§9.35.1τὸν δὲ Ἐτεοκλέα λέγουσιν οἱ Βοιωτοὶ Χάρισιν ἀνθρώπων θῦσαι πρῶτον.
しかしボイオティア人たちは、エテอกレスが人間のうちで最初にカリスたちに犠牲を捧げたと言っている。
καὶ ὅτι μὲν τρεῖς εἶναι Χάριτας κατεστήσατο ἴσασιν, ὀνόματα δὲ οἷα ἔθετο αὐταῖς οὐ μνημονεύουσιν·
そして彼がカリスたちを三人であると定めたことは知っているが、彼女たちにどのような名前を与えたのかは覚えていない。
ἐπεὶ Λακεδαιμόνιοί γε εἶναι Χάριτας δύο καὶ Λακεδαίμονα ἱδρύσασθαι τὸν Ταϋγέτης φασὶν αὐτὰς καὶ ὀνόματα θέσθαι Κλήταν καὶ Φαένναν.
というのも、ラケダイモン人たちは、カリスたちが二人であり、タユゲテの子ラケダイモンが彼女たちを祀ってクレタとパエンナという名を与えたと言っているからである。
§9.35.2ἐοικότα μὲν δὴ Χάρισιν ὀνόματα καὶ ταῦτα, ἐοικότα δὲ καὶ παρʼ Ἀθηναίοις·
まことに、これらの名前もカリスたちに相応しいものであり、アテナイ人における名前も相応しいものである。
τιμῶσι γὰρ ἐκ παλαιοῦ καὶ Ἀθηναῖοι Χάριτας Αὐξὼ καὶ Ἡγεμόνην.
アテナイ人もまた、古くからカリスたちとしてアウクソとヘゲモネを崇拝しているからである。
τὸ γὰρ τῆς Καρποῦς ἐστὶν οὐ Χάριτος ἀλλὰ Ὥρας ὄνομα·
というのも、カルポという名はカリスではなくホラ(季節の女神)の名だからである。
τῇ δὲ ἑτέρᾳ τῶν Ὡρῶν νέμουσιν ὁμοῦ τῇ Πανδρόσῳ τιμὰς οἱ Ἀθηναῖοι, Θαλλὼ τὴν θεὸν ὀνομάζοντες.
そしてアテナイ人は、もう一人のホラにパンドロソスとともに行う崇拝を割り当て、その女神をタロと呼んでいる。
§9.35.3παρὰ δὲ Ἐτεοκλέους τοῦ Ὀρχομενίου μαθόντες τρισὶν ἤδη νομίζομεν Χάρισιν εὔχεσθαι·
しかし、オルコメノスのエテอกレスから学んだことで、私たちは今やカリスたちが三人であるとして祈るのが習慣となっている。
καὶ Ἀγγελίων τε καὶ Τεκταῖος†ὅσοι γε Διονύσου †τὸν Ἀπόλλωνα ἐργασάμενοι Δηλίοις τρεῖς ἐποίησαν ἐπὶ τῇ χειρὶ αὐτοῦ Χάριτας·
また、アンゲリオンとテクタイオスは、デロス島の人々のためにアポロン像を制作した際、その手の上に三人のカリスたちを作った。
καὶ Ἀθήνῃσι πρὸ τῆς ἐς τὴν ἀκρόπολιν ἐσόδου Χάριτές εἰσι καὶ αὗται τρεῖς, παρὰ δὲ αὐταῖς τελετὴν ἄγουσιν ἐς τοὺς πολλοὺς ἀπόρρητον.
アテナイでも、アクロポリスの入り口の手前にカリスたちがおり、これらもやはり三人であって、その傍らで人々は多くに秘された儀式を執り行っている。
§9.35.4Πάμφως μὲν δὴ πρῶτος ὧν ἴσμεν ᾖσεν ἐς Χάριτας, πέρα δὲ οὔτε ἀριθμοῦ πέρι οὔτε ἐς τὰ ὀνόματά ἐστιν οὐδὲν αὐτῷ πεποιημένον·
私たちが知る限りでは、パンポースが最初にカリスたちに向けて歌ったが、その数についても名前についても、彼の詩の中にはそれ以上の記述は一切なされていない。
Ὅμηρος δὲ—ἐμνημόνευσε γὰρ Χαρίτων καὶ οὗτος—τὴν μὲν Ἡφαίστου γυναῖκα εἶναι λέγει καὶ ὄνομα αὐτῇ τίθεται Χάριν, Πασιθέας δὲ εἶναί φησιν ἐραστὴν Ὕπνον, ἐν δὲ Ὕπνου τοῖς λόγοις τὸ ἔπος ἐποίησεν
"
ἦ μέν μοι δώσειν Χαρίτων μίαν ὁπλοτεράων.
ホメロスは――彼もまたカリスたちに言及しているが――一人はヘパイストスの妻であると言い、彼女にカリスという名を与えている。 またヒュプノスがパシテアの恋人であると言い、ヒュプノスの言葉の中に次の詩行を詠み込んでいる。 "まことに彼は若い方のカリスたちの一人を私に与えるだろう。
"
τούτου δὲ ἕνεκα ὑπόνοια δὴ παρέστη τισὶν ὡς Χάριτας ἄρα καὶ πρεσβυτέρας οἶδεν ἄλλας Ὅμηρος.
"このため、ホメロスは他により年長のカリスたちを知っていたに違いないという疑念が、一部の人々に生じたのである。
§9.35.5Ἡσίοδος δὲ ἐν Θεογονίᾳ—προσιέσθω δὲ ὅτῳ φίλον τὴν Θεογονίαν—, ἐν δʼ οὖν τῇ ποιήσει ταύτῃ τὰς Χάριτάς φησιν εἶναι Διός τε καὶ Εὐρυνόμης καί σφισιν ὀνόματα Εὐφροσύνην τε καὶ Ἀγλαΐαν εἶναι καὶ Θαλίαν.
ヘシオドスは『神統記』の中で――『神統記』を受け入れたいと思う者はそうすればよいが――、ともかくこの詩の中で、カリスたちはゼウスとエウリュノメの娘たちであり、彼女たちの名前はエウプロシュネ、アグライア、タレイアであると言っている。
κατὰ ταὐτὰ δὲ ἐν ἔπεσίν ἐστι τοῖς Ὀνομακρίτου.
また、オノマクリトスの詩行においても同様である。
Ἀντίμαχος δὲ οὔτε ἀριθμὸν Χαρίτων οὔτε ὀνόματα εἰπὼν Αἴγλης εἶναι θυγατέρας καὶ Ἡλίου φησὶν αὐτάς.
これに対しアンティマコスは、カリスたちの数も名前も語らず、彼女たちをアイグレとヘリオスの娘たちであると言っている。
Ἑρμησιάνακτι δὲ τῷ τὰ ἐλεγεῖα γράψαντι τοσόνδε οὐ κατὰ τὴν τῶν πρότερον δόξαν ἐστὶν αὐτῷ πεποιημένον, ὡς ἡ Πειθὼ Χαρίτων εἴη καὶ αὐτὴ μία.
エレゲイア詩を書いたヘルメシアナクスにおいては、先人の意見とは異なり、ペイトーもまたカリスたちの一人であるという風に詠まれている。
§9.35.6ὅστις δὲ ἦν ἀνθρώπων ὁ γυμνὰς πρῶτος Χάριτας ἤτοι πλάσας ἢ γραφῇ μιμησάμενος, οὐχ οἷόν τε ἐγένετο πυθέσθαι με, ἐπεὶ τά γε ἀρχαιότερα ἐχούσας ἐσθῆτα οἵ τε πλάσται καὶ κατὰ ταὐτὰ ἐποίουν οἱ ζωγράφοι·
カリスたちを最初に裸体で、彫刻にしろ絵画にしろ表した人間が誰であったのか、私は突き止めることができなかった。 というのも、より古い時代においては、彫刻家たちも同様に画家たちも、彼女たちを衣服を着た姿で作っていたからである。
καὶ Σμυρναίοις τοῦτο μὲν ἐν τῷ ἱερῷ τῶν Νεμέσεων ὑπὲρ τῶν ἀγαλμάτων χρυσοῦ Χάριτες ἀνάκεινται, τέχνη Βουπάλου, τοῦτο δέ σφισιν ἐν τῷ Ὠιδείῳ Χάριτός ἐστιν εἰκών, Ἀπελλοῦ γραφή, Περγαμηνοῖς δὲ ὡσαύτως ἐν τῷ Ἀττάλου θαλάμῳ, Βουπάλου καὶ αὗται·
そしてスミュルナ人たちには、一方ではネメシスたちの神殿において、神像の上に金製のカリスたちが奉納されており、これはブーパロスの作である。 また他方では、彼らの音楽堂にアペレスの描いたカリスの絵がある。 ペルガモン人たちのもとでも同様に、アッタロスの寝室にこれらがあり、これもブーパロスの作である。
§9.35.7καὶ πρὸς τῷ ὀνομαζομένῳ Πυθίῳ Χάριτες καὶ ἐνταῦθά εἰσι Πυθαγόρου γράψαντος Παρίου·
また、ピュティオンと呼ばれる神殿のそばにもカリスたちがおり、ここにあるのはパロス人ピュタゴラスが描いたものである。
Σωκράτης τε ὁ Σωφρονίσκου πρὸ τῆς ἐς τὴν ἀκρόπολιν ἐσόδου Χαρίτων εἰργάσατο ἀγάλματα Ἀθηναίοις.
そしてソプロニスコスの子ソクラテスも、アクロポリスの入り口の手前に、アテナイ人のためにカリスたちの像を制作した。
καὶ ταῦτα μέν ἐστιν ὁμοίως ἅπαντα ἐν ἐσθῆτι, οἱ δὲ ὕστερον— οὐκ οἶδα ἐφʼ ὅτῳ—μεταβεβλήκασι τὸ σχῆμα αὐταῖς·
そしてこれらはすべて等しく衣服をまとっているが、後世の者たちは――いかなる理由によるのかは知らないが――彼女たちの形態を変更した。
Χάριτας γοῦν οἱ κατʼ ἐμὲ ἔπλασσόν τε καὶ ἔγραφον γυμνάς.
ともかく私の時代の者たちは、カリスたちを裸体で制作し、また描いているのである。