反し、近隣の住民を略奪するようになった。
τέλος δὲ καὶ ἐπὶ τὸ ἱερὸν συλήσοντες στρατεύουσι τὸ ἐν Δελφοῖς, ὅτε καὶ Φιλάμμων λογάσιν Ἀργείων ἐπʼ αὐτοὺς βοηθήσας αὐτός τε ἀπέθανεν ἐν τῇ μάχῃ καὶ οἱ τῶν Ἀργείων λογάδες.
ついに彼らはデルポイの神殿を略奪するために遠征し、そのときピラモンがアルゴス人の精鋭を率いて彼らに対抗して救援に赴いたが、彼自身も戦闘で死亡し、アルゴス人の精鋭たちも死亡した。
§9.36.3τοὺς δὲ Φλεγύας πολέμῳ μάλιστα Ἑλλήνων χαίρειν μαρτυρεῖ μοι καὶ ἔπη τῶν ἐν Ἰλιάδι περὶ Ἄρεως καὶ Φόβου τοῦ Ἄρεως πεποιημένα, " τὼ μὲν ἄρʼ εἰς Ἐφύρους πόλεμον μέτα θωρήσσεσθον ἠὲ μετὰ Φλεγύας μεγαλήτορας·
プレギュアス人たちがギリシア人の中で最も戦争を好むことについては、『イリアス』の中でアレスとその子ポボスについて詠まれた詩行も私に証言してくれている。 "彼ら二人はエピュロイ人たちの戦争へ、あるいは心高きプレギュアス人たちのもとへと武装して赴く。
" Ἐφύρους δὲ ἐνταῦθα ἐμοὶ δοκεῖν τοὺς ἐν τῇ Θεσπρωτίδι ἠπείρῳ λέγει.
"ここでいうエピュロイ人とは、私の思うに、テスプロティアの大陸地方に住む者たちのことである。
τὸ μὲν δὴ Φλεγυῶν γένος ἀνέτρεψεν ἐκ βάθρων ὁ θεὸς κεραυνοῖς συνεχέσι καὶ ἰσχυροῖς σεισμοῖς·
さて、プレギュアス人の民族は、神が絶え間ない落雷と激しい地震によって根底から覆した。
τοὺς δὲ ὑπολειπομένους νόσος ἐπιπεσοῦσα ἔφθειρε λοιμώδης, ὀλίγοι δὲ καὶ ἐς τὴν Φωκίδα διαφεύγουσιν ἐξ αὐτῶν.
そして生き残った者たちには疫病が襲いかかって滅ぼし、彼らのうちごく少数がフォキスへと逃げ延びた。
§9.36.4Φλεγύᾳ δὲ οὐ γενομένων παίδων ἐκδέχεται Χρύσης τὴν ἀρχήν, Χρυσογενείας τε ὢν τῆς Ἄλμου καὶ Ποσειδῶνος.
プレギュアスに子供が生まれなかったため、クリュセが支配権を引き継いだ。 彼はハルモスの娘クリュソゲネイアとポセイドンの子であった。
τούτῳ δὲ υἱὸς γίνεται τῷ Χρύσῃ Μινύας, καὶ ἀπʼ αὐτοῦ Μινύαι καὶ νῦν ἔτι ὧν ἦρχεν ὀνομάζονται.
このクリュセに、息子ミニュアースが生まれ、彼にちなんで、彼が支配した人々は今日でもなおミニュアース人と呼ばれている。
πρόσοδοι δὲ ἐγίνοντο τῷ Μινύᾳ τηλικαῦται μέγεθος ὡς ὑπερβαλέσθαι τοὺς πρὸ αὐτοῦ πλούτῳ·
ミニュアースに入る収入は、富において先人たちを凌駕するほど巨額のものであった。
θησαυρόν τε ἀνθρώπων ὧν ἴσμεν Μινύας πρῶτος ἐς ὑποδοχὴν χρημάτων ᾠκοδομήσατο.
アンドレイスの地に富をもたらしたミニュアースは、私たちが知る人間のうちで、財宝を収蔵するために最初に宝庫を建設した。
§9.36.5Ἕλληνες δὲ ἄρα εἰσὶ δεινοὶ τὰ ὑπερόρια ἐν θαύματι τίθεσθαι μείζονι ἢ τὰ οἰκεῖα, ὁπότε γε ἀνδράσιν ἐπιφανέσιν ἐς συγγραφὴν πυραμίδας μὲν τὰς παρὰ Αἰγυπτίοις ἐπῆλθεν ἐξηγήσασθαι πρὸς τὸ ἀκριβέστατον, θησαυρὸν δὲ τὸν Μινύου καὶ τὰ τείχη τὰ ἐν Τίρυνθι οὐδὲ ἐπὶ βραχὺ ἤγαγον μνήμης, οὐδὲν ὄντα ἐλάττονος θαύματος.
ギリシア人というのは、どうやら自国のものよりも外国のものを、より大きな驚異としてみなすのが得意であるらしい。 なぜなら、著述で名高い人々が、エジプト人のもとにあるピラミッドについては、極めて克明に説明することを思い立ったのに対して、ミニュアースの宝庫やティリュンスの城壁については、それらが少しも劣らぬ驚異であるにもかかわらず、わずかばかりの言及さえしなかったからである。
§9.36.6Μινύου δὲ ἦν Ὀρχομενός, καὶ ἐπὶ τούτου βασιλεύοντος ἥ τε πόλις Ὀρχομενὸς καὶ οἱ ἄνδρες ἐκλήθησαν Ὀρχομένιοι·
ミニュアースの子はオルコメノスであり、彼が王として統治していたときに、都市はオルコメノス、人々はオルコメノス人と呼ばれるようになった。
διέμεινε δὲ οὐδὲν ἧσσον καὶ Μινύας ἐπονομάζεσθαι σφᾶς ἐς διάκρισιν ἀπὸ Ὀρχομενίων τῶν ἐν Ἀρκαδίᾳ.
しかしそれにもかかわらず、アルカディアのオルコメノス人と区別するために、彼らがミニュアース人とも呼ばれ続けることは残った。
παρὰ τοῦτον τὸν Ὀρχομενὸν βασιλεύοντα Ὕηττος ἀφίκετο ἐξ Ἄργους, φεύγων ἐπὶ τῷ Μολούρου φόνῳ τοῦ Ἀρίσβαντος, ὅντινα ἀπέκτεινεν ἐπὶ γυναικὶ ἑλὼν γαμετῇ·
このオルコメノスが王として統治していたとき、ヒュエトスが、妻のことで密通の現場を押さえて殺害したアリスバスの子モルロスの殺害罪のために、アルゴスから逃れてやってきた。
καὶ αὐτῷ τῆς χώρας ἀπένειμεν Ὀρχομενὸς ὅση νῦν περί τε Ὕηττόν ἐστι τὴν κώμην καὶ ταύτῃ προσεχής.
そしてオルコメノスは、現在ヒュエトス村の周辺およびこれに隣接する地域にあたる土地を彼に分け与えた。
§9.36.7Ὑήττου δὲ ἐποιήσατο μνήμην καὶ ὁ τὰ ἔπη συνθεὶς ἃς μεγάλας Ἠοίας καλοῦσιν Ἕλληνες·
ヒュエトスについては、ギリシア人が『大ヘオイアイ』と呼んでいる詩篇を創作した詩人も言及している。
" Ὕηττος δὲ Μόλουρον Ἀρίσβαντος φίλον υἱόν κτείνας ἐν μεγάροις εὐνῆς ἕνεχʼ ἧς ἀλόχοιο, οἶκον ἀποπρολιπὼν φεῦγʼ Ἄργεος ἱπποβότοιο, ἷξεν δʼ Ὀρχομενὸν Μινυήιον·
"ヒュエトスは、アリスバスの愛する子モルロスを、妻の床のために館の中で殺し、家を後にして馬を養うアルゴスから逃れ、ミニュアース人のオルコメノスへと至った。
καί μιν ὅ γʼ ἥρως δέξατο καὶ κτεάνων μοῖραν πόρεν ὡς ἐπιεικές. "
そしてかの英雄は彼を受け入れ、当然の義務として財産の一部を分け与えた。
§9.36.8πρῶτος δὲ οὗτος ὁ Ὕηττος δίκην μοιχείας λαβὼν δῆλός ἐστι·
"このヒュエトスが、不義に対する処罰を行った最初の人物であることは明らかである。
καὶ χρόνῳ ὕστερον Δράκοντος Ἀθηναίοις θεσμοθετήσαντος ἐκ τῶν ἐκείνου κατέστη νόμων, οὓς ἔγραφεν ἐπὶ τῆς ἀρχῆς, ἄλλων τε ὁπόσων ἄδειαν εἶναι χρὴ καὶ δὴ καὶ τιμωρίας μοιχοῦ.
そして後世、ドラコンがアテナイ人のために法を制定したとき、彼がその執政期に書き留めた法律、すなわち免責されるべき他の事柄や、とりわけ姦通者に対する処罰に関する法律は、あのヒュエトスの先例に基づいて制定されたのである。
τὸ δὲ ἀξίωμα τῶν Μινυῶν ἐπὶ τοσοῦτο ἤδη προῆκτο, ὥστε καὶ Νηλεὺς Κρηθέως βασιλεύων Πύλου γυναῖκα ἔσχεν ἐξ Ὀρχομενοῦ Χλῶριν Ἀμφίονος τοῦ Ἰασίου.
また、ミニュアース人たちの名声はすでに非常に高まっていたため、クレーテウスの子でピュロスの王であったネーレウスでさえ、オルコメノスからイアシアスの子アンピーオーンの娘クローリスを妻として迎えたほどであった。

語釈・文法注

  1. 9.36.3ἐμοὶ δοκεῖν — 「私の思うに」を意味する独立不定詞(infinitive absolute)。文脈において挿入句的に機能し、著者の主観的な推測を添える。
  2. 9.36.5ὄντα — 分詞である。先行する男性単数名詞 θησαυρόν と中性複数名詞 τείχη という異なる性と数の対象を同時に修飾するため、中性複数形 ὄντα が選択されている。ここでは「〜であるにもかかわらず」という譲歩の意味を表す。
  3. 9.36.8ἐκ τῶν ἐκείνου — ἐκείνου(かの人)はドラコンではなく、姦通者を殺害した神話的先例を持つ「ヒュエトス」を指す。ドラコンの法(特に正当防衛や姦通者殺害の免責)が、ヒュエトスの行動を先例(τῶν ἐκείνου [νόμων/ἔργων])として制定されたことを意味する。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §9.36.1-9.36.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:9.36.1-9.36.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。