§9.36.1γενομένης δὲ Ἐτεοκλεῖ τῆς τελευτῆς ἡ βασιλεία περιῆλθεν ἐς τὸ Ἄλμου γένος.
When death came to Eteocles, the kingship devolved upon the family of Almus.
Ἄλμῳ δὲ αὐτῷ μὲν θυγατέρες Χρυσογένεια ἐγένετο καὶ Χρύση· Χρύσης δὲ τῆς Ἄλμου καὶ Ἄρεως ἔχει φήμη γενέσθαι Φλεγύαν, καὶ τὴν ἀρχὴν Ἐτεοκλέους ἀποθανόντος ἄπαιδος ὁ Φλεγύας ἔσχεν οὗτος.
To Almus himself were born daughters, Chrysogeneia and Chryse; and there is a report that Phlegyas was born of Chryse, the daughter of Almus, and Ares, and this Phlegyas held the rule after Eteocles died without child.
τῇ μὲν δὴ χώρᾳ τῇ πάσῃ Φλεγυαντίδα ὄνομα εἶναι μετέθεντο ἀντὶ Ἀνδρηίδος,
Indeed, they changed the name of the whole country to Phlegyantis instead of Andreis.
§9.36.2πόλις δὲ ἐγένετο ἥ τε ἐξ ἀρχῆς οἰκισθεῖσα ἡ Ἀνδρηὶς καὶ προσέκτισεν ὁ Φλεγύας ὁμώνυμον αὑτῷ, τοὺς τὰ πολεμικὰ ἀρίστους Ἑλλήνων συλλέξας ἐς αὐτήν.
As for cities, there was Andreis, which had been inhabited from the beginning, and Phlegyas founded another beside it, homonymous with himself, having gathered into it the best of the Greeks in military affairs.
καὶ ἀπέστησάν τε ἀνὰ χρόνον ἀπὸ τῶν ἄλλων Ὀρχομενίων ὑπὸ ἀνοίας καὶ τόλμης οἱ Φλεγύαι καὶ ἦγον καὶ ἔφερον τοὺς προσοίκους· τέλος δὲ καὶ ἐπὶ τὸ ἱερὸν συλήσοντες στρατεύουσι τὸ ἐν Δελφοῖς, ὅτε καὶ Φιλάμμων λογάσιν Ἀργείων ἐπʼ αὐτοὺς βοηθήσας αὐτός τε ἀπέθανεν ἐν τῇ μάχῃ καὶ οἱ τῶν Ἀργείων λογάδες.
And in course of time, the Phlegyans out of folly and boldness revolted from the other Orchomenians, and began to plunder their neighbors; and at last they even marched against the sanctuary at Delphi to pillage it, when Philammon also, having gone to help against them with chosen men of the Argives, himself died in the battle, as did the chosen men of the Argives.
§9.36.3τοὺς δὲ Φλεγύας πολέμῳ μάλιστα Ἑλλήνων χαίρειν μαρτυρεῖ μοι καὶ ἔπη τῶν ἐν Ἰλιάδι περὶ Ἄρεως καὶ Φόβου τοῦ Ἄρεως πεποιημένα,
"
τὼ μὲν ἄρʼ εἰς Ἐφύρους πόλεμον μέτα θωρήσσεσθον
ἠὲ μετὰ Φλεγύας μεγαλήτορας· "
Ἐφύρους δὲ ἐνταῦθα ἐμοὶ δοκεῖν τοὺς ἐν τῇ Θεσπρωτίδι ἠπείρῳ λέγει.
That the Phlegyans delight in war more than any other Greeks is testified to me also by the verses in the Iliad composed about Ares and Phobos (Terror), the son of Ares: "The two indeed arm themselves for war to go to the Ephyri, or to the great-hearted Phlegyans; "and the Ephyri here seem to me to refer to those on the Thesprotian mainland.
τὸ μὲν δὴ Φλεγυῶν γένος ἀνέτρεψεν ἐκ βάθρων ὁ θεὸς κεραυνοῖς συνεχέσι καὶ ἰσχυροῖς σεισμοῖς· τοὺς δὲ ὑπολειπομένους νόσος ἐπιπεσοῦσα ἔφθειρε λοιμώδης, ὀλίγοι δὲ καὶ ἐς τὴν Φωκίδα διαφεύγουσιν ἐξ αὐτῶν.
Indeed, the race of the Phlegyans was overthrown from its foundations by the god with continuous thunderbolts and violent earthquakes; and a pestilential disease fell upon the survivors and destroyed them, while only a few of them escaped to Phocis.
§9.36.4Φλεγύᾳ δὲ οὐ γενομένων παίδων ἐκδέχεται Χρύσης τὴν ἀρχήν, Χρυσογενείας τε ὢν τῆς Ἄλμου καὶ Ποσειδῶνος.
Since Phlegyas had no children, Chryses succeeded to the rule, being the son of Chrysogeneia, the daughter of Almus, and Poseidon.
τούτῳ δὲ υἱὸς γίνεται τῷ Χρύσῃ Μινύας, καὶ ἀπʼ αὐτοῦ Μινύαι καὶ νῦν ἔτι ὧν ἦρχεν ὀνομάζονται.
And to this Chryses was born a son, Minyas, and after him the people whom he ruled are even now still called Minyae.
πρόσοδοι δὲ ἐγίνοντο τῷ Μινύᾳ τηλικαῦται μέγεθος ὡς ὑπερβαλέσθαι τοὺς πρὸ αὐτοῦ πλούτῳ· θησαυρόν τε ἀνθρώπων ὧν ἴσμεν Μινύας πρῶτος ἐς ὑποδοχὴν χρημάτων ᾠκοδομήσατο.
And revenues came in to Minyas of such great size as to surpass his predecessors in wealth; and Minyas was the first of men whom we know to have built a treasury for the reception of money.
§9.36.5Ἕλληνες δὲ ἄρα εἰσὶ δεινοὶ τὰ ὑπερόρια ἐν θαύματι τίθεσθαι μείζονι ἢ τὰ οἰκεῖα, ὁπότε γε ἀνδράσιν ἐπιφανέσιν ἐς συγγραφὴν πυραμίδας μὲν τὰς παρὰ Αἰγυπτίοις ἐπῆλθεν ἐξηγήσασθαι πρὸς τὸ ἀκριβέστατον, θησαυρὸν δὲ τὸν Μινύου καὶ τὰ τείχη τὰ ἐν Τίρυνθι οὐδὲ ἐπὶ βραχὺ ἤγαγον μνήμης, οὐδὲν ὄντα ἐλάττονος θαύματος.
The Greeks indeed are clever at holding foreign things in greater wonder than those of their own land, since famous men have been moved to describe the pyramids among the Egyptians with the greatest accuracy, but have not brought the treasury of Minyas and the walls at Tiryns even to a brief mention, though they are of no less wonder.
§9.36.6Μινύου δὲ ἦν Ὀρχομενός, καὶ ἐπὶ τούτου βασιλεύοντος ἥ τε πόλις Ὀρχομενὸς καὶ οἱ ἄνδρες ἐκλήθησαν Ὀρχομένιοι· διέμεινε δὲ οὐδὲν ἧσσον καὶ Μινύας ἐπονομάζεσθαι σφᾶς ἐς διάκρισιν ἀπὸ Ὀρχομενίων τῶν ἐν Ἀρκαδίᾳ.
And the son of Minyas was Orchomenus, and when he was king, both the city was called Orchomenus and the men Orchomenians; but it remained nonetheless for them to be called Minyae as well, to distinguish them from the Orchomenians in Arcadia.
παρὰ τοῦτον τὸν Ὀρχομενὸν βασιλεύοντα Ὕηττος ἀφίκετο ἐξ Ἄργους, φεύγων ἐπὶ τῷ Μολούρου φόνῳ τοῦ Ἀρίσβαντος, ὅντινα ἀπέκτεινεν ἐπὶ γυναικὶ ἑλὼν γαμετῇ· καὶ αὐτῷ τῆς χώρας ἀπένειμεν Ὀρχομενὸς ὅση νῦν περί τε Ὕηττόν ἐστι τὴν κώμην καὶ ταύτῃ προσεχής.
To this Orchomenus when he was king came Hyettus from Argos, fleeing because of the murder of Molurus, the son of Arisbas, whom he had killed having caught him with his wedded wife; and Orchomenus assigned to him as much of the land as is now around the village of Hyettus and adjacent to it.
§9.36.7Ὑήττου δὲ ἐποιήσατο μνήμην καὶ ὁ τὰ ἔπη συνθεὶς ἃς μεγάλας Ἠοίας καλοῦσιν Ἕλληνες· "
Ὕηττος δὲ Μόλουρον Ἀρίσβαντος φίλον υἱόν
κτείνας ἐν μεγάροις εὐνῆς ἕνεχʼ ἧς ἀλόχοιο,
οἶκον ἀποπρολιπὼν φεῦγʼ Ἄργεος ἱπποβότοιο,
ἷξεν δʼ Ὀρχομενὸν Μινυήιον· καί μιν ὅ γʼ ἥρως
δέξατο καὶ κτεάνων μοῖραν πόρεν ὡς ἐπιεικές. "
And of Hyettus mention was also made by the author of the verses which the Greeks call the Great Eoiae: "And Hyettus, having slain Molurus, the dear son of Arisbas, in the halls on account of the bed of his wife, leaving his home fled from horse-pasturing Argos, and came to Minyean Orchomenus; and the hero received him and gave him a share of possessions, as was fitting.
§9.36.8πρῶτος δὲ οὗτος ὁ Ὕηττος δίκην μοιχείας λαβὼν δῆλός ἐστι· καὶ χρόνῳ ὕστερον Δράκοντος Ἀθηναίοις θεσμοθετήσαντος ἐκ τῶν ἐκείνου κατέστη νόμων, οὓς ἔγραφεν ἐπὶ τῆς ἀρχῆς, ἄλλων τε ὁπόσων ἄδειαν εἶναι χρὴ καὶ δὴ καὶ τιμωρίας μοιχοῦ.
"And this Hyettus is clearly the first to have taken vengeance for adultery; and in later times, when Draco made laws for the Athenians, it was established from his laws, which he wrote during his archonship, concerning both what other things ought to have impunity and indeed also the punishments for an adulterer.
τὸ δὲ ἀξίωμα τῶν Μινυῶν ἐπὶ τοσοῦτο ἤδη προῆκτο, ὥστε καὶ Νηλεὺς Κρηθέως βασιλεύων Πύλου γυναῖκα ἔσχεν ἐξ Ὀρχομενοῦ Χλῶριν Ἀμφίονος τοῦ Ἰασίου.
And the prestige of the Minyae had already advanced to such a point that even Neleus, the son of Cretheus, ruling over Pylos, took a wife from Orchomenus, Chloris, the daughter of Amphion, the son of Iasius.