§9.37.1ἔδει δὲ ἄρα παυσθῆναι καὶ τὸ Ἄλμου γένος·
だが、やはりアルモスの家系もまた途絶える運命にあった。
οὐχ ὑπολείπεται γὰρ παῖδα Ὀρχομενός, καὶ οὕτως ἐς Κλύμενον τὸν Πρέσβωνος τοῦ Φρίξου περιῆλθεν ἡ ἀρχή.
なぜならオルコメノスは子を残さず、このようにして支配権はプリクソスの子プレスボーンの息子クリュメノスへと移行したからである。
Κλυμένου δὲ γίνονται παῖδες, πρεσβύτατος μὲν Ἐργῖνος, ἐπὶ δὲ αὐτῷ Στράτιος καὶ Ἄρρων καὶ Πύλεος, νεώτατος δὲ Ἀζεύς.
クリュメノスには子らが生まれた。 最年長はエルギノス、彼の次がストラティオス、アローン、ピュレオス、そして最年少がアゼウスである。
Κλύμενον μὲν ἐν τῇ ἑορτῇ τοῦ Ὀγχηστίου Ποσειδῶνος Θηβαίων φονεύουσιν ἄνδρες ἐξ ἀφορμῆς μικρᾶς ἐς ἅπαν θυμοῦ προαχθέντες·
オンケースティオスのポセイドンの祭りの際、クリュメノスはテーバイの人々によって殺害された。 彼らは些細なきっかけから極限の怒りへと駆り立てられたのである。
Ἐργῖνος δὲ ὁ πρεσβύτατος τῶν Κλυμένου παίδων τὴν βασιλείαν παραλαμβάνει.
そしてクリュメノスの子らの最年長であるエルギノスが王位を引き継いだ。
§9.37.2δύναμιν δὲ αὐτίκα αὐτός τε καὶ οἱ ἀδελφοὶ συλλέξαντες ἦλθον ἐπὶ τὰς Θήβας·
彼自身と兄弟たちはすぐに軍勢を集め、テーバイへと進軍した。
καὶ μάχῃ μὲν ἐκράτησαν, τὸ δὲ ἀπὸ τούτου χωροῦσιν ἐς ὁμολογίαν Θηβαίους κατὰ ἔτος ἕκαστον τελεῖν δασμὸν τοῦ Κλυμένου φόνου.
そして戦いで勝利し、その後、テーバイ人がクリュメノス殺害の償いとして毎年貢納を支払うという合意に達した。
Ἡρακλέους δὲ ἐπιτραφέντος ἐν Θήβαις, οὕτω τοῦ δασμοῦ τε ἠλευθερώθησαν οἱ Θηβαῖοι καὶ οἱ Μινύαι μεγάλως τῷ πολέμῳ προσέπταισαν·
しかしヘラクレスがテーバイで成長すると、このようにしてテーバイ人は貢納から解放され、ミニュアース人たちは戦争で大打撃を被った。
§9.37.3Ἐργῖνος δὲ ἅτε κεκακωμένων ἐς τὸ ἔσχατον τῶν πολιτῶν πρὸς μὲν τὸν Ἡρακλέα ἐποιήσατο εἰρήνην, πλοῦτον δὲ τὸν πρότερον καὶ εὐδαιμονίαν ἐκείνην ἀνασώσασθαι ζητῶν ἠμέλησεν ἁπάντων ὁμοίως τῶν ἄλλων, ὥστε καὶ ἔλαθεν ἄγαμος καὶ ἄπαις ἀφικόμενος ἐς γῆρας.
エルギノスは、市民たちが極限まで疲弊していたため、ヘラクレスとの間には和睦を結んだが、かつての富とあの繁栄を取り戻そうと努めるあまり、他のすべてのことを同様に疎かにしたため、自分でも気づかぬうちに、未婚のまま、また子供のないまま老境に達してしまった。
ὡς δὲ αὐτῷ χρήματα συνείλεκτο, ἐνταῦθα ἐπεθύμησέν οἱ γενέσθαι παῖδας·
彼のもとに財産が蓄積されると、そこで、自分に子供が生まれることを望むようになった。
§9.37.4ἐλθόντι δὲ ἐς Δελφοὺς καὶ ἐρομένῳ περὶ παίδων χρᾷ τάδε ἡ Πυθία·
彼がデルポイへ行って子供について尋ねると、ピュティアは次のように神託を下した。
"
Ἐργῖνε Κλυμένοιο πάι Πρεσβωνιάδαο,
ὄψʼ ἦλθες γενεὴν διζήμενος, ἀλλʼ ἔτι καὶ νῦν
ἱστοβοῆι γέροντι νέην ποτίβαλλε κορώνην.
"プレスボーンの孫にしてクリュメノスの子、エルギノスよ、お前は跡継ぎを求めて遅くにやって来た。 しかし今からでもなお、老いた鋤の柄に、新しい横木を取り付けよ。
"
λαβόντι δὲ αὐτῷ νέαν γυναῖκα κατὰ τὸ μάντευμα Τροφώνιος γίνεται καὶ Ἀγαμήδης.
"神託に従って彼が若い妻を娶ると、トロポニオスとアガメデスが生まれた。
§9.37.5λέγεται δὲ ὁ Τροφώνιος Ἀπόλλωνος εἶναι καὶ οὐκ Ἐργίνου·
しかしトロポニオスはアポロンの子であり、エルギノスの子ではないと言われている。
καὶ ἐγώ τε πείθομαι καὶ ὅστις παρὰ Τροφώνιον ἦλθε δὴ μαντευσόμενος.
私もそのように信じるし、神託を伺いにトロポニオスのもとへ実際に赴いたことのある者なら誰でもそう信じるだろう。
τούτους φασίν, ὡς ηὐξήθησαν, γενέσθαι δεινοὺς θεοῖς τε ἱερὰ κατασκευάσασθαι καὶ βασίλεια ἀνθρώποις·
この者たちは、成長すると、神々のために神殿を、人間のために宮殿を建設することに非常に長けるようになったと言われている。
καὶ γὰρ τῷ Ἀπόλλωνι τὸν ναὸν ᾠκοδόμησαν τὸν ἐν Δελφοῖς καὶ Ὑριεῖ τὸν θησαυρόν.
実際、彼らはデルポイのアポロンの神殿と、ヒュリエウスの宝庫を建設したのである。
ἐποίησαν δὲ ἐνταῦθα τῶν λίθων ἕνα εἶναί σφισιν ἀφαιρεῖν κατὰ τὸ ἐκτός·
その際、彼らは石の一つを、外側から自分たちで取り外せるように仕組んでおいた。
καὶ οἱ μὲν ἀεί τι ἀπὸ τῶν τιθεμένων ἐλάμβανον·
そして彼らは、保管されているものから常にいくらかを奪い去っていた。
Ὑριεὺς δὲ εἴχετο ἀφασίᾳ, κλεῖς μὲν καὶ σημεῖα τὰ ἄλλα ὁρῶν ἀκίνητα, τὸν δὲ ἀριθμὸν ἀεὶ τῶν χρημάτων ἐλάττονα.
ヒュリエウスは、鍵やその他の封印は手つかずのまま動いていないのを目にしながら、財宝の額が常に減少していくのを見て、言葉を失って途方に暮れていた。
§9.37.6ἵστησιν οὖν ὑπὲρ τῶν ἀγγείων, ἐν οἷς ὅ τε ἄργυρος ἐνῆν καὶ ὁ χρυσός οἱ, πάγας ἤ τι καὶ ἄλλο ὃ τὸν ἐσελθόντα καὶ ἁπτόμενον τῶν χρημάτων καθέξειν ἔμελλεν.
そこで彼は、自分の銀や金が入っている容器の上に、罠か、あるいは侵入して財宝に手を触れる者を捕らえるはずの他の何かを仕掛けた。
ἐσελθόντος δὲ τοῦ Ἀγαμήδους τὸν μὲν ὁ δεσμὸς κατεῖχε, Τροφώνιος δὲ ἀπέτεμεν αὐτοῦ τὴν κεφαλήν, ὅπως μὴ ἡμέρας ἐπισχούσης ἐκεῖνος γένοιτο ἐν αἰκίαις καὶ αὐτὸς μηνυθείη μετέχων τοῦ τολμήματος.
アガメデスが侵入したとき、彼(アガメデス)は罠に捕らえられた。 しかしトロポニオスは、夜が明けて彼が拷問にかけられ、自分自身もその大胆な犯行の共犯者として告発されることのないよう、彼の首を切り落とした。
§9.37.7καὶ Τροφώνιον μὲν ἐνταῦθα ἐδέξατο ἡ γῆ διαστᾶσα, ἔνθα ἐστὶν ἐν τῷ ἄλσει τῷ ἐν Λεβαδείᾳ βόθρος τε Ἀγαμήδους καλούμενος καὶ πρὸς αὐτῷ στήλη·
そしてトロポニオスは、ここで裂けた大地に飲み込まれた。 そこはレバデイアの聖林の中にあり、今日アガメデスの穴と呼ばれている穴と、その傍らにある石碑が存在する場所である。
τὴν δὲ ἀρχὴν τῶν Ὀρχομενίων ἔσχεν Ἀσκάλαφος καὶ Ἰάλμενος Ἄρεως εἶναι λεγόμενοι, μητρὸς δὲ Ἀστυόχης ἦσαν τῆς Ἄκτορος τοῦ Ἀζέως τοῦ Κλυμένου·
そしてオルコメノス人の支配権は、アレスの子らと言われるアスカラポスとイアルメノスが手に入れた。 彼らの母は、クリュメノスの子アゼウスの子であるアクトルの娘アステュオケであった。
καὶ ὑπὸ τούτοις ἡγεμόσι Μινύαι στρατεύουσιν ἐς Τροίαν.
そしてこれら指揮官たちのもとで、ミニュアース人たちはトロイアへと遠征した。
§9.37.8μετέσχον Ὀρχομένιοι καὶ τοῖς Κόδρου παισὶν ἐς Ἰωνίαν τοῦ στόλου.
オルコメノス人たちは、コドロスの子らとともに、イオニアへの遠征にも加わった。
γενομένους δὲ ἀναστάτους ὑπὸ Θηβαίων κατήγαγεν αὖθις ἐς Ὀρχομενὸν Φίλιππος ὁ Ἀμύντου·
彼らがテーバイ人によって破滅させられた後、アミュンタスの子ピリッポスが再び彼らをオルコメノスへと帰還させた。
τὰ δὲ ἀπὸ τοῦ δαιμονίου σφίσιν ἐς τὸ ἀσθενέστερον ἔμελλεν ἀεὶ ῥέψειν.
しかし、神的な力による彼らの境遇は、常により衰退する方向へと傾いていく運命にあった。