Humanitext Reader

保萨尼亚斯 · 希腊志 §9.36.1-9.36.8

弗勒古亚斯人的历史与米纽亚斯的宝库

第 403 段,共 465 段 · 希腊语

内容简介

记述了埃特奥克勒斯去世后,王位传至弗勒γ亚斯和米纽亚斯的过程、弗勒γ亚斯人的侵略及毁灭,以及米纽亚斯著名宝库的修建。同时详细讲述了许埃托斯因杀死通奸者而逃往奥尔霍墨诺斯的故事,这为后世希腊立法者惩罚通奸提供了首个法律先例。

§9.36.1γενομένης δὲ Ἐτεοκλεῖ τῆς τελευτῆς ἡ βασιλεία περιῆλθεν ἐς τὸ Ἄλμου γένος.
当埃特奥克勒斯去世时,王位传到了阿尔穆斯的家族。
Ἄλμῳ δὲ αὐτῷ μὲν θυγατέρες Χρυσογένεια ἐγένετο καὶ Χρύση· Χρύσης δὲ τῆς Ἄλμου καὶ Ἄρεως ἔχει φήμη γενέσθαι Φλεγύαν, καὶ τὴν ἀρχὴν Ἐτεοκλέους ἀποθανόντος ἄπαιδος ὁ Φλεγύας ἔσχεν οὗτος.
阿尔穆斯本人有女儿克律索革奈亚和克律塞;有传闻说,阿尔穆斯之女克律塞与阿瑞斯生下了弗勒γ亚斯,由于埃特奥克勒斯无子而终,这位弗勒γ亚斯便继承了统治权。
τῇ μὲν δὴ χώρᾳ τῇ πάσῃ Φλεγυαντίδα ὄνομα εἶναι μετέθεντο ἀντὶ Ἀνδρηίδος,
他们确实将整个地区的名称更改为弗勒γ安提斯,以取代先前的安德勒伊斯。
§9.36.2πόλις δὲ ἐγένετο ἥ τε ἐξ ἀρχῆς οἰκισθεῖσα ἡ Ἀνδρηὶς καὶ προσέκτισεν ὁ Φλεγύας ὁμώνυμον αὑτῷ, τοὺς τὰ πολεμικὰ ἀρίστους Ἑλλήνων συλλέξας ἐς αὐτήν.
至于城市,除了最初建立的安德勒伊斯之外,弗勒γ亚斯又在其旁新建了一座与自己同名的城市,并将希腊人中军事上最优秀的人聚集在其中。
καὶ ἀπέστησάν τε ἀνὰ χρόνον ἀπὸ τῶν ἄλλων Ὀρχομενίων ὑπὸ ἀνοίας καὶ τόλμης οἱ Φλεγύαι καὶ ἦγον καὶ ἔφερον τοὺς προσοίκους· τέλος δὲ καὶ ἐπὶ τὸ ἱερὸν συλήσοντες στρατεύουσι τὸ ἐν Δελφοῖς, ὅτε καὶ Φιλάμμων λογάσιν Ἀργείων ἐπʼ αὐτοὺς βοηθήσας αὐτός τε ἀπέθανεν ἐν τῇ μάχῃ καὶ οἱ τῶν Ἀργείων λογάδες.
随着时间的推移,弗勒γ亚斯人出于愚蠢和胆大妄为,脱离了其他的奥尔霍墨诺斯人,并开始劫掠邻里;最后他们甚至出兵企图劫掠德尔斐的神殿,当时菲拉蒙率领阿耳戈斯人的精锐部队前去抗击并援助,他本人以及阿耳戈斯人的精锐部队都在战斗中阵亡了。
§9.36.3τοὺς δὲ Φλεγύας πολέμῳ μάλιστα Ἑλλήνων χαίρειν μαρτυρεῖ μοι καὶ ἔπη τῶν ἐν Ἰλιάδι περὶ Ἄρεως καὶ Φόβου τοῦ Ἄρεως πεποιημένα, " τὼ μὲν ἄρʼ εἰς Ἐφύρους πόλεμον μέτα θωρήσσεσθον ἠὲ μετὰ Φλεγύας μεγαλήτορας· " Ἐφύρους δὲ ἐνταῦθα ἐμοὶ δοκεῖν τοὺς ἐν τῇ Θεσπρωτίδι ἠπείρῳ λέγει.
弗勒γ亚斯人比其他任何希腊人都更喜好战争,对此《伊利亚特》中关于阿瑞斯及其子福波斯(恐怖)的诗句也向我作了证言: “两人于是全副武装前往埃菲里人的战场,或者前往心高气傲的弗勒γ亚斯人那里;” 在这里,依我之见,埃菲里人是指居住在塞斯普罗蒂亚大陆上的人。
τὸ μὲν δὴ Φλεγυῶν γένος ἀνέτρεψεν ἐκ βάθρων ὁ θεὸς κεραυνοῖς συνεχέσι καὶ ἰσχυροῖς σεισμοῖς· τοὺς δὲ ὑπολειπομένους νόσος ἐπιπεσοῦσα ἔφθειρε λοιμώδης, ὀλίγοι δὲ καὶ ἐς τὴν Φωκίδα διαφεύγουσιν ἐξ αὐτῶν.
后来,神用不断的雷霆和强烈的地震,将弗勒γ亚斯人的族群连根拔起;一场瘟疫又降临在幸存者身上,将他们消灭殆尽,他们中只有极少数人逃到了福基斯。
§9.36.4Φλεγύᾳ δὲ οὐ γενομένων παίδων ἐκδέχεται Χρύσης τὴν ἀρχήν, Χρυσογενείας τε ὢν τῆς Ἄλμου καὶ Ποσειδῶνος.
由于弗勒γ亚斯没有子嗣,克律塞斯继承了统治权,他是阿尔穆斯之女克律索革奈亚和波塞冬的儿子。
τούτῳ δὲ υἱὸς γίνεται τῷ Χρύσῃ Μινύας, καὶ ἀπʼ αὐτοῦ Μινύαι καὶ νῦν ἔτι ὧν ἦρχεν ὀνομάζονται.
这位克律塞斯生有一子名为米纽亚斯,他所统治的人民至今仍因他而被称作米纽亚斯人。
πρόσοδοι δὲ ἐγίνοντο τῷ Μινύᾳ τηλικαῦται μέγεθος ὡς ὑπερβαλέσθαι τοὺς πρὸ αὐτοῦ πλούτῳ· θησαυρόν τε ἀνθρώπων ὧν ἴσμεν Μινύας πρῶτος ἐς ὑποδοχὴν χρημάτων ᾠκοδομήσατο.
米纽亚斯的收入非常巨大,以至于在财富上超越了前人;在我们所知的人类中,米纽亚斯是第一个建造宝库以存放钱财的人。
§9.36.5Ἕλληνες δὲ ἄρα εἰσὶ δεινοὶ τὰ ὑπερόρια ἐν θαύματι τίθεσθαι μείζονι ἢ τὰ οἰκεῖα, ὁπότε γε ἀνδράσιν ἐπιφανέσιν ἐς συγγραφὴν πυραμίδας μὲν τὰς παρὰ Αἰγυπτίοις ἐπῆλθεν ἐξηγήσασθαι πρὸς τὸ ἀκριβέστατον, θησαυρὸν δὲ τὸν Μινύου καὶ τὰ τείχη τὰ ἐν Τίρυνθι οὐδὲ ἐπὶ βραχὺ ἤγαγον μνήμης, οὐδὲν ὄντα ἐλάττονος θαύματος.
希腊人确实善于将国外的事物看得比本国的事物更为奇特,因为那些名声显赫的著述家们,会极其详尽地去阐述埃及人那里的金字塔,却连片言只语都未提及米纽亚斯的宝库和蒂林斯的城墙,尽管这些绝不逊色于任何奇迹。
§9.36.6Μινύου δὲ ἦν Ὀρχομενός, καὶ ἐπὶ τούτου βασιλεύοντος ἥ τε πόλις Ὀρχομενὸς καὶ οἱ ἄνδρες ἐκλήθησαν Ὀρχομένιοι· διέμεινε δὲ οὐδὲν ἧσσον καὶ Μινύας ἐπονομάζεσθαι σφᾶς ἐς διάκρισιν ἀπὸ Ὀρχομενίων τῶν ἐν Ἀρκαδίᾳ.
米纽亚斯的儿子是奥尔霍墨诺斯,在他统治期间,这座城市被称为奥尔霍墨诺斯,人民被称为奥尔霍墨诺斯人;但他们依然被称为米纽亚斯人,以便与阿卡迪亚的奥尔霍墨诺斯人相区别。
παρὰ τοῦτον τὸν Ὀρχομενὸν βασιλεύοντα Ὕηττος ἀφίκετο ἐξ Ἄργους, φεύγων ἐπὶ τῷ Μολούρου φόνῳ τοῦ Ἀρίσβαντος, ὅντινα ἀπέκτεινεν ἐπὶ γυναικὶ ἑλὼν γαμετῇ· καὶ αὐτῷ τῆς χώρας ἀπένειμεν Ὀρχομενὸς ὅση νῦν περί τε Ὕηττόν ἐστι τὴν κώμην καὶ ταύτῃ προσεχής.
在此奥尔霍墨诺斯执政期间,许埃托斯因为杀害了阿里斯巴斯之子莫卢罗斯(他因妻子之事当场抓获并杀死了他)而从阿耳戈斯逃亡至此;奥尔霍墨诺斯将现在许埃托斯村周围及与之相连的土地分给了他。
§9.36.7Ὑήττου δὲ ἐποιήσατο μνήμην καὶ ὁ τὰ ἔπη συνθεὶς ἃς μεγάλας Ἠοίας καλοῦσιν Ἕλληνες· " Ὕηττος δὲ Μόλουρον Ἀρίσβαντος φίλον υἱόν κτείνας ἐν μεγάροις εὐνῆς ἕνεχʼ ἧς ἀλόχοιο, οἶκον ἀποπρολιπὼν φεῦγʼ Ἄργεος ἱπποβότοιο, ἷξεν δʼ Ὀρχομενὸν Μινυήιον· καί μιν ὅ γʼ ἥρως δέξατο καὶ κτεάνων μοῖραν πόρεν ὡς ἐπιεικές.
希腊人称为《大赫俄亚》的史诗作者也对许埃托斯作了记载: “许埃托斯在殿堂里因妻子的床笫之事,杀死了阿里斯巴斯心爱的儿子莫卢罗斯,他抛弃家园,逃离了牧马的阿耳戈斯,来到了米纽亚斯人的奥尔霍墨诺斯;而那位英雄接纳了他,并按常理分给了他一份产业。
" §9.36.8πρῶτος δὲ οὗτος ὁ Ὕηττος δίκην μοιχείας λαβὼν δῆλός ἐστι· καὶ χρόνῳ ὕστερον Δράκοντος Ἀθηναίοις θεσμοθετήσαντος ἐκ τῶν ἐκείνου κατέστη νόμων, οὓς ἔγραφεν ἐπὶ τῆς ἀρχῆς, ἄλλων τε ὁπόσων ἄδειαν εἶναι χρὴ καὶ δὴ καὶ τιμωρίας μοιχοῦ.
” 显而易见,这位许埃托斯是第一个对通奸进行惩罚的人;在后来的时代,德拉孔为雅典人制定法律时,他执政期间所写下的法律中,关于哪些其他事情应当免予起诉,尤其是关于对奸夫的惩罚,就是根据许埃托斯的先例而确立的。
τὸ δὲ ἀξίωμα τῶν Μινυῶν ἐπὶ τοσοῦτο ἤδη προῆκτο, ὥστε καὶ Νηλεὺς Κρηθέως βασιλεύων Πύλου γυναῖκα ἔσχεν ἐξ Ὀρχομενοῦ Χλῶριν Ἀμφίονος τοῦ Ἰασίου.
此时,米纽亚斯人的威望已经达到了如此高的地步,以至于克雷修斯之子、皮洛斯之王涅琉斯也从奥尔霍墨诺斯迎娶了伊阿西俄斯之子安菲翁的女儿克洛里斯。

词汇与语法注释

  1. 9.36.3ἐμοὶ δοκεῖν — 意为“在我看来”的绝对不定式(独立不定式),在句中起插入语作用,表达作者的主观推测。
  2. 9.36.5ὄντα — 这是一个分词。为了同时修饰前面阳性单数名词 θησαυρόν 和中性复数名词 τείχη 这两个不同阴阳性和单复数的词,这里选择了中性复数形式 ὄντα。在此处表示让步(“尽管它们是……”)。
  3. 9.36.8ἐκ τῶν ἐκείνου — 指示代词 ἐκείνου 指的并非德拉孔,而是指因杀死通奸者而留下神话先例的“许埃托斯”。这意味着德拉孔关于正当防卫或惩罚通奸者的法律,是基于许埃托斯的先例(τῶν ἐκείνου)而制定出来的。

引用这一段

保萨尼亚斯, 希腊志 §9.36.1-9.36.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:9.36.1-9.36.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。